ΑΘ. καὶ τὸν μὲν μεταδιδόντα ὡς ἀκρότατον χρὴ τιμᾶν, τὸν δʼ αὖ μὴ δυνάμενον, ἐθέλοντα δέ, ἐᾶν δεύτερον, τὸν δὲ φθονοῦντα καὶ ἑκόντα μηδενὶ κοινωνὸν διὰ φιλίας γιγνόμενον ἀγαθῶν τινων αὐτὸν μὲν ψέγειν, τὸ δὲ κτῆμα μηδὲν μᾶλλον διὰ τὸν κεκτημένον ἀτιμάζειν, ἀλλὰ κτᾶσθαι κατὰ δύναμιν. φιλονικείτω δὲ ἡμῖν πᾶς πρὸς ἀρετὴν ἀφθόνως. ὁ μὲν γὰρ τοιοῦτος τὰς πόλεις αὔξει, ἁμιλλώμενος μὲν αὐτός, τοὺς ἄλλους δὲ οὐ κολούων διαβολαῖς· ὁ δὲ φθονερός, τῇ τῶν ἄλλων διαβολῇ δεῖν οἰόμενος ὑπερέχειν, αὐτός τε ἧττον συντείνει πρὸς ἀρετὴν τὴν ἀληθῆ, τούς τε ἀνθαμιλλωμένους εἰς ἀθυμίαν καθίστησι τῷ ἀδίκως ψέγεσθαι, καὶ διὰ ταῦτα ἀγύμναστον τὴν πόλιν ὅλην εἰς ἅμιλλαν ἀρετῆς ποιῶν, σμικροτέραν αὐτὴν πρὸς εὐδοξίαν τὸ ἑαυτοῦ μέρος ἀπεργάζεται. θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι, πρᾷον δὲ ὡς ὅτι μάλιστα. τὰ γὰρ τῶν ἄλλων χαλεπὰ καὶ δυσίατα ἢ καὶ τὸ παράπαν ἀνίατα ἀδικήματα οὐκ ἔστιν ἄλλως ἐκφυγεῖν ἢ μαχόμενον καὶ ἀμυνόμενον νικῶντα καὶ τῷ μηδὲν ἀνιέναι κολάζοντα, τοῦτο δὲ ἄνευ θυμοῦ γενναίου ψυχὴ πᾶσα ἀδύνατος δρᾶν. τὰ δʼ αὖ τῶν ὅσοι ἀδικοῦσιν μέν, ἰατὰ δέ, γιγνώσκειν χρὴ πρῶτον μὲν ὅτι πᾶς ὁ ἄδικος οὐχ ἑκὼν ἄδικος· τῶν γὰρ μεγίστων κακῶν οὐδεὶς οὐδαμοῦ οὐδὲν ἑκὼν κεκτῇτο ἄν ποτε, πολὺ δὲ ἥκιστα ἐν τοῖς τῶν ἑαυτοῦ τιμιωτάτοις. ψυχὴ δʼ, ὡς εἴπομεν, ἀληθείᾳ γέ ἐστιν πᾶσιν τιμιώτατον· ἐν οὖν τῷ τιμιωτάτῳ τὸ μέγιστον κακὸν οὐδεὶς ἑκὼν μή ποτε λάβῃ καὶ ζῇ διὰ βίου κεκτημένος αὐτό. ἀλλὰ ἐλεεινὸς μὲν πάντως ὅ γε ἄδικος καὶ ὁ τὰ κακὰ ἔχων, ἐλεεῖν δὲ τὸν μὲν ἰάσιμα ἔχοντα ἐγχωρεῖ καὶ ἀνείργοντα τὸν θυμὸν πραΰνειν καὶ μὴ ἀκραχολοῦντα γυναικείως πικραινόμενον διατελεῖν, τῷ δʼ ἀκράτως καὶ ἀπαραμυθήτως πλημμελεῖ καὶ κακῷ ἐφιέναι δεῖ τὴν ὀργήν· διὸ δὴ θυμοειδῆ πρέπειν καὶ πρᾷόν φαμεν ἑκάστοτε εἶναι δεῖν τὸν ἀγαθόν.πάντων δὲ μέγιστον κακῶν ἀνθρώποις τοῖς πολλοῖς ἔμφυτον ἐν ταῖς ψυχαῖς ἐστιν, οὗ πᾶς αὑτῷ συγγνώμην ἔχων ἀποφυγὴν οὐδεμίαν μηχανᾶται· τοῦτο δʼ ἔστιν ὃ λέγουσιν ὡς φίλος αὑτῷ πᾶς ἄνθρωπος φύσει τέ ἐστιν καὶ ὀρθῶς ἔχει τὸ δεῖν εἶναι τοιοῦτον. τὸ δὲ ἀληθείᾳ γε πάντων ἁμαρτημάτων διὰ τὴν σφόδρα ἑαυτοῦ φιλίαν αἴτιον ἑκάστῳ γίγνεται ἑκάστοτε.
Ath. He that thus shares these should be honored as highest in merit; and he that would fain share them but cannot, as second in merit; while if a man is jealous and unwilling to share any good things with anyone in a friendly spirit, then the man himself must be blamed, but his possession must not be disesteemed any the more because of its possessor,—rather one should strive to gain it with all one’s might. Let every one of us be ambitious to gain excellence, but without jealousy. For a man of this character enlarges a State, since he strives hard himself and does not thwart the others by calumny; but the jealous man, thinking that calumny of others is the best way to secure his own superiority, makes less effort himself to win true excellence, and disheartens his rivals by getting them unjustly blamed; whereby he causes the whole State to be ill-trained for competing in excellence, and renders it, for his part, less large in fair repute. Every man ought to be at once passionate and gentle in the highest degree. For, on the one hand, it is impossible to escape from other men’s wrongdoings, when they are cruel and hard to remedy, or even wholly irremediable, otherwise than by victorious fighting and self-defence, and by punishing most rigorously; and this no soul can achieve without noble passion. But, on the other hand, when men commit wrongs which are remediable, one should, in the first place, recognize that every wrongdoer is a wrongdoer involuntarily; for no one anywhere would ever voluntarily acquire any of the greatest evils, least of all in his own most precious possessions. And most precious in very truth to every man is, as we have said, the soul. No one, therefore, will voluntarily admit into this most precious thing the greatest evil and live possessing it all his life long. Now while in general the wrong-doer and he that has these evils are to be pitied, it is permissible to show pity to the man that has evils that are remediable, and to abate one’s passion and treat him gently, and not to keep on raging like a scolding wife; but in dealing with the man who is totally and obstinately perverse and wicked one must give free course to wrath. Wherefore we affirm that it behoves the good man to be always at once passionate and gentle. There is an evil, great above all others, which most men have, implanted in their souls, and which each one of them excuses in himself and makes no effort to avoid. It is the evil indicated in the saying that every man is by nature a lover of self, and that it is right that he should be such. But the truth is that the cause of all sins in every case lies in the person’s excessive love of self.
ΑΘ. τυφλοῦται γὰρ περὶ τὸ φιλούμενον ὁ φιλῶν, ὥστε τὰ δίκαια καὶ τὰ ἀγαθὰ καὶ τὰ καλὰ κακῶς κρίνει, τὸ αὑτοῦ πρὸ τοῦ ἀληθοῦς ἀεὶ τιμᾶν δεῖν ἡγούμενος· οὔτε γὰρ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ χρὴ τόν γε μέγαν ἄνδρα ἐσόμενον στέργειν, ἀλλὰ τὰ δίκαια, ἐάντε παρʼ αὑτῷ ἐάντε παρʼ ἄλλῳ μᾶλλον πραττόμενα τυγχάνῃ. ἐκ ταὐτοῦ δὲ ἁμαρτήματος τούτου καὶ τὸ τὴν ἀμαθίαν τὴν παρʼ αὑτῷ δοκεῖν σοφίαν εἶναι γέγονε πᾶσιν· ὅθεν οὐκ εἰδότες ὡς ἔπος εἰπεῖν οὐδέν, οἰόμεθα τὰ πάντα εἰδέναι, οὐκ ἐπιτρέποντες δὲ ἄλλοις ἃ μὴ ἐπιστάμεθα πράττειν, ἀναγκαζόμεθα ἁμαρτάνειν αὐτοὶ πράττοντες. διὸ πάντα ἄνθρωπον χρὴ φεύγειν τὸ σφόδρα φιλεῖν αὑτόν, τὸν δʼ ἑαυτοῦ βελτίω διώκειν ἀεί, μηδεμίαν αἰσχύνην ἐπὶ τῷ τοιούτῳ πρόσθεν ποιούμενον.ἃ δὲ σμικρότερα μὲν τούτων καὶ λεγόμενα πολλάκις ἐστίν, χρήσιμα δὲ τούτων οὐχ ἧττον, χρὴ λέγειν ἑαυτὸν ἀναμιμνῄσκοντα· ὥσπερ γάρ τινος ἀπορρέοντος ἀεὶ δεῖ τοὐναντίον ἐπιρρεῖν, ἀνάμνησις δʼ ἐστὶν ἐπιρροὴ φρονήσεως ἀπολειπούσης. διὸ δὴ γελώτων τε εἴργεσθαι χρὴ τῶν ἐξαισίων καὶ δακρύων, παραγγέλλειν δὲ παντὶ πάντʼ ἄνδρα, καὶ ὅλην περιχάρειαν πᾶσαν ἀποκρυπτόμενον καὶ περιωδυνίαν εὐσχημονεῖν πειρᾶσθαι, κατά τε εὐπραγίας ἱσταμένου τοῦ δαίμονος ἑκάστου, καὶ κατὰ τύχας οἷον πρὸς ὑψηλὰ καὶ ἀνάντη δαιμόνων ἀνθισταμένων τισὶν πράξεσιν, ἐλπίζειν δʼ ἀεὶ τοῖς γε ἀγαθοῖσι τὸν θεὸν ἃ δωρεῖται πόνων μὲν ἐπιπιπτόντων ἀντὶ μειζόνων ἐλάττους ποιήσειν τῶν τʼ αὖ νῦν παρόντων ἐπὶ τὸ βέλτιον μεταβολάς, περὶ δὲ τὰ ἀγαθὰ τὰ ἐναντία τούτων ἀεὶ πάντʼ αὐτοῖς παραγενήσεσθαι μετʼ ἀγαθῆς τύχης. ταύταις δὴ ταῖς ἐλπίσιν ἕκαστον χρὴ ζῆν καὶ ταῖς ὑπομνήσεσι πάντων τῶν τοιούτων, μηδὲν φειδόμενον, ἀλλʼ ἀεὶ κατά τε παιδιὰς καὶ σπουδὰς ἀναμιμνῄσκοντα ἕτερόν τε καὶ ἑαυτὸν σαφῶς.νῦν οὖν δὴ περὶ μὲν ἐπιτηδευμάτων, οἷα χρὴ ἐπιτηδεύειν, καὶ περὶ αὐτοῦ ἑκάστου, ποῖόν τινα χρεὼν εἶναι, λέλεκται σχεδὸν ὅσα θεῖά ἐστι, τὰ δὲ ἀνθρώπινα νῦν ἡμῖν οὐκ εἴρηται, δεῖ δέ· ἀνθρώποις γὰρ διαλεγόμεθα ἀλλʼ οὐ θεοῖς. ἔστιν δὴ φύσει ἀνθρώπειον μάλιστα ἡδοναὶ καὶ λῦπαι καὶ ἐπιθυμίαι, ἐξ ὧν ἀνάγκη τὸ θνητὸν πᾶν ζῷον ἀτεχνῶς οἷον ἐξηρτῆσθαί τε καὶ ἐκκρεμάμενον εἶναι σπουδαῖς ταῖς μεγίσταις·
Ath. For the lover is blind in his view of the object loved, so that he is a bad judge of things just and good and noble, in that he deems himself bound always to value what is his own more than what is true; for the man who is to attain the title of “Great” must be devoted neither to himself nor to his own belongings, but to things just, whether they happen to be actions of his own or rather those of another man. And it is from this same sin that every man has derived the further notion that his own folly is wisdom; whence it comes about that though we know practically nothing, we fancy that we know everything; and since we will not entrust to others the doing of things we do not understand, we necessarily go wrong in doing them ourselves. Wherefore every man must shun excessive self-love, and ever follow after him that is better than himself, allowing no shame to prevent him from so doing. Precepts that are less important than these and oftentimes repeated—but no less profitable—a man should repeat to himself by way of reminder; for where there is a constant efflux, there must also be a corresponding influx, and when wisdom flows away, the proper influx consists in recollection; wherefore men must be restrained from untimely laughter and tears, and every individual, as well as the whole State, must charge every man to try to conceal all show of extreme joy or sorrow, and to behave himself seemly, alike in good fortune and in evil, according as each man’s Genius ranges itself,—hoping always that God will diminish the troubles that fall upon them by the blessings which he bestows, and will change for the better the present evils; and as to their blessings, hoping that they, contrariwise, will, with the help of good fortune, be increased. In these hopes, and in the recollections of all these truths, it behoves every man to live, sparing no pains, but constantly recalling them clearly to the recollection both of himself and of his neighbor, alike when at work and when at play. Thus, as regards the right character of institutions and the right character of individuals, we have now laid down practically all the rules that are of divine sanction. Those that are of human origin we have not stated as yet, but state them we must; for our converse is with men, not gods. Pleasures, pains and desires are by nature especially human; and from these, of necessity, every mortal creature is, so to say, suspended and dependent by the strongest cords of influence.
ΑΘ. δεῖ δὴ τὸν κάλλιστον βίον ἐπαινεῖν, μὴ μόνον ὅτι τῷ σχήματι κρατεῖ πρὸς εὐδοξίαν, ἀλλὰ καὶ ὡς, ἄν τις ἐθέλῃ γεύεσθαι καὶ μὴ νέος ὢν φυγὰς ἀπʼ αὐτοῦ γένηται, κρατεῖ καὶ τούτῳ ὃ πάντες ζητοῦμεν, τῷ χαίρειν πλείω, ἐλάττω δὲ λυπεῖσθαι παρὰ τὸν βίον ἅπαντα. ὡς δὲ ἔσται τοῦτο σαφές, ἂν γεύηταί τις ὀρθῶς, ἑτοίμως καὶ σφόδρα φανήσεται. ἡ δὲ ὀρθότης τίς; τοῦτο ἤδη παρὰ τοῦ λόγου χρὴ λαμβάνοντα σκοπεῖν· εἴτε οὕτως ἡμῖν κατὰ φύσιν πέφυκεν εἴτε ἄλλως παρὰ φύσιν, βίον χρὴ παρὰ βίον ἡδίω καὶ λυπηρότερον ὧδε σκοπεῖν. ἡδονὴν βουλόμεθα ἡμῖν εἶναι, λύπην δὲ οὔθʼ αἱρούμεθα οὔτε βουλόμεθα, τὸ δὲ μηδέτερον ἀντὶ μὲν ἡδονῆς οὐ βουλόμεθα, λύπης δὲ ἀλλάττεσθαι βουλόμεθα· λύπην δʼ ἐλάττω μετὰ μείζονος ἡδονῆς βουλόμεθα, ἡδονὴν δʼ ἐλάττω μετὰ μείζονος λύπης οὐ βουλόμεθα, ἴσα δὲ ἀντὶ ἴσων ἑκάτερα τούτων οὐχ ὡς βουλόμεθα ἔχοιμεν ἂν διασαφεῖν. ταῦτα δὲ πάντα ἐστὶν πλήθει καὶ μεγέθει καὶ σφοδρότησιν ἰσότησίν τε, καὶ ὅσα ἐναντία ἐστὶν πᾶσι τοῖς τοιούτοις πρὸς βούλησιν, διαφέροντά τε καὶ μηδὲν διαφέροντα πρὸς αἵρεσιν ἑκάστων. οὕτω δὴ τούτων ἐξ ἀνάγκης διακεκοσμημένων, ἐν ᾧ μὲν βίῳ ἔνεστι πολλὰ ἑκάτερα καὶ μεγάλα καὶ σφοδρά, ὑπερβάλλει δὲ τὰ τῶν ἡδονῶν, βουλόμεθα, ἐν ᾧ δὲ τὰ ἐναντία, οὐ βουλόμεθα· καὶ αὖ ἐν ᾧ ὀλίγα ἑκάτερα καὶ σμικρὰ καὶ ἠρεμαῖα, ὑπερβάλλει δὲ τὰ λυπηρά, οὐ βουλόμεθα, ἐν ᾧ δὲ τἀναντία, βουλόμεθα. ἐν ᾧ δʼ αὖ βίῳ ἰσορροπεῖ, καθάπερ ἐν τοῖς πρόσθεν δεῖ διανοεῖσθαι· τὸν ἰσόρροπον βίον ὡς τῶν μὲν ὑπερβαλλόντων τῷ φίλῳ ἡμῖν βουλόμεθα, τῶν δʼ αὖ τοῖς ἐχθροῖς οὐ βουλόμεθα. πάντας δὴ δεῖ διανοεῖσθαι τοὺς βίους ἡμῶν ὡς ἐν τούτοις ἐνδεδεμένοι πεφύκασιν, καὶ δεῖ διανοεῖσθαι ποίους φύσει βουλόμεθα· εἰ δέ τι παρὰ ταῦτα ἄρα φαμὲν βούλεσθαι, διά τινα ἄγνοιαν καὶ ἀπειρίαν τῶν ὄντων βίων αὐτὰ λέγομεν.τίνες δὴ καὶ πόσοι εἰσὶ βίοι, ὧν πέρι δεῖ προελόμενον τὸ βούλητόν τε καὶ [ἑκούσιον ἀβούλητόν τε καὶ] ἀκούσιον ἰδόντα εἰς νόμον ἑαυτῷ ταξάμενον, τὸ φίλον ἅμα καὶ ἡδὺ καὶ ἄριστόν τε καὶ κάλλιστον ἑλόμενον, ζῆν ὡς οἷόν τʼ ἐστὶν ἄνθρωπον μακαριώτατα; λέγωμεν δὴ σώφρονα βίον ἕνα εἶναι καὶ φρόνιμον ἕνα καὶ ἕνα τὸν ἀνδρεῖον, καὶ τὸν ὑγιεινὸν βίον ἕνα ταξώμεθα·
Ath. Thus one should commend the noblest life, not merely because it is of superior fashion in respect of fair repute, but also because, if a man consents to taste it and not shun it in his youth, it is superior likewise in that which all men covet,—an excess, namely, of joy and a deficiency of pain throughout the whole of life. That this will clearly be the result, if a man tastes of it rightly, will at once be fully evident. But wherein does this “rightness” consist? That is the question which we must now, under the instruction of our Argument, consider; comparing the more pleasant life with the more painful, we must in this wise consider whether this mode is natural to us, and that other mode unnatural. We desire that pleasure should be ours, but pain we neither choose nor desire; and the neutral state we do not desire in place of pleasure, but we do desire it in exchange for pain; and we desire less pain with more pleasure, but we do not desire less pleasure with more pain; and when the two are evenly balanced, we are unable to state any clear preference. Now all these states—in their number, quantity, intensity, equality, and in the opposites thereof—have, or have not, influence on desire, to govern its choice of each. So these things being thus ordered of necessity, we desire that mode of life in which the feelings are many, great, and intense, with those of pleasure predominating, but we do not desire the life in which the feelings of pain predominate; and contrariwise, we do not desire the life in which the feelings are few, small, and gentle, if the painful predominate, but if the pleasurable predominate, we do desire it. Further, we must regard the life in which there is an equal balance of pleasure and pain as we previously regarded the neutral state: we desire the balanced life in so far as it exceeds the painful life in point of what we like, but we do not desire it in so far as it exceeds the pleasant lives in point of the things we dislike. The lives of us men must all be regarded as naturally bound up in these feelings, and what kinds of lives we naturally desire is what we must distinguish; but if we assert that we desire anything else, we only say so through ignorance and inexperience of the lives as they really are. What, then, and how many are the lives in which a man—when he has chosen the desirable and voluntary in preference to the undesirable and the involuntary, and has made it into a private law for himself, by choosing what is at once both congenial and pleasant and most good and noble—may live as happily as man can? Let us pronounce that one of them is the temperate life, one the wise, one the brave, and let us class the healthy life as one;
ΑΘ. καὶ τούτοις οὖσιν τέτταρσιν ἐναντίους ἄλλους τέτταρας, ἄφρονα, δειλόν, ἀκόλαστον, νοσώδη. σώφρονα μὲν οὖν βίον ὁ γιγνώσκων θήσει πρᾷον ἐπὶ πάντα, καὶ ἠρεμαίας μὲν λύπας, ἠρεμαίας δὲ ἡδονάς, μαλακὰς δὲ ἐπιθυμίας καὶ ἔρωτας οὐκ ἐμμανεῖς παρεχόμενον, ἀκόλαστον δέ, ὀξὺν ἐπὶ πάντα, καὶ σφοδρὰς μὲν λύπας, σφοδρὰς δὲ ἡδονάς, συντόνους δὲ καὶ οἰστρώδεις ἐπιθυμίας τε καὶ ἔρωτας ὡς οἷόν τε ἐμμανεστάτους παρεχόμενον, ὑπερβαλλούσας δὲ ἐν μὲν τῷ σώφρονι βίῳ τὰς ἡδονὰς τῶν ἀχθηδόνων, ἐν δὲ τῷ ἀκολάστῳ τὰς λύπας τῶν ἡδονῶν μεγέθει καὶ πλήθει καὶ πυκνότησιν. ὅθεν ὁ μὲν ἡδίων ἡμῖν τῶν βίων, ὁ δὲ λυπηρότερος ἐξ ἀνάγκης συμβαίνει κατὰ φύσιν γίγνεσθαι, καὶ τόν γε βουλόμενον ἡδέως ζῆν οὐκέτι παρείκει ἑκόντα γε ἀκολάστως ζῆν, ἀλλʼ ἤδη δῆλον ὡς, εἰ τὸ νῦν λεγόμενον ὀρθόν, πᾶς ἐξ ἀνάγκης ἄκων ἐστὶν ἀκόλαστος· ἢ γὰρ διʼ ἀμαθίαν ἢ διʼ ἀκράτειαν ἢ διʼ ἀμφότερα, τοῦ σωφρονεῖν ἐνδεὴς ὢν ζῇ ὁ πᾶς ἀνθρώπινος ὄχλος. ταὐτὰ δὲ περὶ νοσώδους τε καὶ ὑγιεινοῦ βίου διανοητέον, ὡς ἔχουσι μὲν ἡδονὰς καὶ λύπας, ὑπερβάλλουσι δὲ ἡδοναὶ μὲν λύπας ἐν ὑγιείᾳ, λῦπαι δὲ ἡδονὰς ἐν νόσοις. ἡμῖν δὲ ἡ βούλησις τῆς αἱρέσεως τῶν βίων οὐχ ἵνα τὸ λυπηρὸν ὑπερβάλλῃ· ὅπου δʼ ὑπερβάλλεται, τοῦτον τὸν βίον ἡδίω κεκρίκαμεν. ὁ δὴ σώφρων τοῦ ἀκολάστου καὶ ὁ φρόνιμος τοῦ ἄφρονος, φαῖμεν ἄν, καὶ ὁ τῆς ἀνδρείας τοῦ τῆς δειλίας ἐλάττονα καὶ σμικρότερα καὶ μανότερα ἔχων ἀμφότερα, τῇ τῶν ἡδονῶν ἑκάτερος ἑκάτερον ὑπερβάλλων, τῇ τῆς λύπης ἐκείνων ὑπερβαλλόντων αὐτούς, ὁ μὲν ἀνδρεῖος τὸν δειλόν, ὁ δὲ φρόνιμος τὸν ἄφρονα νικῶσιν, ὥστε ἡδίους εἶναι τοὺς βίους τῶν βίων, σώφρονα καὶ ἀνδρεῖον καὶ φρόνιμον καὶ ὑγιεινὸν δειλοῦ καὶ ἄφρονος καὶ ἀκολάστου καὶ νοσώδους, καὶ συλλήβδην τὸν ἀρετῆς ἐχόμενον κατὰ σῶμα ἢ καὶ κατὰ ψυχὴν τοῦ τῆς μοχθηρίας ἐχομένου βίου ἡδίω τε εἶναι καὶ τοῖς ἄλλοις ὑπερέχειν ἐκ περιττοῦ κάλλει καὶ ὀρθότητι καὶ ἀρετῇ καὶ εὐδοξίᾳ, ὥστε τὸν ἔχοντα αὐτὸν ζῆν εὐδαιμονέστερον ἀπεργάζεσθαι τοῦ ἐναντίου τῷ παντὶ καὶ ὅλῳ.καὶ τὸ μὲν προοίμιον τῶν νόμων ἐνταυθοῖ λεχθὲν τῶν λόγων τέλος ἐχέτω, μετὰ δὲ τὸ προοίμιον ἀναγκαῖόν που νόμον ἕπεσθαι, μᾶλλον δὲ τό γε ἀληθὲς νόμους πολιτείας ὑπογράφειν.
Ath. and to these let us oppose four others—the foolish, the cowardly, the licentious, and the diseased. He that knows the temperate life will set it down as gentle in all respects, affording mild pleasures and mild pains, moderate appetites and desires void of frenzy; but the licentious life he will set down as violent in all directions, affording both pains and pleasures that are extreme, appetites that are intense and maddening, and desires the most frenzied possible; and whereas in the temperate life the pleasures outweigh the pains, in the licentious life the pains exceed the pleasures in extent, number, and frequency. Whence it necessarily results that the one life must be naturally more pleasant, the other more painful to us; and it is no longer possible for the man who desires a pleasant life voluntarily to live a licentious life, but it is clear by now (if our argument is right) that no man can possibly be licentious voluntarily: it is owing to ignorance or incontinence, or both, that the great bulk of mankind live lives lacking in temperance. Similarly with regard to the diseased life and the healthy life, one must observe that while both have pleasures and pains, the pleasures exceed the pains in health, but the pains the pleasures in disease. Our desire in the choice of lives is not that pain should be in excess, but the life we have judged the more pleasant is that in which pain is exceeded by pleasure. We will assert, then, that since the temperate life has its feelings smaller, fewer and lighter than the licentious life, and the wise life than the foolish, and the brave than the cowardly, and since the one life is superior to the other in pleasure, but inferior in pain, the brave life is victorious over the cowardly and the wise over the foolish; consequently the one set of lives ranks as more pleasant than the other: the temperate, brave, wise, and healthy lives are more pleasant than the cowardly, foolish, licentious and diseased. To sum up, the life of bodily and spiritual virtue, as compared with that of vice, is not only more pleasant, but also exceeds greatly in nobility, rectitude, virtue and good fame, so that it causes the man who lives it to live ever so much more happily than he who lives the opposite life. Thus far we have stated the prelude of our laws, and here let that statement end: after the prelude must necessarily follow the tune,—or rather, to be strictly accurate, a sketch of the State-organization.