Plato · Laws Νόμοι

Plato, Laws 828a–831e: Book VIII: The festivals and the twelve gods; practice in war as a part of religion

The Athenian says that, with the help of the Delphic oracles, they must lay down the festivals and what sacrifices are to be offered to which gods, and that there are to be not less than 365 feasts, so that some official is always sacrificing to some god or daemon for the state. He says that the law will state that there are twelve feasts to the twelve gods who give their names to the tribes, and that the rites of the gods below the earth must be kept apart from those of the gods of heaven, and put in the twelfth month, which is sacred to Pluto, who should be honoured as always most good by warriors. He says that the citizens must have leisure and training to hold their own against any state and that the lawgiver must ask what men he is to rear, since they will compete in the greatest of contests against countless enemies. He prescribes sham fights with balls and darts, as near real fighting as possible, for the young, and festivals for exercise in arms.

Sections 828a–831e · 1669 words · click a number to copy its link

ΑΘ. τούτων μὴν ἐχόμενά ἐστιν τάξασθαι μὲν καὶ νομοθετήσασθαι ἑορτὰς μετὰ τῶν ἐκ Δελφῶν μαντειῶν, αἵτινες θυσίαι καὶ θεοῖς οἷστισιν ἄμεινον καὶ λῷον θυούσῃ τῇ πόλει γίγνοιντʼ ἄν· πότε δὲ καὶ πόσαι τὸν ἀριθμόν, σχεδὸν ἴσως ἡμέτερον ἂν νομοθετεῖν ἔνιά γʼ αὐτῶν εἴη.

ΚΛ. τάχʼ ἂν τὸν ἀριθμόν.

ΑΘ. τὸν ἀριθμὸν δὴ λέγωμεν πρῶτον· ἔστωσαν γὰρ τῶν μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων μηδὲν ἀπολείπουσαι, ὅπως ἂν μία γέ τις ἀρχὴ θύῃ θεῶν ἢ δαιμόνων τινὶ ἀεὶ ὑπὲρ πόλεώς τε καὶ αὐτῶν καὶ κτημάτων. ταῦτα δὲ συνελθόντες ἐξηγηταὶ καὶ ἱερεῖς ἱέρειαί τε καὶ μάντεις μετὰ νομοφυλάκων ταξάντων ἃ παραλείπειν ἀνάγκη τῷ νομοθέτῃ· καὶ δὴ καὶ αὐτοῦ τούτου χρὴ γίγνεσθαι ἐπιγνώμονας τοῦ παραλειπομένου τούτους τοὺς αὐτούς. ὁ μὲν γὰρ δὴ νόμος ἐρεῖ δώδεκα μὲν ἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμος ᾖ, θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας. ἔτι δὲ καὶ τὸ τῶν χθονίων καὶ ὅσους αὖ θεοὺς οὐρανίους ἐπονομαστέον καὶ τὸ τῶν τούτοις ἑπομένων οὐ συμμεικτέον ἀλλὰ χωριστέον, ἐν τῷ τοῦ Πλούτωνος μηνὶ τῷ δωδεκάτῳ κατὰ τὸν νόμον ἀποδιδόντας, καὶ οὐ δυσχεραντέον πολεμικοῖς ἀνθρώποις τὸν τοιοῦτον θεόν, ἀλλὰ τιμητέον ὡς ὄντα ἀεὶ τῷ τῶν ἀνθρώπων γένει ἄριστον· κοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν ᾗ κρεῖττον, ὡς ἐγὼ φαίην ἂν σπουδῇ λέγων.

Ath. Our next task is, with the help of the Delphic oracles, to arrange and ordain by law the festivals, prescribing what sacrifices, and to what deities, it will be good and right for the State to offer: the times and the number of them, however, it is, no doubt, our own business to ordain by ourselves.

Clin. Very likely, as regards the number of them.

Ath. Then let us first state the number. There shall be not less than 365 feasts, so that some one official may always be doing sacrifice to some god or daemon on behalf of the State, the people, and their property. The interpreters, the priests, the priestesses and the prophets shall assemble, and, in company with the Law-wardens, they shall ordain what the lawgiver is obliged to omit: moreover, these same persons shall determine wherein such omissions consist. For the law will state that there are twelve feasts to the twelve gods who give their names to the several tribes: to each of these they shall perform monthly sacrifices and assign choirs and musical contests, and also gymnastic contests, as is suitable both to the gods themselves and to the several seasons of the year; and they shall ordain also women’s festivals, prescribing how many of these shall be for women only, and how many open also to men. Further, they must determine, in conformity with the law, the rites proper to the nether gods, and how many of the celestial gods should be invoked, and what of the rites connected with them should not be mingled but kept apart, and put them in the twelfth month, which is sacred to Pluto; and this god should not be disliked by men who are warriors, but honored as one who is always most good to the human race; for, as I would assert in all seriousness, union is in no way better for soul and body than dissolution.

ΑΘ. πρὸς τούτοις δὲ διάνοιαν χρὴ σχεῖν τοὺς διαιρήσοντας ἱκανῶς ταῦτα τοιάνδε, ὡς ἔσθʼ ἡμῖν ἡ πόλις οἵαν οὐκ ἄν τις ἑτέραν εὕροι τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας, δεῖ δὲ αὐτήν, καθάπερ ἕνα ἄνθρωπον, ζῆν εὖ· τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήθʼ ἑαυτοὺς ἀδικεῖν μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν· ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν ᾖ κακή. τούτων δὲ ταύτῃ σχεδὸν ἐχόντων, οὐκ ἐν πολέμῳ τὸν πόλεμον ἑκάστοις γυμναστέον, ἀλλʼ ἐν τῷ τῆς εἰρήνης βίῳ. δεῖ τοίνυν πόλιν ἑκάστου μηνὸς νοῦν κεκτημένην στρατεύεσθαι μὴ ἔλαττον μιᾶς ἡμέρας, πλείους δέ, ὡς ἂν καὶ τοῖς ἄρχουσιν συνδοκῇ, μηδὲν χειμῶνας ἢ καύματα διευλαβουμένους, αὐτούς τε ἅμα καὶ γυναῖκας καὶ παῖδας, ὅταν ὡς πανδημίαν ἐξάγειν δόξῃ τοῖς ἄρχουσιν, τοτὲ δὲ καὶ κατὰ μέρη· καί τινας ἀεὶ παιδιὰς μηχανᾶσθαι καλὰς ἅμα θυσίαις, ὅπως ἂν γίγνωνται μάχαι τινὲς ἑορταστικαί, μιμούμεναι τὰς πολεμικὰς ὅτι μάλιστα ἐναργῶς μάχας. νικητήρια δὲ καὶ ἀριστεῖα ἑκάστοισι τούτων δεῖ διανέμειν ἐγκώμιά τε καὶ ψόγους ποιεῖν ἀλλήλοις, ὁποῖός τις ἂν ἕκαστος γίγνηται κατά τε τοὺς ἀγῶνας ἐν παντί τε αὖ τῷ βίῳ, τόν τε ἄριστον δοκοῦντα εἶναι κοσμοῦντας καὶ τὸν μὴ ψέγοντας. ποιητὴς δὲ ἔστω τῶν τοιούτων μὴ ἅπας, ἀλλὰ γεγονὼς πρῶτον μὲν μὴ ἔλαττον πεντήκοντα ἐτῶν, μηδʼ αὖ τῶν ὁπόσοι ποίησιν μὲν καὶ μοῦσαν ἱκανῶς κεκτημένοι ἐν αὑτοῖς εἰσιν, καλὸν δὲ ἔργον καὶ ἐπιφανὲς μηδὲν δράσαντες πώποτε· ὅσοι δὲ ἀγαθοί τε αὐτοὶ καὶ τίμιοι ἐν τῇ πόλει, ἔργων ὄντες δημιουργοὶ καλῶν, τὰ τῶν τοιούτων ᾀδέσθω ποιήματα, ἐὰν καὶ μὴ μουσικὰ πεφύκῃ. κρίσις δὲ αὐτῶν ἔστω παρά τε τῷ παιδευτῇ καὶ τοῖς ἄλλοις νομοφύλαξι, τοῦτο ἀποδιδόντων αὐτοῖς γέρας, παρρησίαν ἐν μούσαις εἶναι μόνοις, τοῖς δὲ ἄλλοις μηδεμίαν ἐξουσίαν γίγνεσθαι, μηδέ τινα τολμᾶν ᾄδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδʼ ἂν ἡδίων ᾖ τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων, ἀλλʼ ὅσα τε ἱερὰ κριθέντα ποιήματα ἐδόθη τοῖς θεοῖς, καὶ ὅσα ἀγαθῶν ὄντων ἀνδρῶν ψέγοντα ἢ ἐπαινοῦντά τινας ἐκρίθη μετρίως δρᾶν τὸ τοιοῦτον. τὰ αὐτὰ δὲ λέγω στρατείας τε πέρι καὶ τῆς ἐν ποιήσεσι παρρησίας γυναιξί τε καὶ ἀνδράσιν ὁμοίως γίγνεσθαι δεῖν.

Ath. Moreover, if they are to arrange these matters adequately, these persons must believe that no other State exists which can compare with ours in respect of the degree in which it possesses leisure and control over the necessities of life; and believe also that it, like an individual, ought to lead a good life. But for a good and blessed life, the first requisite is neither to do wrong oneself nor to suffer wrong from others. Of these, the former is not very hard, but it is very hard to secure immunity from suffering wrong; indeed, it is impossible to gain this perfectly, except by becoming perfectly good. So likewise a State may obtain a life of peace if it becomes good, but if bad, a life of war both abroad and at home. This being so, all men must train for war not in war-time, but while they are living in peace. Therefore, a judicious State must carry out a march, every month, for not less than one whole day, or more (according as the rulers decree), paying no heed to cold weather or hot: all shall join in it—men, women and children—whenever the rulers decide to march them out en masse, and at other times they shall go in sections. Along with sacrifices, they must continually devise noble games, to serve as festival-contests, modelled as closely as possible on those of war. At each of these they must distribute prizes and awards of merit, and compose for one another speeches of praise and blame, according to the character each one exhibits not only in the contests, but in his life generally, magnifying him who is accounted most good and blaming him who is not. Such speeches not everyone shall compose; for, first, no one who is under fifty years old shall compose one, and further, no one shall do so who, though he may be fully proficient in poetry and music, has not as yet performed any noble or notable deed. But, even though they be not musical, those poems shall be sung which are composed by men who are personally good and honored in the State as performers of noble deeds. The adjudication of these shall lie with the Educator and the rest of the Law-wardens, who shall grant them the sole privilege of free speech in song; whereas to the others no permission shall be given; nor yet shall anyone venture to sing an unauthorized song— not even should it be sweeter than the hymns of Orpheus or of Thamyras,—but only such sacred poems as have won the judges’ approval and have been presented to the gods, or those by good men which have been adjudged to have duly distributed praise or blame. In regard both to military operations and to freedom of poetic speech I state that the same rules shall apply equally to both men and women.

ΑΘ. χρὴ δὲ ἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην τῷ λόγῳ· φέρε, τίνας ποτὲ τρέφω τὴν πόλιν ὅλην παρασκευάσας; ἆρʼ οὐκ ἀθλητὰς τῶν μεγίστων ἀγώνων, οἷς ἀνταγωνισταὶ μυρίοι ὑπάρχουσι; καὶ πάνυ γε, φαίη τις ἂν ὀρθῶς λέγων. τί δῆτα; εἰ πύκτας ἢ παγκρατιαστὰς ἐτρέφομεν ἤ τι τῶν τοιούτων ἕτερον ἀγωνισμάτων ἀθλοῦντας, ἆρα εἰς αὐτὸν ἂν ἀπηντῶμεν τὸν ἀγῶνα, ἐν τῷ πρόσθεν χρόνῳ οὐδενὶ καθʼ ἡμέραν προσμαχόμενοι; ἢ πύκται γε ὄντες παμπόλλας ἂν ἡμέρας ἔμπροσθεν τοῦ ἀγῶνος ἐμανθάνομέν τε ἂν μάχεσθαι καὶ διεπονούμεθα, μιμούμενοι πάντα ἐκεῖνα ὁπόσοις ἐμέλλομεν εἰς τότε χρήσεσθαι περὶ τῆς νίκης διαμαχόμενοι, καὶ ὡς ἐγγύτατα τοῦ ὁμοίου ἰόντες, ἀντὶ ἱμάντων σφαίρας ἂν περιεδούμεθα, ὅπως αἱ πληγαί τε καὶ αἱ τῶν πληγῶν εὐλάβειαι διεμελετῶντο εἰς τὸ δυνατὸν ἱκανῶς, εἴ τέ τις ἡμῖν συγγυμναστῶν συνέβαινεν ἀπορία πλείων, ἆρʼ ἂν δείσαντες τὸν τῶν ἀνοήτων γέλωτα οὐκ ἂν ἐτολμῶμεν κρεμαννύντες εἴδωλον ἄψυχον γυμνάζεσθαι πρὸς αὐτό; καὶ ἔτι πάντων τῶν τε ἐμψύχων καὶ τῶν ἀψύχων ἀπορήσαντές ποτε, ἐν ἐρημίᾳ συγγυμναστῶν ἆρά γε οὐκ ἐτολμήσαμεν ἂν αὐτοὶ πρὸς ἡμᾶς αὐτοὺς σκιαμαχεῖν ὄντως; ἢ τί ποτε ἄλλο τὴν τοῦ χειρονομεῖν μελέτην ἄν τις φαίη γεγονέναι;

ΚΛ. σχεδόν, ὦ ξένε, οὐδὲν ἄλλο γε πλὴν τοῦτο αὐτὸ ὃ σὺ νῦν ἔφθεγξαι.

ΑΘ. τί οὖν; τὸ τῆς πόλεως ἡμῖν μάχιμον ἦ χεῖρόν τι παρασκευασάμενον τῶν τοιούτων ἀγωνιστῶν εἰς τὸν μέγιστον τῶν ἀγώνων ἑκάστοτε τολμήσει παριέναι, διαμαχούμενον περὶ ψυχῆς καὶ παίδων καὶ χρημάτων καὶ ὅλης τῆς πόλεως; καὶ ταῦτα δὴ φοβηθεὶς αὐτῶν ὁ νομοθέτης τὰ πρὸς ἀλλήλους γυμνάσια μὴ φαίνηταί τισιν γελοῖα, οὐκ ἄρα νομοθετήσει, στρατεύεσθαι προστάττων μάλιστα μὲν ἑκάστης ἡμέρας τά γε σμικρὰ χωρὶς τῶν ὅπλων, χορούς τε εἰς ταῦτα ἅμα καὶ γυμναστικὴν πᾶσαν συντείνων, τὰς δὲ οἷόν τινας μείζους τε καὶ ἐλάττους γυμνασίας μὴ ἔλαττον ἢ κατὰ μῆνα ἕκαστον ποιεῖσθαι προστάξει, ἁμίλλας τε πρὸς ἀλλήλους ποιουμένους κατὰ πᾶσαν τὴν χώραν, ἐπὶ κατάληψιν χωρίων ἁμιλλωμένους καὶ ἐνέδρας, καὶ πᾶσαν μιμουμένους τὴν πολεμικήν,

Ath. The lawgiver ought to commune with himself and reason thus—“Come now, what men am I to rear up, when I have made ready the whole State? Are they not to be competitors in the greatest of contests, wherein their antagonists will be numberless?” “Most certainly,” one would rightly reply. What then? Suppose we had been rearing boxers or pancratiasts or competitors in any similar branch of athletics, should we have gone straight into the contest without previously engaging in daily combat with someone? If we were boxers, for a great many days before the contest we should have been learning how to fight, and working hard, practicing in mimicry all those methods we meant to employ on the day we should be fighting for victory, and imitating the real thing as nearly as possible: thus, we should don padded gloves instead of proper ring-gloves, so as to get the best possible practice in giving blows and dodging them; and if we chanced to be very short of training-mates, do you suppose that we should be deterred by fear of the laughter of fools from hanging up a lifeless dummy and practicing on it? Indeed, if ever we were in a desert, and without either live or lifeless training-mates, would we not have recourse to shadow-fighting of the most literal kind, against ourselves? Or what else should one call the practice of pugilistic posturing?

Clin. There is no other name for it, Stranger, than the one you have just given to it.

Ath. What then? Is the fighting force of our State to venture to come forward every time to fight for their lives, their children, their goods, and for the whole State, after a less thorough preparation than the competitors we have been describing? And so is their lawgiver, through fear lest these training-bouts may appear ridiculous to some, to refrain from laying down laws whereby he will ordain field-operations, of which the minor kind, without heavy arms, will take place daily, if possible,—and to this end both the choristry and all the gymnastic shall be directed,—while the others, as a major kind of gymnastics in full armor, he shall order to be held at least once a month? In this latter kind they will engage in contests with one another throughout the whole country, contending in the capturing of forts and in ambuscades and in all forms of mimic warfare;

ΑΘ. ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ καὶ ἀτιμίας διανέμων ὀρθῶς, τὴν πόλιν ὅλην εἰς τὸν ἀληθινὸν ἀγῶνα διὰ βίου παρασκευάζῃ χρησίμην, καὶ δὴ καί τινος ἀποθανόντος οὕτως, ὡς ἀκουσίου τοῦ φόνου γενομένου, τιθῇ τὸν ἀποκτείναντα κατὰ νόμον καθαρθέντα καθαρὸν εἶναι χεῖρας, ἡγούμενος ἀνθρώπων μὲν τελευτησάντων μὴ πολλῶν, ἑτέρους πάλιν οὐ χείρους φύσεσθαι, φόβου δὲ οἷον τελευτήσαντος, ἐν πᾶσιν τοῖς τοιούτοις βάσανον οὐχ εὑρήσειν τῶν τε ἀμεινόνων καὶ χειρόνων, οὐ σμικρῷ πόλει μεῖζον κακὸν ἐκείνου;

ΚΛ. συμφαῖμεν ἂν ἡμεῖς γε, ὦ ξένε, τὰ τοιαῦτα δεῖν καὶ νομοθετεῖν καὶ ἐπιτηδεύειν πόλιν ἅπασαν.

ΑΘ. ἆρʼ οὖν γιγνώσκομεν ἅπαντες τὴν αἰτίαν διότι ποτὲ νῦν ἐν ταῖς πόλεσιν ἡ τοιαύτη χορεία καὶ ἀγωνία σχεδὸν οὐδαμῇ οὐδαμῶς ἐστιν, εἰ μὴ πάνυ τι σμικρά; ἢ φῶμεν διʼ ἀμαθίαν τῶν πολλῶν καὶ τῶν τιθέντων αὐτοῖς τοὺς νόμους;

ΚΛ. τάχʼ ἄν.

ΑΘ. οὐδαμῶς, ὦ μακάριε Κλεινία· δύο δὲ χρὴ φάναι τούτων αἰτίας εἶναι καὶ μάλα ἱκανάς.

ΚΛ. ποίας;

ΑΘ. τὴν μὲν ὑπʼ ἔρωτος πλούτου πάντα χρόνον ἄσχολον ποιοῦντος τῶν ἄλλων ἐπιμελεῖσθαι πλὴν τῶν ἰδίων κτημάτων, ἐξ ὧν κρεμαμένη πᾶσα ψυχὴ πολίτου παντὸς οὐκ ἄν ποτε δύναιτο τῶν ἄλλων ἐπιμέλειαν ἴσχειν πλὴν τοῦ καθʼ ἡμέραν κέρδους· καὶ ὅτι μὲν πρὸς τοῦτο φέρει μάθημα ἢ καὶ ἐπιτήδευμα, ἰδίᾳ πᾶς μανθάνειν τε καὶ ἀσκεῖν ἑτοιμότατός ἐστιν, τῶν δὲ ἄλλων καταγελᾷ. τοῦτο μὲν ἓν καὶ ταύτην μίαν αἰτίαν χρὴ φάναι τοῦ μήτε τοῦτο μήτʼ ἄλλο μηδὲν καλὸν κἀγαθὸν ἐθέλειν ἐπιτήδευμα πόλιν σπουδάζειν, ἀλλὰ διὰ τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου ἀπληστίαν πᾶσαν μὲν τέχνην καὶ μηχανήν, καλλίω τε καὶ ἀσχημονεστέραν, ἐθέλειν ὑπομένειν πάντα ἄνδρα, εἰ μέλλει πλούσιος ἔσεσθαι, καὶ πρᾶξιν πράττειν ὅσιόν τε καὶ ἀνόσιον καὶ πάντως αἰσχράν, μηδὲν δυσχεραίνοντα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίῳ τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρασχεῖν πλησμονήν.

ΚΛ. ὀρθῶς.

Ath. in fact, they shall do literal fighting with balls and darts as nearly real as possible,—though the points of the darts shall be made less dangerous,—in order that their games of combat may not be devoid of some element of alarm, but may provide terrors and indicate to some extent who is stout-hearted and who not: to the former the lawgiver shall duly assign honors, to the latter degradation, that thus he may prepare the whole State to be serviceable throughout life in the real contest. Moreover, if a man gets killed in these sham fights, inasmuch as the murder is involuntary, he shall pronounce the slayer to be pure of hands, when he has been legally purified; for he will reflect that, when a few men die, others equally good will grow up in their place, whereas, once fear is, so to speak, dead, he will be unable to find a test to distinguish, in all such cases, the good from the bad,— and that is a far greater evil than the other for a State.

Clin. We, at least, Stranger, would certainly agree that every State should both ordain and practice these things.

Ath. Are we all aware of the reason why such choristry and such contests do not at present exist anywhere in the States, except to a very small extent? Shall we say that this is due to the ignorance of the populace and of those who legislate for them?

Clin. Possibly.

Ath. Not so, by any means, my ingenious Clinias! What we ought to say is that there are two causes, and both most weighty ones.

Clin. What are they?

Ath. The first springs from a lust for wealth which allows a man no leisure time for attention to anything else save his own private property; and when the soul of every citizen hangs upon this, it is incapable of attending to matters other than daily gain. Whatsoever science or pursuit leads to this, every man individually is most ready to learn and to practice; but all else he laughs to scorn. This we must assert to be one particular cause why a State is unwilling to be in earnest about this, or any other, fine and noble pursuit; and why, on the other hand, every individual, because of his greed for silver and gold, is willing to toil at every art and device, noble or ignoble, if he is likely to get rich by it,—willing, too, to perform actions both holy and unholy—nay, utterly shameful—without a scruple, provided only that he is able to sate himself to repletion, like a beast, with all manner of foods and drinks and wenchings.

Clin. True.

People and places in this passage

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Laws 828a–831e: Book VIII: The festivals and the twelve gods