Plato · Laws Νόμοι

Plato, Laws 773a–776e: Book VI: The laws of marriage: the mixing bowl, the age of marriage, gifts and the new home

The Athenian proposes to address the son of noble sires: he should make a marriage that will commend itself to men of sense, neither shunning a poor family nor seeking a rich one, but choosing the one that suits his state, as in a mixing-bowl a raging wine is tempered by a sober god. He says that a man who has not married by thirty-five shall pay a yearly fine, of a hundred drachmae if he is of the highest property class and thirty if of the fourth, consecrated to Hera, and shall be deprived of honour. He says that dowries and wedding gifts are to be limited, an equal exchange being one in which nothing is given or received, and that the preliminary sacrifices and the marriage feasts are to be moderate, as the Interpreters direct, and drinking to excess avoided. He says that the young couple must leave the parents' house and live as in a nest, since in friendship a certain distance helps affection, and he compares the problem of slaves, the Mariandyni and the Penestae, which leads into the next topic.

Sections 773a–776e · 1797 words · click a number to copy its link

ΑΘ. εὖ λέγεις. ὦ παῖ, τοίνυν φῶμεν ἀγαθῶν πατέρων φύντι, τοὺς παρὰ τοῖς ἔμφροσιν εὐδόξους γάμους χρὴ γαμεῖν, οἵ σοι παραινοῖεν ἂν μὴ φεύγειν τὸν τῶν πενήτων μηδὲ τὸν τῶν πλουσίων διώκειν διαφερόντως γάμον, ἀλλʼ ἐὰν τἆλλα ἰσάζῃ, τὸν ὑποδεέστερον ἀεὶ τιμῶντα εἰς τὴν κοινωνίαν συνιέναι. τῇ τε γὰρ πόλει σύμφορον ἂν εἴη ταύτῃ ταῖς τε συνιούσαις ἑστίαις· τὸ γὰρ ὁμαλὸν καὶ σύμμετρον ἀκράτου μυρίον διαφέρει πρὸς ἀρετήν. κοσμίων τε πατέρων χρὴ προθυμεῖσθαι γίγνεσθαι κηδεστὴν τὸν αὑτῷ συνειδότα ἰταμώτερον ἅμα καὶ θᾶττον τοῦ δέοντος πρὸς πάσας τὰς πράξεις φερόμενον· τὸν δʼ ἐναντίως πεφυκότα ἐπὶ τἀναντία χρὴ κηδεύματα πορεύεσθαι. καὶ κατὰ παντὸς εἷς ἔστω μῦθος γάμου· τὸν γὰρ τῇ πόλει δεῖ συμφέροντα μνηστεύειν γάμον ἕκαστον, οὐ τὸν ἥδιστον αὑτῷ. φέρεται δέ πως πᾶς ἀεὶ κατὰ φύσιν πρὸς τὸν ὁμοιότατον αὑτῷ, ὅθεν ἀνώμαλος ἡ πόλις ὅλη γίγνεται χρήμασίν τε καὶ τρόπων ἤθεσιν· ἐξ ὧν ἃ μὴ βουλόμεθα συμβαίνειν ἡμῖν, καὶ μάλιστα συμβαίνει ταῖς πλείσταις πόλεσι. ταῦτα δὴ διὰ λόγου μὲν νόμῳ προστάττειν, μὴ γαμεῖν πλούσιον πλουσίου, μηδὲ πολλὰ δυνάμενον πράττειν ἄλλου τοιούτου, θάττους δὲ ἤθεσι πρὸς βραδυτέρους καὶ βραδυτέρους πρὸς θάττους ἀναγκάζειν τῇ τῶν γάμων κοινωνίᾳ πορεύεσθαι, πρὸς τῷ γελοῖα εἶναι θυμὸν ἂν ἐγείραι πολλοῖς· οὐ γὰρ ῥᾴδιον ἐννοεῖν ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκραμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται. τοῦτʼ οὖν γιγνόμενον ἐν τῇ τῶν παίδων μείξει διορᾶν ὡς ἔπος εἰπεῖν δυνατὸς οὐδείς· τούτων δὴ χάριν ἐᾶν μὲν νόμῳ τὰ τοιαῦτα ἀναγκαῖον, ἐπᾴδοντα δὲ πείθειν πειρᾶσθαι τὴν τῶν παίδων ὁμαλότητα αὐτῶν αὑτοῖς τῆς τῶν γάμων ἰσότητος ἀπλήστου χρημάτων οὔσης περὶ πλείονος ἕκαστον ποιεῖσθαι, καὶ διʼ ὀνείδους ἀποτρέπειν τὸν περὶ τὰ χρήματα ἐν τοῖς γάμοις ἐσπουδακότα, ἀλλὰ μὴ γραπτῷ νόμῳ βιαζόμενον.

Ath. You are right. So let us say to the son of noble sires: My child, you must make a marriage that will commend itself to men of sense, who would counsel you neither to shun entirely connection with a poor family, nor to pursue connection with a rich one, but, other things being equal, to prefer always an alliance with a family of moderate means. Such a course will benefit both the State and the united families, since in respect of excellence what is evenly balanced and symmetrical is infinitely superior to what is untempered. The man who knows he is unduly hasty and violent in all his actions should win a bride sprung from steady parents; while the man that is of a contrary nature should proceed to mate himself with one of the opposite kind. Regarding marriage as a whole there shall be one general rule: each man must seek to form such a marriage as shall benefit the State, rather than such as best pleases himself. There is a natural tendency for everyone to make for the mate that most resembles himself, whence it results that the whole State becomes ill-balanced both in wealth and in moral habits; and because of this, the consequences we least desire are those that generally befall most States. To make express enactments about these matters by law—that, for instance, a rich man must not marry into a rich family, nor a man of wide power with a powerful family, or that man of hasty tempers must be obliged to seek alliances with those of slower tempers, and the slow with the hasty—this, besides being ridiculous, would cause widespread resentment; for people do not find it easy to perceive that a State should be like a bowl of mixed wine, where the wine when first poured in foams madly, but as soon as it is chastened by the sober deity of water, it forms a fair alliance, and produces a potion that is good and moderate. That this is precisely what happens in the blending of children is a thing which hardly anyone is capable of perceiving; therefrom in the legal code we must omit such rules, and merely try by the spell of words to persuade each one to value the equality of his children more highly than the equality of a marriage with inordinate wealth, and by means of reproaches to divert from his object him who has set his heart on marrying for money, although we may not compel him by a written law.

ΑΘ. περὶ γάμων δὴ ταῦτʼ ἔστω παραμύθια λεγόμενα, καὶ δὴ καὶ τὰ ἔμπροσθε τούτων ῥηθέντα, ὡς χρὴ τῆς ἀειγενοῦς φύσεως ἀντέχεσθαι τῷ παῖδας παίδων καταλείποντα ἀεὶ τῷ θεῷ ὑπηρέτας ἀνθʼ αὑτοῦ παραδιδόναι. πάντα οὖν ταῦτα καὶ ἔτι πλείω τις ἂν εἴποι περὶ γάμων, ὡς χρὴ γαμεῖν, προοιμιαζόμενος ὀρθῶς· ἂν δʼ ἄρα τις μὴ πείθηται ἑκών, ἀλλότριον δὲ αὑτὸν καὶ ἀκοινώνητον ἐν τῇ πόλει ἔχῃ καὶ ἄγαμος ὢν γένηται πεντεκαιτριακοντούτης, ζημιούσθω κατʼ ἐνιαυτὸν ἕκαστον, ὁ μέγιστον μὲν τίμημα κεκτημένος ἑκατὸν δραχμαῖς, ὁ δὲ τὸ δεύτερον ἑβδομήκοντα, τρίτον δὲ ἑξήκοντα, ὁ δὲ τὸ τέταρτον τριάκοντα. τοῦτο δʼ ἔστω τῆς Ἥρας ἱερόν. ὁ δὲ μὴ ἐκτίνων κατʼ ἐνιαυτὸν δεκαπλάσιον ὀφειλέτω· πραττέσθω δὲ ὁ ταμίας τῆς θεοῦ, μὴ ἐκπράξας δὲ αὐτὸς ὀφειλέτω καὶ ἐν ταῖς εὐθύναις τοῦ τοιούτου λόγον ὑπεχέτω πᾶς. εἰς μὲν οὖν χρήματα ὁ μὴ ʼθέλων γαμεῖν ταῦτα ζημιούσθω, τιμῆς δὲ παρὰ τῶν νεωτέρων ἄτιμος πάσης ἔστω, καὶ μηδεὶς ὑπακουέτω μηδὲν αὐτῷ ἑκὼν τῶν νέων· ἐὰν δὲ κολάζειν τινὰ ἐπιχειρῇ, πᾶς τῷ ἀδικουμένῳ βοηθείτω καὶ ἀμυνέτω, μὴ βοηθῶν δὲ ὁ παραγενόμενος δειλός τε ἅμα καὶ κακὸς ὑπὸ τοῦ νόμου πολίτης εἶναι λεγέσθω.περὶ δὲ προικὸς εἴρηται μὲν καὶ πρότερον, εἰρήσθω δὲ πάλιν ὡς ἴσα ἀντὶ ἴσων ἐστὶν τὸ μήτε λαμβάνοντι μήτʼ ἐκδιδόντι διὰ χρημάτων ἀπορίαν γηράσκειν τοὺς πένητας· τὰ γὰρ ἀναγκαῖα ὑπάρχοντά ἐστι πᾶσι τῶν ἐν ταύτῃ τῇ πόλει, ὕβρις δὲ ἧττον γυναιξὶ καὶ δουλεία ταπεινὴ καὶ ἀνελεύθερος διὰ χρήματα τοῖς γήμασι γίγνοιτο ἄν. καὶ ὁ μὲν πειθόμενος ἓν τῶν καλῶν δρῴη τοῦτʼ ἄν· ὁ δὲ μὴ πειθόμενος ἢ διδοὺς ἢ λαμβάνων πλέον ἢ πεντήκοντα ἄξια δραχμῶν ἐσθῆτος χάριν, ὁ δὲ μνᾶς, ὁ δὲ τριῶν ἡμιμναίων, ὁ δὲ δυοῖν μναῖν, ὁ τὸ μέγιστον τίμημα κεκτημένος, ὀφειλέτω μὲν τῷ δημοσίῳ τοσοῦτον ἕτερον, τὸ δὲ δοθὲν ἢ ληφθὲν ἱερὸν ἔστω τῆς Ἥρας τε καὶ τοῦ Διός, πραττόντων δὲ οἱ ταμίαι τούτοιν τοῖν θεοῖν, καθάπερ ἐρρήθη τῶν μὴ γαμούντων πέρι τοὺς ταμίας ἐκπράττειν ἑκάστοτε τοὺς τῆς Ἥρας ἢ παρʼ αὑτῶν ἑκάστους τὴν ζημίαν ἐκτίνειν.ἐγγύην δὲ εἶναι κυρίαν πατρὸς μὲν πρῶτον, δευτέραν πάππου, τρίτην δὲ ἀδελφῶν ὁμοπατρίων, ἐὰν δὲ μηδὲ εἷς ᾖ τούτων, τὴν πρὸς μητρὸς μετὰ τοῦτο εἶναι κυρίαν ὡσαύτως· ἐὰν δʼ ἄρα τύχη τις ἀήθης συμβαίνῃ, τοὺς ἐγγύτατα γένους ἀεὶ κυρίους εἶναι μετὰ τῶν ἐπιτρόπων.

Ath. Concerning marriage these shall be the exhortations given, in addition to those previously given, declaring how it is a duty to lay hold on the ever-living reality by providing servants for God in our own stead; and this we do by leaving behind us children’s children. All this and more one might say in a proper prelude concerning marriage and the duty of marrying. Should any man, however, refuse to obey willingly, and keep himself aloof and unpartnered in the State, and reach the age of thirty-five unmarried, an annual fine shall be imposed upon him, of a hundred drachmae if he be of the highest property-class, if of the second, seventy, if of the third, sixty, if of the fourth, thirty. This fine shall be consecrated to Hera. He that fails to pay the fine in full every year shall owe ten times the amount of it, and the treasurer of the goddess shall exact this sum, or, failing to exact it, he shall owe it himself, and in the audit he shall in every case be liable to account for such a sum. This shall be the money-fine in which the man who refuses to marry shall be mulcted, and as to honor, he shall receive none from the younger men, and no young man shall of his own free-will pay any regard to him: if he attempt to punish any person, everyone shall come to the assistance of the person maltreated and defend him, and whoever is present and fails thus to give assistance shall be declared by law to be both a cowardly and a bad citizen. Concerning dowries it has been stated before, and it shall be stated again, that an equal exchange consists in neither giving nor receiving any gift, for all those who belong to this State have the necessaries of life provided for them; and the result of this rule will be less insolence on the part of the wives and less humiliation and servility on the part of the husband because of money. Whoso obeys this rule will be acting nobly; but he that disobeys—by giving or receiving for raiment a sum of over fifty drachmae, or over one mina, or over one and a half minae, or (if a member of the highest property-class) over two minae,—shall owe to the public treasury a sum equal thereto, and the sum given or received shall be consecrated to Hera and Zeus, and the treasurers of these deities shall exact it,— just as it was the rule, in cases of refusal to marry, that the treasurers of Hera should exact the fine in each instance, or else pay it out of their own pockets. The right of betrothal belongs in the first place to the father, next to the grandfather, thirdly to the full brothers; failing any of these, it rightly belongs next to relatives on the mother’s side in like order; in case of any unwonted misfortune, the right shall belong to the nearest of kin in each case, acting in conjunction with the guardians.

ΑΘ. ὅσα δὲ προτέλεια γάμων ἤ τις ἄλλη περὶ τὰ τοιαῦτα ἱερουργία μελλόντων ἢ γιγνομένων ἢ γεγονότων προσήκουσά ἐστιν τελεῖσθαι, τοὺς ἐξηγητὰς ἐρωτῶντα χρὴ καὶ πειθόμενον ἐκείνοις ἕκαστον ἡγεῖσθαι πάντα ἑαυτῷ μετρίως γίγνεσθαι.περὶ δὲ τῶν ἑστιάσεων, φίλους μὲν χρὴ καὶ φίλας μὴ πλείους πέντε ἑκατέρων συγκαλεῖν, συγγενῶν δὲ καὶ οἰκείων ὡσαύτως τοσούτους ἄλλους ἑκατέρων· ἀνάλωμα δὲ μὴ γίγνεσθαι πλέον ἢ κατὰ τὴν οὐσίαν μηδενί, τῷ μὲν εἰς χρήματα μεγίστῳ μνᾶν, τῷ δʼ ἥμισυ τοῦ τοσούτου, τῷ δʼ ἐφεξῆς οὕτω, καθάπερ ὑποβέβηκεν ἑκάστῳ τὸ τίμημα. καὶ τὸν μὲν πειθόμενον τῷ νόμῳ ἐπαινεῖν χρὴ πάντας, τὸν δὲ ἀπειθοῦντα κολαζόντων οἱ νομοφύλακες ὡς ἀπειρόκαλόν τε ὄντα καὶ ἀπαίδευτον τῶν περὶ τὰς νυμφικὰς μούσας νόμων. πίνειν δὲ εἰς μέθην οὔτε ἄλλοθί που πρέπει, πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς, οὐδʼ ἀσφαλές, οὔτʼ οὖν δὴ περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα μάλιστα εἶναι πρέπει νύμφην καὶ νυμφίον μεταβολὴν οὐ σμικρὰν βίου μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται· σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει μετὰ θεοῦ. καὶ πρὸς τούτοις δεῖ μὴ τῶν σωμάτων διακεχυμένων ὑπὸ μέθης γίγνεσθαι τὴν παιδουργίαν, ἀλλʼ εὐπαγὲς ἀπλανὲς ἡσυχαῖόν τε ἐν μοίρᾳ συνίστασθαι τὸ φυόμενον. ὁ δὲ διῳνωμένος αὐτός τε φέρεται πάντῃ καὶ φέρει, λυττῶν κατά τε σῶμα καὶ ψυχήν· σπείρειν οὖν παράφορος ἅμα καὶ κακὸς ὁ μεθύων, ὥστʼ ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθος οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτʼ ἄν. διὸ μᾶλλον μὲν ὅλον τὸν ἐνιαυτὸν καὶ βίον χρή, μάλιστα δὲ ὁπόσον ἂν γεννᾷ χρόνον, εὐλαβεῖσθαι καὶ μὴ πράττειν μήτε ὅσα νοσώδη ἑκόντα εἶναι μήτε ὅσα ὕβρεως ἢ ἀδικίας ἐχόμενα—εἰς γὰρ τὰς τῶν γεννωμένων ψυχὰς καὶ σώματα ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι καὶ τίκτειν πάντῃ φαυλότερα—διαφερόντως δὲ ἐκείνην τὴν ἡμέραν καὶ νύκτα ἀπέχεσθαι τῶν περὶ τὰ τοιαῦτα· ἀρχὴ γὰρ καὶ θεὸς ἐν ἀνθρώποις ἱδρυμένη σῴζει πάντα, τιμῆς ἐὰν τῆς προσηκούσης αὐτῇ παρʼ ἑκάστου τῶν χρωμένων λαγχάνῃ.

Ath. Concerning the preliminary marriage-sacrifice and all other sacred ceremonies proper to be performed before, during, or after marriage, each man shall enquire of the Interpreters, and believe that, in obeying their directions, he will have done all things duly. Concerning marriage-feasts,—both parties should invite their male and female friends, not more than five on each side, and an equal number of the kinsfolk and connections of both houses: in no case must the expense exceed what the person’s means permit—one mina for the richest class, half that amount for the second, and so on in proportion, according as the valuation grows less. He that obeys the law should be praised by all; but he that disobeys the Law-wardens shall punish as a man of poor taste and ill-trained in the “nomes” of the nuptial Muses. Drinking to excess is a practice that is nowhere seemly—save only at the feasts of the God, the Giver of wine,—nor yet safe; and certainly it is not so for those who take marriage seriously; for at such a time above all it behoves both bride and bridegroom to be sober, seeing that the change in their life is a great one, and in order to ensure, so far as possible, in every case that the child that is begotten may be sprung from the loins of sober parents: for what shall be, with God’s help, the night or day of its begetting is quite uncertain. Moreover, it is not right that procreation should be the work of bodies dissolved by excess of wine, but rather that the embryo should be compacted firmly, steadily and quietly in the womb. But the man that is steeped in wine moves and is moved himself in every way, writhing both in body and soul; consequently, when drunk, a man is clumsy and bad at sowing seed, and is thus likely to beget unstable and untrusty offspring, crooked in form and character. Wherefore he must be very careful throughout all the year and the whole of his life—and most especially during the time he is begetting—to commit no act that involves either bodily ailment or violence and injustice; for these he will inevitably stamp on the souls and bodies of the offspring, and will generate them in every way inferior. From acts of such a kind he must especially abstain on the day and night of his marriage; for the Beginning that sits enshrined as a goddess among mortals is the Savior of all, provided that she receives the honor due to her from each one who approaches her.

ΑΘ. νομίσαντα δʼ εἶναι χρὴ τὸν γαμοῦντα ταῖν οἰκίαιν ταῖν ἐν τῷ κλήρῳ τὴν ἑτέραν οἷον νεοττῶν ἐγγέννησιν καὶ τροφήν, χωρισθέντα ἀπὸ πατρὸς καὶ μητρὸς τὸν γάμον ἐκεῖ ποιεῖσθαι καὶ τὴν οἴκησιν καὶ τὴν τροφὴν αὑτοῦ καὶ τῶν τέκνων. ἐν γὰρ ταῖς φιλίαις ἐὰν μὲν πόθος ἐνῇ τις, κολλᾷ καὶ συνδεῖ πάντα ἤθη· κατακορὴς δὲ συνουσία καὶ οὐκ ἴσχουσα τὸν διὰ χρόνου πόθον ἀπορρεῖν ἀλλήλων ποιεῖ ὑπερβολαῖς πλησμονῆς. ὧν δὴ χάριν μητρὶ καὶ πατρὶ καὶ τοῖς τῆς γυναικὸς οἰκείοις παρέντας χρὴ τὰς αὑτῶν οἰκήσεις, οἷον εἰς ἀποικίαν ἀφικομένους, αὐτοὺς ἐπισκοποῦντάς τε ἅμα καὶ ἐπισκοπουμένους οἰκεῖν, γεννῶντάς τε καὶ ἐκτρέφοντας παῖδας, καθάπερ λαμπάδα τὸν βίον παραδιδόντας ἄλλοις ἐξ ἄλλων, θεραπεύοντας ἀεὶ θεοὺς κατὰ νόμους.κτήματα δὲ τὸ μετὰ τοῦτο ποῖα ἄν τις κεκτημένος ἐμμελεστάτην οὐσίαν κεκτῇτο; τὰ μὲν οὖν πολλὰ οὔτε νοῆσαι χαλεπὸν οὔτε κτήσασθαι, τὰ δὲ δὴ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. τὸ δʼ αἴτιον, οὐκ ὀρθῶς πως καί τινα τρόπον ὀρθῶς περὶ αὐτῶν λέγομεν· ἐναντία γὰρ ταῖς χρείαις, καὶ κατὰ τὰς χρείας αὖ, ποιούμεθα περὶ δούλων καὶ τὰ λεγόμενα.

ΜΕ. πῶς δʼ αὖ τοῦτο λέγομεν; οὐ γάρ πω μανθάνομεν, ὦ ξένε, ὅτι τὰ νῦν φράζεις.

ΑΘ. καὶ μάλα γε, ὦ Μέγιλλε, εἰκότως· σχεδὸν γὰρ πάντων τῶν Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτʼ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δʼ ὡς οὐκ εὖ γεγονυῖά ἐστιν—ἐλάττω δὲ ἥ τε Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι, τὸ Θετταλῶν τʼ αὖ πενεστικὸν ἔθνος—εἰς ἃ καὶ πάντα τὰ τοιαῦτα βλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; ὃ δὴ παριὼν τῷ λόγῳ ἔτυχον εἰπών, καὶ σύ με εἰκότως τί ποτε φράζοιμι ἠρώτησας, τόδε ἐστίν. ἴσμεν ὅτι που πάντες εἴποιμεν ἂν ὡς χρὴ δούλους ὡς εὐμενεστάτους ἐκτῆσθαι καὶ ἀρίστους· πολλοὶ γὰρ ἀδελφῶν ἤδη δοῦλοι καὶ ὑέων τισὶν κρείττους πρὸς ἀρετὴν πᾶσαν γενόμενοι, σεσώκασιν δεσπότας καὶ κτήματα τάς τε οἰκήσεις αὐτῶν ὅλας. ταῦτα γὰρ ἴσμεν που περὶ δούλων λεγόμενα.

ΜΕ. τί μήν;

Ath. The man who marries must part from his father and mother, and take one of the two houses in his allotment, to be, as it were, the nest and home of his chicks, and make therein his marriage and the dwelling and home of himself and his children. For in friendships the presence of some degree of longing seems to cement various dispositions and bind them together; but unabated proximity, since it lacks the longing due to an interval, causes friends to fall away from one another owing to an excessive surfeit of each other’s company. Therefore the married pair must leave their own houses to their parents and the bride’s relations, and act themselves as if they had gone off to a colony, visiting and being visited in their home, begetting and rearing children, and so handing on life, like a torch, from one generation to another, and ever worshipping the gods as the laws direct. Next, as regards possessions, what should a man possess to form a reasonable amount of substance? As to most chattels, it is easy enough both to see what they should be and to acquire them; but servants present all kinds of difficulties. The reason is that our language about them is partly right and partly wrong; for the language we use both contradicts and agrees with our practical experience of them.

Meg. What mean we by this? We are still in the dark, Stranger, as to what you refer to.

Ath. That is quite natural, Megillus. For probably the most vexed problem in all Hellas is the problem of the Helot-system of the Lacedaemonians, which some maintain to be good, others bad; a less violent dispute rages round the subjection of the Mariandyni to the slave-system of the Heracleotes, and that of the class of Penestae to the Thessalians. In view of these and similar instances, what ought we to do about this question of owning servants? The point I happened to mention in the course of my argument,—and about which you naturally asked me what I referred to,—was this. We know, of course, that we would all agree that one ought to own slaves that are as docile and good as possible; for in the past many slaves have proved themselves better in every form of excellence than brothers or sons, and have saved their masters and their goods and their whole houses. Surely we know that this language is used about slaves?

Meg. Certainly.

People and places in this passage

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Laws 773a–776e: Book VI: The laws of marriage | Plato