ΑΘ. πάλιν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν ὁπόσα ἂν εἴη. τὸ μὲν δὴ μέγιστον ἐπιθυμία κρατοῦσα ψυχῆς ἐξηγριωμένης ὑπὸ πόθων· τοῦτο δʼ ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς, ἡ τῶν χρημάτων τῆς ἀπλήστου καὶ ἀπείρου κτήσεως ἔρωτας μυρίους ἐντίκτουσα δύναμις διὰ φύσιν τε καὶ ἀπαιδευσίαν τὴν κακήν. τῆς δὲ ἀπαιδευσίας ἡ τοῦ κακῶς ἐπαινεῖσθαι πλοῦτον αἰτία φήμη πρὸς τῶν Ἑλλήνων τε καὶ βαρβάρων· πρῶτον γὰρ τῶν ἀγαθῶν αὐτὸ προκρίνοντες, τρίτον ὄν, τούς τʼ ἐπιγιγνομένους λωβῶνται καὶ ἑαυτούς. τὸ γὰρ ἀληθὲς λέγεσθαι περὶ τοῦ πλούτου κατὰ πόλεις πάσας πάντων κάλλιστον καὶ ἄριστον, ὡς ἕνεκα σώματός ἐστι, καὶ σῶμα ψυχῆς ἕνεκα· ἀγαθῶν μὲν οὖν ὄντων ὧν ἕνεκα ὁ πλοῦτος εἶναι πέφυκε, τρίτον ἂν εἴη μετὰ σώματος ἀρετὴν καὶ ψυχῆς. διδάσκαλος οὖν ἂν ὁ λόγος οὗτος γίγνοιτο ὡς οὐ χρὴ πλουτεῖν ζητεῖν τὸν εὐδαίμονα ἐσόμενον, ἀλλὰ δικαίως πλουτεῖν καὶ σωφρόνως· καὶ φόνοι οὕτως οὐκ ἂν γίγνοιντο ἐν πόλεσιν φόνοις δεόμενοι καθαίρεσθαι. νῦν δέ, ὅπερ ἀρχόμενοι τούτων εἴπομεν, ἓν μὲν τοῦτʼ ἐστὶ καὶ μέγιστον ὃ ποιεῖ φόνου ἑκουσίου τὰς μεγίστας δίκας. δεύτερον δὲ φιλοτίμου ψυχῆς ἕξις, φθόνους ἐντίκτουσα, χαλεποὺς συνοίκους μάλιστα μὲν αὐτῷ τῷ κεκτημένῳ τὸν φθόνον, δευτέροις δὲ τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει. τρίτον δὲ οἱ δειλοὶ καὶ ἄδικοι φόβοι πολλοὺς δὴ φόνους εἰσὶν ἐξειργασμένοι, ὅταν ᾖ τῳ πραττόμενα ἢ πεπραγμένα ἃ μηδένα βούλονταί σφισιν συνειδέναι γιγνόμενα ἢ γεγονότα· τοὺς οὖν τούτων μηνυτὰς ἀναιροῦσι θανάτοις, ὅταν ἄλλῳ μηδενὶ δύνωνται τρόπῳ. τούτων δὴ πάντων πέρι προοίμια μὲν εἰρημένα ταῦτʼ ἔστω, καὶ πρὸς τούτοις, ὃν καὶ πολλοὶ λόγον τῶν ἐν ταῖς τελεταῖς περὶ τὰ τοιαῦτα ἐσπουδακότων ἀκούοντες σφόδρα πείθονται, τὸ τῶν τοιούτων τίσιν ἐν Ἅιδου γίγνεσθαι, καὶ πάλιν ἀφικομένοις δεῦρο ἀναγκαῖον εἶναι τὴν κατὰ φύσιν δίκην ἐκτεῖσαι, τὴν τοῦ παθόντος ἅπερ αὐτὸς ἔδρασεν, ὑπʼ ἄλλου τοιαύτῃ μοίρᾳ τελευτῆσαι τὸν τότε βίον.
Ath. First, let us once more state, as best we can, how many these causes are likely to be. The greatest is lust, which masters a soul that is made savage by desires; and it occurs especially in connection with that object for which the most frequent and intense craving afflicts the bulk of men,—the power which wealth possesses over them, owing to the badness of their nature and lack of culture, to breed in them countless lustings after its insatiable and endless acquisition. And of this lack of culture the cause is to be found in the ill-praising of wealth in the common talk of both Greeks and barbarians; for by exalting it as the first of “goods,” when it should come but third, they ruin both posterity and themselves. The noblest and best course of all in all States is that the truth should be stated about wealth,—namely, that it exists for the sake of the body, and the body for the sake of the soul; so that, while the objects for which it really exists are “goods,” yet wealth itself will come third, after goodness of body and of soul. So this law will serve as an instructor, to teach that the man who intends to be happy must seek not to be wealthy, but to be justly and temperately wealthy; and if this were so, no murders that needed purging by murders would occur in States. But, as things now stand, this love of riches is—as we said when we began this subject—one cause, and a very great cause, which produces the most serious of trials for willful murder. A second cause is the temper of the ambitious soul, which breeds envies that are dangerous associates for the man that feels the envy, in the first place, and dangerous also for the best citizens in the State. Thirdly, fears bred of cowardice and iniquity have wrought many murders,—in cases where men do or have done things concerning which they desire that no one should share their secret; consequently, if there are any who might expose their secret, they remove them by death, whenever they can do so by no other means. Concerning all these matters, the preludes mentioned shall be pronounced, and, in addition to them, that story which is believed by many when they hear it from the lips of those who seriously relate such things at their mystic rites,—that vengeance for such acts is exacted in Hades, and that those who return again to this earth are bound to pay the natural penalty,—each culprit the same, that is, which he inflicted on his victim,—and that their life on earth must end in their meeting a like fate at the hands of another.
ΑΘ. πειθομένῳ μὲν δὴ καὶ πάντως φοβουμένῳ ἐξ αὐτοῦ τοῦ προοιμίου τὴν τοιαύτην δίκην οὐδὲν δεῖ τὸν ἐπὶ τούτῳ νόμον ὑμνεῖν, ἀπειθοῦντι δὲ νόμος ὅδε εἰρήσθω τῇ γραφῇ· ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἱερὰ μήτε ἀγορὰν μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάντε τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή—ὁ γὰρ νόμος ἀπαγορεύει καὶ ἀπαγορεύων ὑπὲρ πάσης τῆς πόλεως ἀεὶ φαίνεταί τε καὶ φανεῖται —ὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸς ἀνεψιότητος, πρὸς ἀνδρῶν τε καὶ γυναικῶν προσήκων τῷ τελευτήσαντι, πρῶτον μὲν τὸ μίασμα εἰς αὑτὸν καὶ τὴν τῶν θεῶν ἔχθραν δέχοιτο, ὡς ἡ τοῦ νόμου ἀρὰ τὴν φήμην προτρέπεται, τὸ δὲ δεύτερον ὑπόδικος τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω. ὁ δὲ ἐθέλων τιμωρεῖν, τῶν τε ἐπὶ τούτοις λουτρῶν φυλακῆς πέρι καὶ ὅσων ἂν ἑτέρων ὁ θεὸς περὶ ταῦτα νόμιμα παραδῷ, πάντα ἀποτελῶν, καὶ τὴν πρόρρησιν προαγορεύων, ἴτω ἀναγκάζων τὸν δράσαντα ὑπέχειν τὴν τῆς δίκης πρᾶξιν κατὰ νόμον. ταῦτα δὲ ὅτι μὲν γίγνεσθαι χρεών ἐστι διά τινων ἐπευχῶν καὶ θυσιῶν θεοῖς τισιν οἷς τῶν τοιούτων μέλει, φόνους μὴ γίγνεσθαι κατὰ πόλεις, ῥᾴδιον ἀποφαίνεσθαι νομοθέτῃ· τίνες δʼ εἰσὶν οἱ θεοὶ καὶ τίς ὁ τρόπος τῶν τοιούτων δικῶν τῆς εἰσαγωγῆς ὀρθότατα πρὸς τὸ θεῖον ἂν γιγνόμενος εἴη, νομοφύλακες μετʼ ἐξηγητῶν καὶ μάντεων καὶ τοῦ θεοῦ νομοθετησάμενοι, τὰς δίκας εἰσαγόντων ταύτας. δικαστὰς δὲ αὐτῶν εἶναι τοὺς αὐτοὺς οὕσπερ τοῖς τὰ ἱερὰ συλῶσιν διαδικάζειν ἐρρήθη κυρίως· ὁ δὲ ὀφλὼν θανάτῳ ζημιούσθω καὶ μὴ ἐν τῇ τοῦ παθόντος χώρᾳ θαπτέσθω, ἀναιδείας ἕνεκα πρὸς τῷ ἀσεβεῖν. φυγὼν δὲ καὶ μὴ ʼθελήσας κρίσιν ὑποσχεῖν φευγέτω ἀειφυγίαν· ἐὰν δέ τις ἐπιβῇ που τῶν τῆς τοῦ φονευθέντος χώρας, ὁ προστυχὼν πρῶτος τῶν οἰκείων τοῦ ἀποθανόντος ἢ καὶ τῶν πολιτῶν ἀνατὶ κτεινέτω, ἢ δήσας τοῖς ἄρχουσι τῶν τὴν δίκην κρινάντων κτεῖναι παραδότω. ὁ δὲ ἐπισκηπτόμενος ἅμα καὶ κατεγγυάτω τὸν ᾧ ἂν ἐπισκήπτηται· ὁ δὲ παρεχέτω τοὺς ἐγγυητάς, ἀξιόχρεως οὓς ἂν ἡ τῶν περὶ ταῦτα δικαστῶν ἀρχὴ κρίνῃ, τρεῖς ἐγγυητὰς ἀξιόχρεως παρέξειν ἐγγυωμένους εἰς δίκην· ἐὰν δὲ ἢ μὴ ἐθέλῃ ἢ ἀδυνατῇ τις καθιστάναι, τὴν ἀρχὴν παραλαβοῦσαν δήσασαν φυλάττειν καὶ παρέχειν εἰς τὴν κρίσιν τῆς δίκης.
Ath. To him who obeys, and fully dreads such a penalty, there is no need to add to the prelude by reciting the law on the subject; but to the disobedient this is the law which shall be stated in the written code:—Whosoever of deliberate intent and unjustly slays with his own hand any of the tribesmen shall, in the first place, be debarred from the lawful assemblies, and shall not defile either temples or market or harbors or any other place of meeting, whether or not any person warns off the doer of such deeds—for he is warned off by the law, which is, and always will continue, warning him thus publicly, on behalf of the whole State; and the man who fails to prosecute him when he ought, or fails to warn him of the fact that he is thus debarred, if he be of kin to the dead man on either the male or female side, and not further removed than a cousin, shall, first, receive upon himself the defilement and the wrath of the gods, since the curse of the law brings also upon him that of the divine voice, and, secondly, he shall be liable to the action of whosoever pleases to punish him on behalf of the dead man. And he that wishes to punish him shall duly perform all that concerns the observance of the purifications proper therefore, and whatsoever else the god prescribes as lawful in these cases, and he shall recite the pronouncement of warning; and thus he shall go and compel the culprit to submit to the execution of the penalty according to law. That it is necessary that these proceedings should be accompanied by certain invocations and sacrifices to those gods whose concern it is that murders should not occur in States, it is easy for the lawgiver to demonstrate: who these gods are, and what method for bringing such prosecutions would be the most correct in point of ritual,—this the Law-wardens, in conjunction with the interpreters and seers and with the god, shall ordain; and so they shall bring these prosecutions. And the judges in these cases shall be the same persons who form—as we described—the final court of trial for robbers of temples. He that is convicted shall be punished by death, and he shall not be buried in the land of the victim, because of the shamelessness as well as impiety of his act. If the culprit flees and refuses to come up for judgment, he shall be exiled with an unending exile; and if any such person sets foot in the country of the murdered man, he of the dead man’s relatives or of the citizens that first meets with him shall slay him with impunity, or else bind him and hand him over to those magistrates who have judged the case, to be slain. The prosecutor, in a murder-charge, must at once demand bail from the defendant; and the latter shall provide three substantial securities—as approved by the court of the judges in such cases—, who guarantee to produce him at the trial; and if a man be unwilling or unable to provide these sureties, the court must take, bind and keep him, and produce him at the trial of the case.
ΑΘ. ἐὰν δὲ αὐτόχειρ μὲν μή, βουλεύσῃ δὲ θάνατόν τις ἄλλος ἑτέρῳ καὶ τῇ βουλήσει τε καὶ ἐπιβουλεύσει ἀποκτείνας αἴτιος ὢν καὶ μὴ καθαρὸς τὴν ψυχὴν τοῦ φόνου ἐν πόλει ἐνοικῇ, γιγνέσθων καὶ τούτῳ κατὰ ταὐτὰ αἱ κρίσεις τούτων πέρι πλὴν τῆς ἐγγύης, τῷ δὲ ὀφλόντι ταφῆς τῆς οἰκείας ἐξέστω τυχεῖν, τὰ δὲ ἄλλα κατὰ ταὐτὰ ὡσαύτως τῷ πρόσθεν ῥηθέντι περὶ αὐτὸν γιγνέσθω. τὰ αὐτὰ δὲ ἔστω ταῦτα ξένοισί τε πρὸς ξένους καὶ ἀστοῖσι καὶ ξένοις πρὸς ἀλλήλους, δούλοις τε αὖ πρὸς δούλους, τῆς τε αὐτοχειρίας πέρι καὶ ἐπιβουλεύσεως, πλὴν τῆς ἐγγύης· ταύτην δέ, καθάπερ εἴρηται, τοὺς αὐτόχειρας κατεγγυᾶσθαι, τὸν δὲ προαγορεύοντα τὸν φόνον ἅμα κατεγγυᾶν καὶ τούτους. ἐὰν δὲ δοῦλος ἐλεύθερον ἑκών, εἴτε αὐτόχειρ εἴτε βουλεύσας, ἀποκτείνῃ καὶ ὄφλῃ τὴν δίκην, ὁ τῆς πόλεως κοινὸς δήμιος ἄγων πρὸς τὸ μνῆμα τοῦ ἀποθανόντος, ὅθεν ἂν ὁρᾷ τὸν τύμβον, μαστιγώσας ὁπόσας ἂν ὁ ἑλὼν προστάττῃ, ἐάνπερ βιῷ παιόμενος ὁ φονεύς, θανατωσάτω. ἐὰν δέ τις δοῦλον κτείνῃ μηδὲν ἀδικοῦντα, φόβῳ δὲ μὴ μηνυτὴς αἰσχρῶν ἔργων καὶ κακῶν αὐτοῦ γίγνηται, ἤ τινος ἕνεκα ἄλλου τοιούτου, καθάπερ ἂν εἰ πολίτην κτείνας ὑπεῖχε φόνου δίκας, ὡσαύτως καὶ τοῦ τοιούτου δούλου κατὰ τὰ αὐτὰ ἀποθανόντος οὕτως ὑπεχέτω.ἐὰν δὲ δὴ γίγνηται ἐφʼ οἷσι καὶ νομοθετεῖν δεινὸν καὶ οὐδαμῶς προσφιλές, μὴ νομοθετεῖν δὲ ἀδύνατον, συγγενῶν αὐτόχειρας φόνους ἢ διʼ ἐπιβουλεύσεως γενομένους, ἑκουσίους τε καὶ ἀδίκους πάντως, οἳ τὰ μὲν πολλὰ ἐν κακῶς οἰκούσαις καὶ τρεφομέναις γίγνονται πόλεσιν, γένοιτο δʼ ἄν πού τι καὶ ἐν ᾗ μή τις ἂν προσδοκήσειεν χώρᾳ, λέγειν μὲν δὴ χρεὼν αὖ πάλιν τὸν ἔμπροσθε σμικρῷ ῥηθέντα λόγον, ἂν ἄρα τις ἀκούων ἡμῶν οἷος ἀποσχέσθαι γένηται μᾶλλον ἑκὼν διὰ τὰ τοιαῦτα φόνων τῶν πάντῃ ἀνοσιωτάτων. ὁ γὰρ δὴ μῦθος ἢ λόγος, ἢ ὅτι χρὴ προσαγορεύειν αὐτόν, ἐκ παλαιῶν ἱερέων εἴρηται σαφῶς, ὡς ἡ τῶν συγγενῶν αἱμάτων τιμωρὸς δίκη ἐπίσκοπος νόμῳ χρῆται τῷ νυνδὴ λεχθέντι καὶ ἔταξεν ἄρα δράσαντί τι τοιοῦτον παθεῖν ταὐτὰ ἀναγκαίως ἅπερ ἔδρασεν· εἰ πατέρα ἀπέκτεινέν ποτέ τις, αὐτὸν τοῦτο ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα ἔν τισι χρόνοις, κἂν εἰ μητέρα, γενέσθαι τε αὐτὸν θηλείας μετασχόντα φύσεως ἀναγκαῖον, γενόμενόν τε ὑπὸ τῶν γεννηθέντων λιπεῖν τὸν βίον ἐν χρόνοις ὑστέροις·
Ath. If a man does not slay another with his own hand, but plots death for him, and after killing him by design and plotting resides in the State, being responsible for the murder and not innocent or pure of heart in respect of it,—in his case the prosecutions on this charge shall proceed in the same way, except in the matter of bail. And the person convicted shall be allowed to have burial at home; but all else shall be carried out in his case in the same way as in the case last described. And these same regulations shall govern all cases where Strangers are at law with Strangers, or citizens and Strangers at law with each other, or slaves with slaves, in respect both of actual murder and of plotting to murder, except as regards bail; and as to this, just as it has been said that the actual murderers must be secured by guarantors, so these persons too must provide security to the person who proclaims the murder. If a slave willfully slay a free man, either by his own hand or by plotting, and be convicted at the trial, the public executioner of the State shall drag him in the direction of the tomb of the dead man to a spot from which he can see the tomb, and there scourge him with as many stripes as the prosecutor shall prescribe; and if the murderer be still alive after the beating, he shall put him to death. And if a man kill a slave when he is doing no wrong, actuated by fear lest the slave should expose his own foul and evil deeds, or for any other such reason, just as he would have been liable to a charge of murder for slaying a citizen, so likewise he shall be liable in the same way for the death of such a slave. Should cases occur of a kind for which it is a formidable and most unwelcome task to legislate, and yet impossible not to legislate,—such as murders of kinsfolk, either by a man’s own hand or by plotting, which are wholly willful and wicked,—crimes that occur for the most part in States with bad organization and nurture, but may occur at times even in a country where one would not expect them,—we must again recite the story we uttered a moment ago, if haply anyone, on hearing us, may become more strongly disposed in consequence voluntarily to abstain from murders of the most impious kind. The myth or story (or whatever one should call it) has been clearly stated, as derived from ancient priests, to the effect that Justice, the avenger of kindred blood, acting as overseer, employs the law just mentioned, and has ordained that the doer of such a deed must of necessity suffer the same as he has done: if ever a man has slain his father, he must endure to suffer the same violent fate at his own children’s hands in days to come; or if he has slain his mother, he must of necessity come to birth sharing in the female nature, and when thus born be removed from life by the hands of his offspring in afterdays;
ΑΘ. τοῦ γὰρ κοινοῦ μιανθέντος αἵματος οὐκ εἶναι κάθαρσιν ἄλλην, οὐδὲ ἔκπλυτον ἐθέλειν γίγνεσθαι τὸ μιανθὲν πρὶν φόνον φόνῳ ὁμοίῳ ὅμοιον ἡ δράσασα ψυχὴ τείσῃ καὶ πάσης τῆς συγγενείας τὸν θυμὸν ἀφιλασαμένη κοιμίσῃ. ταῦτα δὴ παρὰ θεῶν μέν τινα φοβούμενον τὰς τιμωρίας εἴργεσθαι χρὴ τὰς τοιαύτας· εἰ δέ τινας οὕτως ἀθλία συμφορὰ καταλάβοι, ὥστε πατρὸς ἢ μητρὸς ἢ ἀδελφῶν ἢ τέκνων ἐκ προνοίας ἑκουσίως ψυχὴν τολμῆσαι ἀποστερεῖν σώματος, ὁ παρὰ τοῦ θνητοῦ νομοθέτου νόμος ὧδε περὶ τῶν τοιούτων νομοθετεῖ, Προρρήσεις μὲν τὰς περὶ τῶν νομίμων εἴργεσθαι καὶ ἐγγύας τὰς αὐτὰς εἶναι καθάπερ ἐρρήθη τοῖς ἔμπροσθεν· ἐὰν δέ τις ὄφλῃ φόνου τοιούτου, τούτων κτείνας τινά, οἱ μὲν τῶν δικαστῶν ὑπηρέται καὶ ἄρχοντες ἀποκτείναντες, εἰς τεταγμένην τρίοδον ἔξω τῆς πόλεως ἐκβαλλόντων γυμνόν, αἱ δὲ ἀρχαὶ πᾶσαι ὑπὲρ ὅλης τῆς πόλεως, λίθον ἕκαστος φέρων, ἐπὶ τὴν κεφαλὴν τοῦ νεκροῦ βάλλων ἀφοσιούτω τὴν πόλιν ὅλην, μετὰ δὲ τοῦτο εἰς τὰ τῆς χώρας ὅρια φέροντες ἐκβαλλόντων τῷ νόμῳ ἄταφον.τὸν δὲ δὴ πάντων οἰκειότατον καὶ λεγόμενον φίλτατον ὃς ἂν ἀποκτείνῃ, τί χρὴ πάσχειν; λέγω δὲ ὃς ἂν ἑαυτὸν κτείνῃ, τὴν τῆς εἱμαρμένης βίᾳ ἀποστερῶν μοῖραν, μήτε πόλεως ταξάσης δίκῃ, μήτε περιωδύνῳ ἀφύκτῳ προσπεσούσῃ τύχῃ ἀναγκασθείς, μηδὲ αἰσχύνης τινὸς ἀπόρου καὶ ἀβίου μεταλαχών, ἀργίᾳ δὲ καὶ ἀνανδρίας δειλίᾳ ἑαυτῷ δίκην ἄδικον ἐπιθῇ. τούτῳ δὴ τὰ μὲν ἄλλα θεὸς οἶδεν ἃ χρὴ νόμιμα γίγνεσθαι περὶ καθαρμούς τε καὶ ταφάς, ὧν ἐξηγητάς τε ἅμα καὶ τοὺς περὶ ταῦτα νόμους ἐπανερομένους χρὴ τοὺς ἐγγύτατα γένει ποιεῖν αὐτοῖσιν κατὰ τὰ προσταττόμενα· τάφους δʼ εἶναι τοῖς οὕτω φθαρεῖσι πρῶτον μὲν κατὰ μόνας μηδὲ μεθʼ ἑνὸς συντάφου, εἶτα ἐν τοῖς τῶν δώδεκα ὁρίοισι μερῶν τῶν ὅσα ἀργὰ καὶ ἀνώνυμα θάπτειν ἀκλεεῖς αὐτούς, μήτε στήλαις μήτε ὀνόμασι δηλοῦντας τοὺς τάφους. ἐὰν δʼ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινά, πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὀφλὸν ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι.
Ath. for of the pollution of common blood there is no other purification, nor does the stain of pollution admit of being washed off before the soul which committed the act pays back murder for murder, like for like, and thus by propitiation lays to rest the wrath of all the kindred. Wherefore, in dread of such vengeances from Heaven a man should refrain himself; if, however, any should be overtaken by a disaster so lamentable that they have the audacity deliberately and of free will to reave soul from body for father, mother, brethren or children, in such cases the ordinance of the law of the mortal lawgiver stands thus:— The warnings of exclusion from customary places, and the sureties, are the same as those prescribed for former cases; and if any man be convicted of such a murder, and of having slain any of the persons named, the officers of the judges and magistrates shall kill him and cast him out naked at an appointed cross-roads outside the city; and all the magistrates, acting on behalf of the whole State, shall take each a stone and cast it on the head of the corpse, and thus make atonement for the whole State; and after this they shall carry the corpse to the borders of the land and cast it out unburied, according to law. Now he that slays the person who is, as men say, nearest and dearest of all,—what penalty should he suffer? I mean the man that slays himself,—violently robbing himself of his Fate-given share of life, when this is not legally ordered by the State, and when he is not compelled to it by the occurrence of some intolerable and inevitable misfortune, nor by falling into some disgrace that is beyond remedy or endurance,—but merely inflicting upon himself this iniquitous penalty owing to sloth and unmanly cowardice. In this case, the rest of the matters—concerning the rules about rites of purification and of burial—come within the cognizance of the god, and regarding these the next of kin must seek information from the interpreters and the laws dealing with these matters, and act in accordance with their instructions: but for those thus destroyed the tombs shall be, first, in an isolated position with not even one adjacent, and, secondly, they shall be buried in those borders of the twelve districts which are barren and nameless, without note, and with neither headstone nor name to indicate the tombs. If a mule or any other animal murder anyone,— except when they do it when taking part in a public competition,—the relatives shall prosecute the slayer for murder, and so many of the land-stewards as are appointed by the relatives shall decide the case, and the convicted beast they shall kill and cast out beyond the borders of the country.