Strabo · Geography Γεωγραφικά

Strabo, Geography 6.1.1–4: Leucania: Elea and the Leucani

Strabo follows the Tyrrhenian coast of Leucania from the temple of Hera (Juno) founded by Jason past Posidonia, the Siren isle of Leucosia and Elea, home of Parmenides and Zeno, to the last Leucanian city. Nearby lies the tomb of Draco, a companion of Odysseus (Ulysses), tied to an oracle that led the Italian Greeks to defeat. He then sketches how Chones, Oenotri, Samnites and Leucani held the land, how the Greeks came to hold so much of the coast, and how Philoctetes founded Petilia and Crimissa.

Sections 6.1.1–4 · 1464 words · click a number to copy its link

μετὰ δὲ τὸ στόμα τοῦ Σιλάριδος Λευκανία καὶ τὸ τῆς Ἥρας ἱερὸν τῆς Ἀργῴας, Ἰάσονος ἵδρυμα, καὶ πλησίον ἐν πεντήκοντα σταδίοις ἡ Ποσειδωνία. Συβαρῖται μὲν οὖν ἐπὶ θαλάττῃ τεῖχος ἔθεντο, οἱ δʼ οἰκισθέντες ἀνωτέρω μετέστησαν, ὕστερον δὲ Λευκανοὶ μὲν ἐκείνους, Ῥωμαῖοι δὲ Λευκανοὺς ἀφείλοντο τὴν πόλιν. ποιεῖ δʼ αὐτὴν ἐπίνοσον ποταμὸς πλησίον εἰς ἕλη ἀναχεόμενος. ἐντεῦθεν δʼ ἐκπλέοντι τὸν κόλπον νῆσος Λευκωσία, μικρὸν ἔχουσα πρὸς τὴν ἤπειρον διάπλουν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ἐκπεσούσης δεῦρο μετὰ τὴν μυθευομένην ῥῖψιν αὐτῶν εἰς τὸν βυθόν. τῆς δὲ νήσου πρόκειται τὸ ἀντακρωτήριον ταῖς Σειρηνούσσαις ποιοῦν τὸν Ποσειδωνιάτην κόλπον. κάμψαντι δʼ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις ἣν οἱ μὲν κτίσαντες Φωκαιεῖς Ὑέλην οἱ δὲ Ἔλην ἀπὸ κρήνης τινὸς οἱ δὲ νῦν Ἐλέαν ὀνομάζουσιν, ἐξ ἧς Παρμενίδης καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι. δοκεῖ δέ μοι καὶ διʼ ἐκείνους καὶ ἔτι πρότερον εὐνομηθῆναι· διὸ καὶ πρὸς Λευκανοὺς ἀντέσχον καὶ πρὸς Ποσειδωνιάτας καὶ κρείττους ἀπῄεσαν καίπερ ἐνδεέστεροι καὶ χώρᾳ καὶ πλήθει σωμάτων ὄντες. ἀναγκάζονται γοῦν διὰ τὴν λυπρότητα τῆς γῆς τὰ πολλὰ θαλαττουργεῖν καὶ ταριχείας συνίστασθαι καὶ ἄλλας τοιαύτας ἐργασίας. φησὶ δʼ Ἀντίοχος Φωκαίας ἁλούσης ὑφʼ Ἁρπάγου τοῦ Κύρου στρατηγοῦ, τοὺς δυναμένους ἐμβάντας εἰς τὰ σκάφη πανοικίους πλεῦσαι πρῶτον εἰς Κύρνον καὶ Μασσαλίαν μετὰ Κρεοντιάδου, ἀποκρουσθέντας δὲ τὴν Ἐλέαν κτίσαι· διέχει δὲ τῆς Ποσειδωνίας ὅσον διακοσίους σταδίους ἡ πόλις. μετὰ δὲ ταύτην ἀκρωτήριον Παλίνουρος. πρὸ δὲ τῆς Ἐλεάτιδος αἱ Οἰνωτρίδες νῆσοι δύο ὑφόρμους ἔχουσαι. μετὰ δὲ Παλίνουρον Πυξοῦς ἄκρα καὶ λιμὴν καὶ ποταμός· ἓν γὰρ τῶν τριῶν ὄνομα· ᾤκισε δὲ Μίκυθος ὁ Μεσσήνης ἄρχων τῆς ἐν Σικελίᾳ, πάλιν δʼ ἀπῆραν οἱ ἱδρυθέντες πλὴν ὀλίγων. μετὰ δὲ Πυξοῦντα Λᾶος κόλπος καὶ ποταμὸς καὶ πόλις, ἐσχάτη τῶν Λευκανίδων, μικρὸν ὑπὲρ τῆς θαλάττης, ἄποικος Συβαριτῶν, εἰς ἣν ἀπὸ Ἔλης στάδιοι τετρακόσιοι· ὁ δὲ πᾶς τῆς Λευκανίας παράπλους ἑξακοσίων πεντήκοντα. πλησίον δὲ τὸ τοῦ Δράκοντος ἡρῷον ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων, ἐφʼ οὗ ὁ χρησμὸς τοῖς Ἰταλιώταις ἐγένετο Λάιον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. / ἐπὶ γὰρ ταύτην Λᾶον στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ἠτύχησαν ἐξαπατηθέντες τῷ χρησμῷ.

AFTER the mouth of the Silaro, is Leucania, and the temple of Argive Juno, founded by Jason. Near to this, within 50 stadia, is Posidonia. Sailing thence, towards the high sea, is the island of Leucosia, at a little distance from the main-land. It bears the name of one of the Sirens, who according to the mythology was cast up here, after having been precipitated with her companions into the deep. The promontory of the island projects opposite the Sirenussae, forming the bay of Posidonium. After having made this cape there is another contiguous bay, on which is built the city which the Phocaeans called Hyela when they founded it, but others Ela from a certain fountain. People in the present day call it Elea. It is here that Parmenides and Zeno, the Pythagorean philosophers, were born. And it is my opinion that through the instrumentality of those men, as well as by previous good management, the government of that place was well arranged, so that they successfully resisted the Leucani and the Posidoniatae, notwithstanding the smallness of their district and the inferiority of their numbers. They are compelled, therefore, on account of the barrenness of the soil, to apply to maritime trade chiefly, to employ themselves in the salting of fish, and in such other occupations. Antiochus says that when Phocea was taken by Harpagus, the general of Cyrus, those who had the means embarked with their families, and sailed under the conduct of Creontiades, first to Cyrnos and Marseilles, but having been driven thence, they founded Elea; the name of which some say is derived from the river Elees. The city is distant about two hundred stadia from Posidonia. After this city is the promontory of Palinurus. But in front of the Eleatis are the Oenotrides, two islands having good anchorage. And beyond Palinurus are the promontory, harbour, and river of Pyxus; the three having the same name. This colony was founded by Micythus, then governor of Messina in Sicily; but those who were located here, except a few, abandoned the place. After Pyxus are the gulf, the river, and the city of Laüs. This, the last city of the Leucani, situate a little above the sea, is a colony of the Sybarites, and is distant from Aelea 400 stadia. The whole circuit of Leucania, by sea is 650 stadia. Near to Latis is seen the tomb of Draco, one of the companions of Ulysses, and the oracular response, given to the Italian Greeks, alludes to him: Some day, around the Dragon’s stony tomb, / A mighty multitude shall meet their doom. / For the Greeks of Italy, enticed by this prophecy, marched against Laiis, and were defeated by the Leucani.

κατὰ μὲν δὴ τὴν Τυρρηνικὴν παραλίαν ταῦτʼ ἐστὶ τὰ τῶν Λευκανῶν χωρία, τῆς δʼ ἑτέρας οὐχ ἥπτοντο θαλάττης πρότερον, ἀλλʼ οἱ Ἕλληνες ἐπεκράτουν οἱ τὸν Ταραντῖνον ἔχοντες κόλπον. πρὶν δὲ τοὺς Ἕλληνας ἐλθεῖν οὐδʼ ἦσάν πω Λευκανοί, Χῶνες δὲ καὶ Οἰνωτροὶ τοὺς τόπους ἐνέμοντο. τῶν δὲ Σαυνιτῶν αὐξηθέντων ἐπὶ πολὺ καὶ τοὺς Χῶνας καὶ τοὺς Οἰνωτροὺς ἐκβαλόντων, Λευκανοὺς δʼ εἰς τὴν μερίδα ταύτην ἀποικισάντων, ἅμα δὲ καὶ τῶν Ἑλλήνων τὴν ἑκατέρωθεν παραλίαν μέχρι πορθμοῦ κατεχόντων, πολὺν χρόνον ἐπολέμουν οἵ τε Ἕλληνες καὶ οἱ βάρβαροι πρὸς ἀλλήλους. οἱ δὲ τῆς Σικελίας τύραννοι καὶ μετὰ ταῦτα Καρχηδόνιοι, τοτὲ μὲν περὶ τῆς Σικελίας πολεμοῦντες πρὸς Ῥωμαίους τοτὲ δὲ περὶ αὐτῆς τῆς Ἰταλίας, ἅπαντας τοὺς ταύτῃ κακῶς διέθηκαν, μάλιστα δὲ τοὺς Ἕλληνας, πρότερον μέν γε καὶ τῆς μεσογαίας πολλὴν ἀφῄρηντο, ἀπὸ τῶν Τρωικῶν χρόνων ἀρξάμενοι, καὶ δὴ ἐπὶ τοσοῦτον ηὔξηντο ὥστε τὴν μεγάλην Ἑλλάδα ταύτην ἔλεγον καὶ τὴν Σικελίαν· νυνὶ δὲ πλὴν Τάραντος καὶ Ῥηγίου καὶ Νεαπόλεως ἐκβεβαρβαρῶσθαι συμβέβηκεν ἅπαντα καὶ τὰ μὲν Λευκανοὺς καὶ Βρεττίους κατέχειν τὰ δὲ Καμπανούς, καὶ τούτους λόγῳ, τὸ δʼ ἀληθὲς Ῥωμαίους· καὶ γὰρ αὐτοὶ Ῥωμαῖοι γεγόνασιν. ὅμως δὲ τῷ πραγματευομένῳ τὴν τῆς γῆς περίοδον καὶ τὰ νῦν ὄντα λέγειν ἀνάγκη καὶ τῶν ὑπαρξάντων ἔνια, καὶ μάλιστα ὅταν ἔνδοξα ᾖ. τῶν δὲ Λευκανῶν οἱ μὲν ἁπτόμενοι τῆς Τυρρηνικῆς θαλάττης εἴρηνται, οἱ δὲ τὴν μεσόγαιαν ἔχοντες εἰσὶν οἱ ὑπεροικοῦντες τοῦ Ταραντίνου κόλπου. οὕτω δʼ εἰσὶ κεκακωμένοι τελέως οὗτοι καὶ Βρέττιοι καὶ αὐτοὶ Σαυνῖται οἱ τούτων ἀρχηγέται, ὥστε καὶ διορίσαι χαλεπὸν τὰς κατοικίας αὐτῶν· αἴτιον δʼ ὅτι οὐδὲν ἔτι σύστημα κοινὸν τῶν ἐθνῶν ἑκάστου συμμένει, τά τε ἔθη διαλέκτων τε καὶ ὁπλισμοῦ καὶ ἐσθῆτος καὶ τῶν παραπλησίων ἐκλέλοιπεν, ἄλλως τε ἄδοξοι παντάπασίν εἰσιν αἱ καθʼ ἕκαστα καὶ ἐν μέρει κατοικίαι.

Such, along the shores of the Tyrrhenian Sea, are the possessions of the Leucani, which at first did not reach to the other sea; the Greeks who dwelt on the Gulf of Tarentum possessed it. But before the coming of the Greeks there were no Leucani, the Chones and Oenotri possessed these territories. But when the Samnites had greatly increased, and expelled the Chones and Oenotri, and driven the Leucani into this region, while the Greeks possessed the seacoast on both sides as far as the straits, the Greeks and the Barbarians maintained a lengthened contest. The tyrants of Sicily, and afterwards the Carthaginians, at one time making war against the Romans, for the acquisition of Sicily, and at another, for Italy itself, utterly wasted all these regions. The Greeks, however, succeeded in depriving the ancient inhabitants of a great portion of the midland country, beginning even as early as the Trojan war; they increased in power, and extent of territory, to such a degree, that they called this region and Sicily, the Magna Groecia. But now the whole region, except Tarentum, Rhegium, and Neapolis, has become barbarian, and belongs partly to the Leucani and Bruttii, partly to the Campani; to these, however, only in name, but truly to the Romans; for these people have become Roman. However, it is incumbent on one who is treating of universal geography, to speak both of things as they now are, and of some of those that have been, and especially when they are important. Of the Leucani, who border upon the Tuscan Sea, mention has already been made; those who possess the midland regions dwell above the Gulf of Tarentum, but these, as well as the Bruttii, and the Samnites themselves, the progenitors of both, have been so maltreated [by the Romans], that it is difficult to determine the boundaries of each people. The reason of this is, that there no longer remains separately any of the institutions common to these nations; and their peculiarities of language, of military and civil costume, and such particulars, have passed away; besides, even their places of abode, considered separately and apart, possess nothing worthy of observation.

ἐροῦμεν δὲ κοινῶς ἃ παρειλήφαμεν, οὐδὲν παρὰ τοῦτο ποιούμενοι τοὺς τὴν μεσόγαιαν οἰκοῦντας, Λευκανούς τε καὶ τοὺς προσεχεῖς αὐτοῖς Σαυνίτας. Πετηλία μὲν οὖν μητρόπολις νομίζεται τῶν Λευκανῶν καὶ συνοικεῖται μέχρι νῦν ἱκανῶς. κτίσμα δʼ ἐστὶ Φιλοκτήτου φυγόντος τὴν Μελίβοιαν κατὰ στάσιν. ἐρυμνὴ δʼ ἐστίν, ὥστε καὶ Σαυνῖταί ποτε Θουρίοις ἐπετείχισαν αὐτήν. Φιλοκτήτου δʼ ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους. Ἀπολλόδωρος δʼ ἐν τοῖς περὶ νεῶν τοῦ Φιλοκτήτου μνησθεὶς λέγειν τινάς φησιν, ὡς εἰς τὴν Κροτωνιᾶτιν ἀφικόμενος Κρίμισσαν ἄκραν οἰκίσαι καὶ Χώνην πόλιν ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν, παρʼ αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν περὶ Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαιεν. καὶ Γρουμεντὸν δὲ καὶ Ὀυερτῖναι τῆς μεσογαίας εἰσὶ καὶ Καλάσαρνα καὶ ἄλλαι μικραὶ κατοικίαι μέχρι Ὀυενουσίας πόλεως ἀξιολόγου· ταύτην δʼ οἶμαι καὶ τὰς ἐφεξῆς ἐπὶ Καμπανίαν ἰόντι Σαυνίτιδας εἶναι. ὑπὲρ δὲ τῶν Θουρίων καὶ ἡ Ταυριανὴ χώρα λεγομένη ἵδρυται. οἱ δὲ Λευκανοὶ τὸ μὲν γένος εἰσὶ Σαυνῖται, Ποσειδωνιατῶν δὲ καὶ τῶν συμμάχων κρατήσαντες πολέμῳ κατέσχον τὰς πόλεις αὐτῶν. τὸν μὲν οὖν ἄλλον χρόνον ἐδημοκρατοῦντο, ἐν δὲ τοῖς πολέμοις ᾑρεῖτο βασιλεὺς ἀπὸ τῶν νεμομένων ἀρχάς· νῦν δʼ εἰσὶ Ῥωμαῖοι.

We will narrate in a general manner what we have gathered concerning the Leucani, who dwell in the interior, without too much care in distinguishing them from their neighbours, the Samnites. Petilia is considered as the metropolis of the Leucani, and is still well peopled. It owes its foundation to Philoctetes, who was compelled to quit Meliboea on account of civil dissensions. Its position is so strong, that the Samnites were formerly obliged to construct forts around it for the defence of their territory. The ancient Crimissa, situated near these places, was also founded by Philoctetes. Apollodorus, in his description of the ships [of the Greeks], narrates concerning Philoctetes, that, according to certain writers, this prince having disembarked in the district of Crotona, settled on the promontory of Crimissa, and built the city of Chone above it, from which the inhabitants were called Chones; and that certain colonists being sent by him into Sicily, to the neighbourhood of Eryx, with Aegestus the Trojan, founded Aegesta. In the inland districts are also Grumentum, Vertinae, Calasarna, and other small villages, reaching as far as Venusia, a city of some importance. This, however, I consider to be a Samnite city, as are also those which are next met with on going into Campania. Above the Thurii lies the district called Tauriana. The Leucani are of Samnite origin. Having vanquished the Posidoniates and their allies, they took possession of their cities. At one time the institutions of the Leucani were democratic, but during the wars a king was elected by those who were possessed of chief authority: at the present time they are Roman.

τὴν δʼ ἑξῆς παραλίαν Βρέττιοι μέχρι τοῦ Σικελικοῦ κατέχουσι πορθμοῦ σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις. φησὶ δʼ Ἀντίοχος ἐν τῷ περὶ τῆς Ἰταλίας συγγράμματι ταύτην Ἰταλίαν κληθῆναι καὶ περὶ ταύτης συγγράφειν, πρότερον δʼ Οἰνωτρίαν προσαγορεύεσθαι. ὅριον δʼ αὐτῆς ἀποφαίνει πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει τὸ αὐτὸ ὅπερ καὶ τῆς Βρεττανῆς ἔφαμεν, τὸν Λᾶον ποταμόν, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον. τὴν δὲ Ταραντίνην, ἣ συνεχὴς τῷ Μεταποντίῳ ἐστίν, ἐκτὸς τῆς Ἰταλίας ὀνομάζει, Ἰάπυγας καλῶν. ἔτι δʼ ἀνώτερον Οἰνωτρούς τε καὶ Ἰταλοὺς μόνους ἔφη καλεῖσθαι τοὺς ἐντὸς τοῦ ἰσθμοῦ πρὸς τὸν Σικελικὸν κεκλιμένους πορθμόν. ἔστι δʼ αὐτὸς ὁ ἰσθμὸς ἑκατὸν καὶ ἑξήκοντα στάδιοι μεταξὺ δυεῖν κόλπων, τοῦ τε Ἱππωνιάτου, ὃν Ἀντίοχος Ναπητῖνον εἴρηκε, καὶ τοῦ Σκυλλητικοῦ. περίπλους δʼ ἐστὶ τῆς ἀπολαμβανομένης χώρας πρὸς τὸν πορθμὸν ἐντὸς στάδιοι δισχίλιοι. μετὰ δὲ ταῦτα ἐπεκτείνεσθαί φησι τοὔνομα καὶ τὸ τῆς Ἰταλίας καὶ τὸ τῶν Οἰνωτρῶν μέχρι τῆς Μεταποντίνης καὶ τῆς Σειρίτιδος· οἰκῆσαι γὰρ τοὺς τόπους τούτους Χῶνας, Οἰνωτρικὸν ἔθνος κατακοσμούμενον, καὶ τὴν γῆν ὀνομάσαι Χώνην. οὗτος μὲν οὖν ἁπλουστέρως εἴρηκε καὶ ἀρχαϊκῶς, οὐδὲν διορίσας περὶ τῶν Λευκανῶν καὶ τῶν Βρεττίων. ἔστι δʼ ἡ μὲν Λευκανία μεταξὺ τῆς τε παραλίας τῆς Τυρρηνικῆς καὶ τῆς Σικελικῆς, τῆς μὲν ἀπὸ τοῦ Σιλάριδος μέχρι Λάου, τῆς δʼ ἀπὸ τοῦ Μεταποντίου μέχρι Θουρίων· κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαυνιτῶν μέχρι τοῦ ἰσθμοῦ τοῦ ἀπὸ Θουρίων εἰς Κηρίλλους πλησίον Λάου· στάδιοι δʼ εἰσὶ τοῦ ἰσθμοῦ τριακόσιοι. ὑπὲρ δὲ τούτων Βρέττιοι χερρόνησον οἰκοῦντες· ἐν ταύτῃ δʼ ἄλλη περιείληπται χερρόνησος ἡ τὸν ἰσθμὸν ἔχουσα τὸν ἀπὸ Σκυλλητίου ἐπὶ τὸν Ἱππωνιάτην κόλπον. ὠνόμασται δὲ τὸ ἔθνος ὑπὸ Λευκανῶν· βρεττίους γὰρ καλοῦσι τοὺς ἀποστάτας· ἀπέστησαν δʼ, ὥς φασι, ποιμαίνοντες αὐτοῖς πρότερον, εἶθʼ ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες, ἡνίκα ἐπεστράτευσε Δίων Διονυσίῳ καὶ ἐξετάραξεν ἅπαντας πρὸς ἅπαντας. τὰ καθόλου μὲν δὴ ταῦτα περὶ Λευκανῶν καὶ Βρεττίων λέγομεν.

The Bruttii occupy the remainder of the coast as far as the Strait of Sicily, extending about 1350 stadia. Antiochus, in his treatise on Italy, says that this district, which he intended to describe, was called Italy, but that previously it had been called Oenotria. The boundary which he assigns to it on the Tyrrhenian Sea, is the river Lao, and on the Sea of Sicily Metapontium, the former of which we have given as the boundary of the Bruttii. He describes Tarentum, which is next to Metapontium, as beyond Italy, calling it Iapygian. He also relates that, at a more ancient period, those who dwelt on this side the isthmus, which lies next the Strait of Sicily, were the only people who were called Oenotrians and Italians. The isthmus is 160 stadia across between the two gulfs, namely, that of Hipponium, which Antiochus called Napitinus, and that of Scylletium. The circumnavigation of the peninsula, which is comprised between this isthmus and the strait, is 2000 stadia. He says that afterwards the names of Italy and of the Oenotrians were extended as far as Metapontium and the Siritis; the Chones, a people of Oenotrian descent, and highly civilized, inhabited these districts, and called their country Chone. However, this author has written in a very loose and old-fashioned manner, without giving any definite boundaries to the Leucani and Bruttii. Now Leucania is situated on the Tyrrhenian and Sicilian Seas, extending on one coast from the Silaro to the river Lao, and on the other from Metapontium to Thurii. Along the continent it stretches from the country of the Samnites, as far as the isthmus between Thurii and Cerilli, near the Lao. This isthmus is 300 stadia across. Beyond are the Bruttii, who dwell on the peninsula; in this is included another peninsula, which is bounded by the isthmus between Scylletium and the Hipponiate gulf. The nation received its appellation from the Leucani, for they call runaways Bruttii, and they say that formerly they ran away from them when employed as shepherds, and that afterwards their independence was established through the weakness [of the Leucani], when Dion [of Syracuse] was prosecuting a war against [the younger] Dionysius, and fomented hostilities amongst all. This is all we shall remark as to the Leucani and Bruttii.

People and places in this passage

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.