Strabo · Geography Γεωγραφικά

Strabo, Geography 6.1.5–6: Bruttium to the Strait of Sicily and Rhegium

Strabo goes down the coast of the Bruttii through Temesa, where the hero Polites tormented the people until Euthymus the boxer overcame him, then Pandosia, where an oracle of Dodona misled Alexander the Molossian. At Hipponium the flower-gathering of Persephone (Proserpine) is recalled, and he mentions the islands of Aeolus, Scyllaeum and the narrow strait. Rhegium is described with its Chalcidenses and Messenian founders, the theory that earthquakes tore Sicily from Italy, and its later destruction and refounding.

Sections 6.1.5–6 · 1619 words · click a number to copy its link

ἀπὸ δὲ Λάου πρώτη πόλις ἐστὶ τῆς Βρεττίας Τεμέση (Τέμψαν δʼ οἱ νῦν καλοῦσιν) Αὐσόνων κτίσμα, ὕστερον δὲ καὶ Αἰτωλῶν τῶν μετὰ Θόαντος, οὓς ἐξέβαλον Βρέττιοι, Βρεττίους δὲ ἐπέτριψαν Ἀννίβας τε καὶ Ῥωμαῖοι. ἔστι δὲ πλησίον τῆς Τεμέσης ἡρῷον ἀγριελαίοις συνηρεφὲς Πολίτου τῶν Ὀδυσσέως ἑταίρων, ὃν δολοφονηθέντα ὑπὸ τῶν βαρβάρων γενέσθαι βαρύμηνιν, ὥστε τοὺς περιοίκους δασμολογεῖν αὐτῷ κατά τι λόγιον καὶ παροιμίαν εἶναι πρὸς τοὺς ἀηδεῖς, τὸν ἥρωα τὸν ἐν Τεμέσῃ λεγόντων ἐπικεῖσθαι αὐτοῖς. Λοκρῶν δὲ τῶν Ἐπιζεφυρίων ἑλόντων τὴν πόλιν, Εὔθυμον μυθεύουσι τὸν πύκτην καταβάντα ἐπʼ αὐτὸν κρατῆσαι τῇ μάχῃ, καὶ βιάσασθαι παραλῦσαι τοῦ δασμοῦ τοὺς ἐπιχωρίους. ταύτης δὲ τῆς Τεμέσης φασὶ μεμνῆσθαι τὸν ποιητήν, οὐ τῆς ἐν Κύπρῳ Ταμασσοῦ· λέγεται γὰρ ἀμφοτέρως. καὶ δείκνυται χαλκουργεῖα πλησίον, ἃ νῦν ἐκλέλειπται. ταύτης δὲ συνεχὴς Τερῖνα, ἣν Ἀννίβας καθεῖλεν οὐ δυνάμενος φυλάττειν, ὅτε δὴ εἰς αὐτὴν καταπεφεύγει τὴν Βρεττίαν. εἶτα Κωσεντία μητρόπολις Βρεττίων· μικρὸν δʼ ὑπὲρ ταύτης Πανδοσία φρούριον ἐρυμνόν, περὶ ἣν Ἀλέξανδρος ὁ Μολοττὸς διεφθάρη. ἐξηπάτησε δὲ καὶ τοῦτον ὁ ἐκ Δωδώνης χρησμὸς φυλάττεσθαι κελεύων τὸν Ἀχέροντα καὶ τὴν Πανδοσίαν […] δεικνυμένων γὰρ ἐν τῇ Θεσπρωτίᾳ ὁμωνύμων τούτοις, ἐνταῦθα κατέστρεψε τὸν βίον. τρικόρυφον δʼ ἐστὶ τὸ φρούριον, καὶ παραρρεῖ ποταμὸς Ἀχέρων. προσηπάτησε δὲ καὶ ἄλλο λόγιον Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις. / ἔδοξε γὰρ πολεμίων φθοράν, οὐκ οἰκείων δηλοῦσθαι. φασὶ δὲ καὶ βασίλειόν ποτε γενέσθαι τῶν Οἰνωτρικῶν βασιλέων τὴν Πανδοσίαν. μετὰ δὲ τὴν Κωσεντίαν Ἱππώνιον Λοκρῶν κτίσμα· Βρεττίους δὲ κατέχοντας ἀφείλοντο Ῥωμαῖοι καὶ μετωνόμασαν Ὀυιβῶνα Ὀυαλεντίαν. διὰ δὲ τὸ εὐλείμονα εἶναι τὰ περικείμενα χωρία καὶ ἀνθηρὰ τὴν Κόρην ἐκ Σικελίας πεπιστεύκασιν ἀφικνεῖσθαι δεῦρο ἀνθολογήσουσαν· ἐκ δὲ τούτου ταῖς γυναιξὶν ἐν ἔθει γέγονεν ἀνθολογεῖν τε καὶ στεφανηπλοκεῖν, ὥστε ταῖς ἑορταῖς αἰσχρὸν εἶναι στεφάνους ὠνητοὺς φορεῖν. ἔχει δʼ ἐπίνειον, ὃ κατεσκεύασέ ποτε Ἀγαθοκλῆς ὁ τύραννος τῶν Σικελιωτῶν κρατήσας τῆς πόλεως. ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἡρακλέους λιμένα πλεύσασιν ἄρχεται ἐπιστρέφειν τὰ ἄκρα τῆς Ἰταλίας τὰ πρὸς τῷ πορθμῷ πρὸς τὴν ἑσπέραν. ἐν δὲ τῷ παράπλῳ τούτῳ Μέδμα πόλις Λοκρῶν τῶν αὐτῶν, ὁμώνυμος κρήνῃ μεγάλῃ, πλησίον ἔχουσα ἐπίνειον καλούμενον Ἐμπόριον· ἐγγὺς δὲ καὶ Μέταυρος ποταμὸς καὶ ὕφορμος ὁμώνυμος. πρόκεινται δὲ τῆς ᾐόνος ταύτης αἱ τῶν Λιπαραίων νῆσοι διέχουσαι τοῦ πορθμοῦ σταδίους διακοσίους. οἱ δʼ Αἰόλου φασίν, οὗ καὶ τὸν ποιητὴν μεμνῆσθαι κατὰ τὴν Ὀδύσσειαν· εἰσὶ δʼ ἑπτὰ τὸν ἀριθμὸν ἐν ἀπόψει πᾶσαι καὶ τοῖς ἐκ τῆς Σικελίας καὶ τοῖς ἐκ τῆς ἠπείρου τοῖς κατὰ τὴν Μέδμαν ἀφορῶσι· περὶ ὧν ἐροῦμεν, ὅταν περὶ τῆς Σικελίας λέγωμεν. ἀπὸ δὲ τοῦ Μεταύρου ποταμοῦ ἕτερος· ἐκδέχεται δʼ ἐντεῦθεν τὸ Σκύλλαιον, πέτρα χερρονησίζουσα ὑψηλή, τὸν ἰσθμὸν ἀμφίδυμον καὶ ταπεινὸν ἔχουσα, ὃν Ἀναξίλαος ὁ τύραννος τῶν Ῥηγίνων ἐπετείχισε τοῖς Τυρρηνοῖς κατασκευάσας ναύσταθμον, καὶ ἀφείλετο τοὺς λῃστὰς τὸν διὰ τοῦ πορθμοῦ διάπλουν. πλησίον γάρ ἐστι καὶ ἡ Καῖνυς διέχουσα τῆς Μέδμης σταδίους πεντήκοντα καὶ διακοσίους, ἡ τελευταία ποιοῦσα ἄκρα τὰ στενὰ τοῦ πορθμοῦ πρὸς τὴν ἐκ τῆς Σικελίας ἄκραν τὴν Πελωριάδα· ἔστι δʼ αὕτη μία τῶν τριῶν τῶν ποιουσῶν τρίγωνον τὴν νῆσον, νεύει δὲ ἐπὶ θερινὰς ἀνατολάς, καθάπερ ἡ Καῖνυς πρὸς τὴν ἑσπέραν, ἀνταποστροφήν τινα ἀπʼ ἀλλήλων ποιουμένων αὐτῶν. ἀπὸ δὲ Καίνυος μέχρι τοῦ Ποσειδωνίου, τῆς Ῥηγίνων στυλίδος, τοῦ πορθμοῦ διήκει στενωπὸς ὅσον ἑξαστάδιος, μικρῷ δὲ πλέον τὸ ἐλάχιστον διαπέραμα· ἀπὸ δὲ στυλίδος ἑκατὸν εἰς Ῥήγιον, ἤδη τοῦ πορθμοῦ πλατυνομένου, προϊοῦσι πρὸς τὴν ἔξω καὶ πρὸς ἕω θάλατταν τὴν τοῦ Σικελικοῦ καλουμένου πελάγους.

From the Lao the first city is the Temesa of the Bruttii, which at present is called Tempsa. It was founded by the Ausonians; afterwards the Aetolians, under the command of Thoas, gained possession of it. These were expelled by the Bruttii; Hannibal and the Romans have overthrown the Bruttii. In the vicinity of Temesa is the Heroum of Polites, one of the companions of Ulysses. It is surrounded by a thick grove of wild olives. He was treacherously slain by the barbarians, and became in consequence very wrathful, and his shade so tormented the inhabitants that they submitted to pay him a tribute, according to the direction of a certain oracle. Thus it became a proverb amongst them, Let no one offend the hero of Temesa, for they said that [for a long time he] had tormented them. But when the Epizephyrian Locrians took the city, they feign that Euthymus the pugilist went out against him, and having overcome him in fight, constrained him to free the inhabitants from tribute. They say that the poet intended this Temesa, and not the Tamassus in Cyprus, (for it is said that the words are suitable to either,) when he sings, in quest of brass / To Temesa. / and certain copper-mines are pointed out near to the place, which are now exhausted. Contiguous to it is Terina, which Hannibal destroyed, when he found he could no longer retain it; at the time when he took refuge in the country of the Bruttii. Next in order comes Cosentia, the metropolis of the Bruttii. A little above it is Pandosia, which is strongly fortified, before which Alexander the Molossian king was overthrown. This prince was led astray by the oracle of Dodona, which commanded him to avoid Acheron and Pandosia; for places with names like these being pointed out in Thesprotia, caused him to lose his life here. The position has three summits, and the river Acheron flows by it. He was also mistaken in another oracle, O Pandosia, thou three-topp’d hill, / Hereafter many people thou shalt kill; / for he thought that it foreshowed the destruction of his enemies, and not of his own people. They say that Pandosia was formerly the residence of the Oenotrian kings. After Cosentia is Hipponium, founded by the Locrians. The Romans took it from the Bruttii, who were in possession of it at a subsequent period, and changed the name into Vibo-Valentia. And because the meadows in its vicinity are luxuriant and full of flowers, it is supposed that Proserpine came over from Sicily to gather them, and from thence the custom among women of this city, to gather flowers and plait garlands, prevailed to such an extent, that they now think it shameful to wear purchased garlands at the festivals. It also possesses a harbour made by Agathocles, the tyrant of Sicily, when he was in possession of the town. On sailing hence to the Portus Herculis, we come to the point where the headlands of Italy, as they stretch towards the Strait [of Sicily], begin to turn westward. In this voyage we pass Medma, a city of the same Locrians, which bears the name of a copious fountain, and possessing at a short distance a naval station, called Emporium. Very nigh is the river Metauro, as also a naval station bearing the same name. The Lipari Isles lie off this coast; they are distant 200 stadia from the strait. They say that they are the islands of Aeolus, of whom the poet makes mention in the Odyssey. They are seven in number, and are all easily distinguished both from Sicily and the coast of the continent about Medma. We will speak of them in particular when we describe Sicily. After the river Metaurus, there is another Metaurus. Next in order is Scyllaeum, an elevated cliff nearly surrounded by the sea. But connected with the main-land by a low isthmus easily accessible on either side, which Anaxilaus, the tyrant of Rhegium, fortified against the Tyrrheni, and formed a commodious haven, and thus prevented the pirates from passing through the strait. Next to the Scyllaean promontory was that of Caenys, distant from Medma 250 stadia. It is the last headland, and forms the narrowest part of the Strait [of Sicily], being opposite to Cape Pelorus on the Sicilian side, which is one of the three points which give to that island the form of a triangle. Its aspect is towards the rising of the sun in summer, whilst that of Caenys looks towards the west. Indeed they both seem to have diverged from the general line of coast in order to stand out opposite each other. From Caenys to the Posidonium [and] the Columna Rheginorum, the narrow part of the strait stretches as much as 6 stadia, the shortest passage across the strait is a little more. From the Columna [Rheginorum] to Rhegium, where the strait begins to widen, is a hundred [stadia] as you advance in a direction towards the exterior and eastern sea, which is called the sea of Sicily.

κτίσμα δʼ ἐστὶ τὸ Ῥήγιον Χαλκιδέων, οὓς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι διʼ ἀφορίαν ὕστερον ἐκ Δελφῶν ἀποικῆσαι δεῦρό φασι παραλαβόντας καὶ ἄλλους τῶν οἴκοθεν· ὡς δʼ Ἀντίοχός φησι, Ζαγκλαῖοι μετεπέμψαντο τοὺς Χαλκιδέας καὶ οἰκιστὴν Ἀντίμνηστον συνέστησαν ἐκείνων. ἦσαν δὲ τῆς ἀποικίας καὶ οἱ Μεσσηνίων φυγάδες τῶν ἐν Πελοποννήσῳ καταστασιασθέντες ὑπὸ τῶν μὴ βουλομένων δοῦναι δίκας ὑπὲρ τῆς φθορᾶς τῶν παρθένων τῆς ἐν Λίμναις γενομένης τοῖς Λακεδαιμονίοις, ἃς καὶ αὐτὰς ἐβιάσαντο πεμφθείσας ἐπὶ τὴν ἱερουργίαν, καὶ τοὺς ἐπιβοηθοῦντας ἀπέκτειναν. παραχωρήσαντες οὖν εἰς Μάκιστον οἱ φυγάδες πέμπουσιν εἰς θεοῦ, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν εἰ τοιούτων τυγχάνοιεν ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες. ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς ἀλλὰ σεσῶσθαι μέλλοντάς γε δὴ μὴ συναφανισθήσεσθαι τῇ πατρίδι ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν· οἱ δʼ ὑπήκουσαν. διόπερ οἱ τῶν Ῥηγίνων ἡγεμόνες μέχρι Ἀναξίλα τοῦ Μεσσηνίων γένους ἀεὶ καθίσταντο. Ἀντίοχος δὲ τὸ παλαιὸν ἅπαντα τὸν τόπον τοῦτον οἰκῆσαί φησι Σικελοὺς καὶ Μόργητας, διᾶραι δʼ εἰς τὴν Σικελίαν ὕστερον ἐκβληθέντας ὑπὸ τῶν Οἰνωτρῶν. φασὶ δέ τινες καὶ τὸ Μοργάντιον ἐντεῦθεν τὴν προσηγορίαν ἀπὸ τῶν Μοργήτων ἔχειν. ἴσχυσε δὲ μέγιστον ἡ τῶν Ῥηγίνων πόλις καὶ περιοικίδας ἔσχε συχνάς, ἐπιτείχισμά τε ὑπῆρξεν ἀεὶ τῇ νήσῳ καὶ πάλαι καὶ νεωστὶ ἐφʼ ἡμῶν, ἡνίκα Σέξτος Πομπήιος ἀπέστησε τὴν Σικελίαν. ὠνομάσθη δὲ Ῥήγιον εἴθʼ, ὥς φησιν Αἰσχύλος, διὰ τὸ συμβὰν πάθος τῇ χώρᾳ ταύτῃ· ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν ἀφʼ οὗ δὴ Ῥήγιον κικλήσκεται. / τεκμαίρονται δʼ ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατʼ ἄλλα μέρη τῆς Σικελίας καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν οὐκ ἀπεικὸς ὑπάρχειν καὶ τοῦτο συμβῆναι. νυνὶ μὲν οὖν ἀνεῳγμένων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν, τότε δὲ πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς, μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων. καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρῆνες καὶ αἱ Οἰνωτρίδες. αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μὲν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανόν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διῃρημένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. πλὴν εἴτε διὰ ταῦτα τοὔνομα τῇ πόλει γέγονεν, εἴτε διὰ τὴν ἐπιφάνειαν τῆς πόλεως ὡς ἂν βασίλειον τῇ Λατίνῃ φωνῇ προσαγορευσάντων Σαυνιτῶν διὰ τὸ τοὺς ἀρχηγέτας αὐτῶν κοινωνῆσαι Ῥωμαίοις τῆς πολιτείας καὶ ἐπὶ πολὺ χρήσασθαι τῇ Λατίνῃ διαλέκτῳ, πάρεστι σκοπεῖν, ὁποτέρως ἔχει τἀληθές. ἐπιφανῆ δʼ οὖν πόλιν οὖσαν καὶ πολλὰς μὲν πόλεις οἰκίσασαν πολλοὺς δʼ ἄνδρας παρασχομένην ἀξίους λόγου, τοὺς μὲν κατὰ πολιτικὴν ἀρετὴν τοὺς δὲ κατὰ παιδείαν, κατασκάψαι Διονύσιον αἰτιασάμενον, ὅτι αἰτησαμένῳ κόρην πρὸς γάμον τὴν τοῦ δημίου θυγατέρα προὔτειναν· ὁ δʼ υἱὸς αὐτοῦ μέρος τι τοῦ κτίσματος ἀναλαβὼν Φοιβίαν ἐκάλεσεν. ἐπὶ Πύρρου δʼ ἡ τῶν Καμπανῶν φρουρὰ παρασπονδηθέντας διέφθειρε τοὺς πλείστους· μικρὸν δὲ πρὸ τῶν Μαρσικῶν καὶ σεισμοὶ κατήρειψαν πολὺ τῆς κατοικίας. Πομπήιον δʼ ἐκβαλὼν τῆς Σικελίας ὁ Σεβαστὸς Καῖσαρ ὁρῶν λιπανδροῦσαν τὴν πόλιν συνοίκους ἔδωκεν αὐτῇ τῶν ἐκ τοῦ στόλου τινάς, καὶ νῦν ἱκανῶς εὐανδρεῖ.

Rhegium was founded by certain Chalcidenses, who, as they say, were decimated as an offering to Apollo in a time of scarcity, by order of an oracle, and afterwards removed hither from Delphi, taking with them certain others from home. As Antiochus says, the Zanclaeans sent for the Chalcidenses, and appointed Antimnestus chief over them. Certain fugitives of the Messenians of Peloponnesus accompanied this colony, who had been compelled to fly by those who refused to give satisfaction to the Lacedaemonians for the violation of the virgins at Limnae, whom they had abused when attending the religious festival, and had slain those who assisted them. However when the fugitives had removed to Macistus, they sent to the oracle complaining against Apollo and Diana for suffering these things to happen notwithstanding they so greatly honoured them, and inquiring how the devoted might be saved. Apollo commanded to send them with the Chalcidenses to Rhegium, and to be grateful, therefore, to his sister Diana for that they were not lost but saved, as they should not be destroyed with their country, which would be annihilated shortly after by the Spartans. They acted in accordance with the oracle, and thus it was that the rulers of the Rhegini were all of Messenian race until the time of Anaxilaus.

Antiochus asserts that anciently the whole of this district was inhabited by Sicilians and Morgetes; and that they afterwards passed into Sicily when they were expelled by the Oenotri. Some say that Morgantium thus received its name from the Morgetes. But the city of the Rhegini became very powerful, and possessed many dependent settlements. It has always been a bulwark for us against the island [of Sicily], and, indeed, has recently served to that purpose when Sextus Pompeins alienated Sicily. It was called Rhegium either, as Aeschylus says, because of the convulsion which had taken place in this region; for Sicily was broken from the continent by earthquakes, Whence it is called Rhegium. / Others, as well as he, have affirmed the same thing, and adduce as an evidence that which is observed about Aetna, and the appearances seen in other parts of Sicily, the Lipari and neighbouring islands, and even in the Pithecussae, with the whole coast beyond them, which prove that it was not unlikely that this convulsion had taken place. But now these mouths being opened, through which the fire is drawn up, and the ardent masses and water poured out, they say that the land in the neighbourhood of the Strait of Sicily rarely suffers from the effects of earthquakes; but formerly all the passages to the surface being blocked up, the fire which was smouldering beneath the earth, together with the vapour, occasioned terrible earthquakes, and the regions, being disturbed by the force of the pent-up winds, sometimes gave way, and being rent received the sea, which flowed in from either side; and thus were formed both this strait and the sea which surrounds the other islands in the neighbourhood. For Prochyta and the Pithecussae as well as Capreae, Leucosia, the Sirenes, and the Oenotrides, are but so many detached fragments from the continent, but other islands have risen from the bottom of the sea, a circumstance which frequently occurs in many places; for it is more reasonable to think that the islands in the midst of the sea have been raised up from the bottom, and that those which lie off headlands and are separated merely by a strait were broken off from them. Still it is beside our purpose to investigate thoroughly whether the name were given to the city for these causes, or whether it were named by the Samnites from the Latin word regium, which signifies royal, on account of its importance, for their chieftains participated in the privileges of citizenship with the Romans, and generally used the Latin language. But Dionysius (the elder), having been treated with contempt by them, destroyed the illustrious city which had founded many towns and produced many distinguished characters, whether statesmen or men of letters, for when he sought a consort from their city, they offered him the hangman’s daughter; but his son (Dionysius the younger) partly restored it, and called it Phoebia. During the war with Pyrrhus, a body of Campanians destroyed most of the citizens against the faith of treaties, and a little before the Marsic or social war, earthquakes destroyed most of the towns; but after Augustus Caesar had driven Sextus Pompeius out of Sicily, when he saw that the city was deficient of inhabitants, he appointed certain of those who accompanied the expedition to reside there, and it is now tolerably well peopled.

People and places in this passage

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.