ΑΘ. πρὸς τούτοις δʼ ἔτι νόμος ἕπεται πᾶσι τούτοις, μηδʼ ἐξεῖναι χρυσὸν μηδὲ ἄργυρον κεκτῆσθαι μηδένα μηδενὶ ἰδιώτῃ, νόμισμα δὲ ἕνεκα ἀλλαγῆς τῆς καθʼ ἡμέραν, ἣν δημιουργοῖς τε ἀλλάττεσθαι σχεδὸν ἀναγκαῖον, καὶ πᾶσιν ὁπόσων χρεία τῶν τοιούτων μισθοὺς μισθωτοῖς, δούλοις καὶ ἐποίκοις, ἀποτίνειν. ὧν ἕνεκά φαμεν τὸ νόμισμα κτητέον αὐτοῖς μὲν ἔντιμον, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀδόκιμον· κοινὸν δὲ Ἑλληνικὸν νόμισμα ἕνεκά τε στρατειῶν καὶ ἀποδημιῶν εἰς τοὺς ἄλλους ἀνθρώπους, οἷον πρεσβειῶν ἢ καί τινος ἀναγκαίας ἄλλης τῇ πόλει κηρυκείας, ἐκπέμπειν τινὰ ἂν δέῃ, τούτων χάριν ἀνάγκη ἑκάστοτε κεκτῆσθαι τῇ πόλει νόμισμα Ἑλληνικόν. ἰδιώτῃ δὲ ἂν ἄρα ποτὲ ἀνάγκη τις γίγνηται ἀποδημεῖν, παρέμενος μὲν τοὺς ἄρχοντας ἀποδημείτω, νόμισμα δὲ ἄν ποθεν ἔχων ξενικὸν οἴκαδε ἀφίκηται περιγενόμενον, τῇ πόλει αὐτὸ καταβαλλέτω πρὸς λόγον ἀπολαμβάνων τὸ ἐπιχώριον· ἰδιούμενος δὲ ἄν τις φαίνηται, δημόσιόν τε γιγνέσθω καὶ ὁ συνειδὼς καὶ μὴ φράζων ἀρᾷ καὶ ὀνείδει μετὰ τοῦ ἀγαγόντος ἔνοχος ἔστω, καὶ ζημίᾳ πρὸς τούτοις μὴ ἐλάττονι τοῦ ξενικοῦ κομισθέντος νομίσματος. γαμοῦντα δὲ καὶ ἐκδιδόντα μήτʼ οὖν διδόναι μήτε δέχεσθαι προῖκα τὸ παράπαν μηδʼ ἡντινοῦν, μηδὲ νόμισμα παρακατατίθεσθαι ὅτῳ μή τις πιστεύει, μηδὲ δανείζειν ἐπὶ τόκῳ, ὡς ἐξὸν μὴ ἀποδιδόναι τὸ παράπαν τῷ δανεισαμένῳ μήτε τόκον μήτε κεφάλαιον· ταῦτα δʼ ὅτι βέλτιστʼ ἐστὶν πόλει ἐπιτηδεύματα ἐπιτηδεύειν, ὧδε ἄν τις σκοπῶν ὀρθῶς ἂν αὐτὰ διακρίνοι, ἐπαναφέρων εἰς τὴν ἀρχὴν ἀεὶ καὶ τὴν βούλησιν. ἔστιν δὴ τοῦ νοῦν ἔχοντος πολιτικοῦ βούλησις, φαμέν, οὐχ ἥνπερ ἂν οἱ πολλοὶ φαῖεν, δεῖν βούλεσθαι τὸν ἀγαθὸν νομοθέτην ὡς μεγίστην τε εἶναι τὴν πόλιν ᾗ νοῶν εὖ νομοθετοῖ, καὶ ὅτι μάλιστα πλουσίαν, κεκτημένην δʼ αὖ χρύσεια καὶ ἀργύρεια, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχουσαν ὅτι πλείστων· προσθεῖεν δʼ ἂν καὶ ὡς ἀρίστην δεῖν βούλεσθαι τὴν πόλιν εἶναι καὶ ὡς εὐδαιμονεστάτην τόν γε ὀρθῶς νομοθετοῦντα. τούτων δὲ τὰ μὲν δυνατά ἐστιν γίγνεσθαι, τὰ δʼ οὐ δυνατά· τὰ μὲν οὖν δυνατὰ βούλοιτʼ ἂν ὁ διακοσμῶν, τὰ δὲ μὴ δυνατὰ οὔτʼ ἂν βούλοιτο ματαίας βουλήσεις οὔτʼ ἂν ἐπιχειροῖ. σχεδὸν μὲν γὰρ εὐδαίμονας ἅμα καὶ ἀγαθοὺς ἀνάγκη γίγνεσθαι—τοῦτο μὲν οὖν βούλοιτʼ ἄν—πλουσίους δʼ αὖ σφόδρα καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι·
Ath. Furthermore, upon all this there follows also a law which forbids any private person to possess any gold or silver, only coin for purposes of such daily exchange as it is almost necessary for craftsmen to make use of, and all who need such things in paying wages to hirelings, whether slaves or immigrants. For these reasons we say that our people should possess coined money which is legal tender among themselves, but vaIueless elsewhere. As regards the universal Hellenic coinage,—for the sake of expeditions and foreign visits, as well as of embassies or any other missions necessary for the State, if there be need to send someone abroad,—for such objects as these it is necessary that the State should always possess Hellenic money. If a private citizen ever finds himself obliged to go abroad, he may do so, after first getting leave from the magistrates; and should he come home with any surplus of foreign money, he shall deposit it with the State, and take for it an equiva lent in home coinage; but should anyone be found out keeping it for himself, the money shall be confiscated, and the man who is privy to it and fails to inform, together with the man who has imported it, shall be liable to cursing and reproach and, in addition, to a fine not less than the amount of the foreign money brought in. In marrying or giving in marriage, no one shall give or receive any dowry at all. No one shall deposit money with anyone he does not trust, nor lend at interest, since it is permissible for the borrower to refuse entirely to pay back either interest or principal. That these are the best rules for a State to observe in practice, one would perceive rightly if one viewed them in relation to the primary intention. The intention of the judicious statesman is, we say, not at all the intention which the majority would ascribe to him; they would say that the good Iawgiver should desire that the State, for which he is benevolent Iy legislating, should be as large and as rich as possible, possessed of silver and gold, and bearing rule over as many people as possible both by land and sea; and they would add that he should desire the State to be as good and as happy as possible, if he is a true legislator. Of these objects some are possible of attainment, some impossible; such as are possible the organizer of the State will desire; the impossible he will neither vainly desire nor attempt. That happiness and goodness should go together is well-nigh inevitable, so he will desire the people to be both good and happy; but it is impossible for them to be at once both good and excessively rich—rich at least as most men count riches;
ΑΘ. λέγουσιν δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κεκτῇτʼ ἄν. εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, οὐκ ἂν ἔγωγε αὐτοῖς ποτε συγχωροίην τὸν πλούσιον εὐδαίμονα τῇ ἀληθείᾳ γίγνεσθαι μὴ καὶ ἀγαθὸν ὄντα· ἀγαθὸν δὲ ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόντως ἀδύνατον. «τί δή;» φαίη τις ἂν ἴσως. ὅτι, φαῖμεν ἄν, ἥ τε ἐκ δικαίου καὶ ἀδίκου κτῆσις πλέον ἢ διπλασία ἐστὶν τῆς ἐκ τοῦ δικαίου μόνον, τά τε ἀναλώματα μήτε καλῶς μήτε αἰσχρῶς ἐθέλοντα ἀναλίσκεσθαι τῶν καλῶν καὶ εἰς καλὰ ἐθελόντων δαπανᾶσθαι διπλασίῳ ἐλάττονα· οὔκουν ποτὲ ἂν τῶν ἐκ διπλασίων μὲν κτημάτων, ἡμίσεων δὲ ἀναλωμάτων ὁ τὰ ἐναντία τούτων πράττων γένοιτʼ ἂν πλουσιώτερος. ἔστιν δὲ ὁ μὲν ἀγαθὸς τούτων, ὁ δὲ οὐ κακὸς ὅταν ᾖ φειδωλός, τοτὲ δέ ποτε καὶ πάγκακος, ἀγαθὸς δέ, ὅπερ εἴρηται τὰ νῦν, οὐδέποτε. ὁ μὲν γὰρ δικαίως καὶ ἀδίκως λαμβάνων καὶ μήτε δικαίως μήτε ἀδίκως ἀναλίσκων πλούσιος, ὅταν καὶ φειδωλὸς ᾖ, ὁ δὲ πάγκακος, ὡς τὰ πολλὰ ὢν ἄσωτος, μάλα πένης· ὁ δὲ ἀναλίσκων τε εἰς τὰ καλὰ καὶ κτώμενος ἐκ τῶν δικαίων μόνον οὔτʼ ἂν διαφέρων πλούτῳ ῥᾳδίως ἄν ποτε γένοιτο οὐδʼ αὖ σφόδρα πένης. ὥστε ὁ λόγος ἡμῖν ὀρθός, ὡς οὐκ εἰσὶν οἱ παμπλούσιοι ἀγαθοί· εἰ δὲ μὴ ἀγαθοί, οὐδὲ εὐδαίμονες.ἡμῖν δὲ ἡ τῶν νόμων ὑπόθεσις ἐνταῦθα ἔβλεπεν, ὅπως ὡς εὐδαιμονέστατοι ἔσονται καὶ ὅτι μάλιστα ἀλλήλοις φίλοι· εἶεν δὲ οὐκ ἄν ποτε πολῖται φίλοι, ὅπου πολλαὶ μὲν δίκαι ἐν ἀλλήλοις εἶεν, πολλαὶ δὲ ἀδικίαι, ἀλλʼ ὅπου ὡς ὅτι σμικρόταται καὶ ὀλίγισται. λέγομεν δὴ μήτε χρυσὸν δεῖν μήτε ἄργυρον ἐν τῇ πόλει, μήτε αὖ χρηματισμὸν πολὺν διὰ βαναυσίας καὶ τόκων μηδὲ βοσκημάτων αἰσχρῶν, ἀλλʼ ὅσα γεωργία δίδωσι καὶ φέρει, καὶ τούτων ὁπόσα μὴ χρηματιζόμενον ἀναγκάσειεν ἀμελεῖν ὧν ἕνεκα πέφυκε τὰ χρήματα· ταῦτα δʼ ἐστὶ ψυχὴ καὶ σῶμα, ἃ χωρὶς γυμναστικῆς καὶ τῆς ἄλλης παιδείας οὐκ ἄν ποτε γένοιτο ἄξια λόγου. διὸ δὴ χρημάτων ἐπιμέλειαν οὐχ ἅπαξ εἰρήκαμεν ὡς χρὴ τελευταῖον τιμᾶν· ὄντων γὰρ τριῶν τῶν ἁπάντων περὶ ἃ πᾶς ἄνθρωπος σπουδάζει, τελευταῖον καὶ τρίτον ἐστὶν ἡ τῶν χρημάτων ὀρθῶς σπουδαζομένη σπουδή, σώματος δὲ πέρι μέση, πρώτη δὲ ἡ τῆς ψυχῆς.
Ath. for they reckon as rich those who possess, in a rare degree, goods worth a vast deal of money, and these even a wicked man might possess. And since this is so, I would never concede to them that the rich man is really happy if he is not also good; while, if a man is superlatively good, it is impossible that he should be also superlatively rich. “Why so?” it may be asked. Because, we would reply, the gain derived from both right and wrong is more than double that from right alone, whereas the expenditure of those who refuse to spend either nobly or ignob Iy is only one-half the expenditure of those who are noble and like spending on noble objects; consequently, the wealth of men who double their gains and halve their expenditure will never be exceeded by the men whose procedure in both respects is just the opposite. Now of these men, the one is good, and the other not bad, so long as he is niggardly, but utterly bad when he is not niggardly, and (as we have just said) at no time good. For while the one man, since he takes both justly and unjustly and spends neither justly nor unjustly, is rich (and the utterly bad man, being lavish as a rule, is very poor) ,— the other man, who spends on noble objects, and gains by just means only, is never likely to become either superlatively rich or extremely poor. Accordingly, what we have stated is true,—that the very rich are not good, and not being good, neither are they happy. Now the fundamental purpose of our laws was this,—that the citizens should be as happy as possible, and in the highest degree united in mutual friendship. Friendly the citizens will never be where they have frequent legal actions with one another and frequent illegal acts, but rather where these are the fewest and least possible. We say that in the State there must be neither gold nor silver, nor must there be much money-making by means of vulgar trading or usury or the fattening of gelded beasts, but only such profit as farming offers and yields, and of this only so much as will not drive a man by his money-making to neglect the objects for which money exists: these objects are the soul and the body, which without gymnastic and the other branches of education would never become things of value. Wherefore we have asserted (and that not once only) that the pursuit of money is to be honored last of all: of all the three objects which concern every man, the concern for money, rightly directed, comes third and last; that for the body comes second; and that for the soul, first.
ΑΘ. καὶ δὴ καὶ νῦν ἣν διεξερχόμεθα πολιτείαν, εἰ μὲν τὰς τιμὰς οὕτω τάττεται, ὀρθῶς νενομοθέτηται· εἰ δέ τις τῶν προσταττομένων αὐτόθι νόμων σωφροσύνης ἔμπροσθεν ὑγίειαν ἐν τῇ πόλει φανεῖται ποιῶν τιμίαν, ἢ πλοῦτον ὑγιείας καὶ τοῦ σωφρονεῖν, οὐκ ὀρθῶς ἀναφανεῖται τιθέμενος. τοῦτʼ οὖν δὴ πολλάκις ἐπισημαίνεσθαι χρὴ τὸν νομοθέτην—τί τε βούλομαι; καὶ εἴ μοι συμβαίνει τοῦτο ἢ καὶ ἀποτυγχάνω τοῦ σκοποῦ;—καὶ οὕτω τάχʼ ἂν ἴσως ἐκ τῆς νομοθεσίας αὐτός τε ἐκβαίνοι καὶ τοὺς ἄλλους ἀπαλλάττοι, κατʼ ἄλλον δὲ τρόπον οὐδʼ ἂν ἕνα ποτέ.ὁ δὴ λαχὼν κεκτήσθω, φαμέν, τὸν κλῆρον ἐπὶ τούτοις οἷς εἰρήκαμεν. ἦν μὲν δὴ καλὸν καὶ τἆλλα ἴσα πάντʼ ἔχοντα ἕνα ἕκαστον ἐλθεῖν εἰς τὴν ἀποικίαν· ἐπειδὴ δὲ οὐ δυνατόν, ἀλλʼ ὁ μέν τις πλείω κεκτημένος ἀφίξεται χρήματα, ὁ δʼ ἐλάττονα, δεῖ δὴ πολλῶν ἕνεκα, τῶν τε κατὰ πόλιν καιρῶν ἰσότητος ἕνεκα, τιμήματα ἄνισα γενέσθαι, ἵνα ἀρχαί τε καὶ εἰσφοραὶ καὶ διανομαί, τὴν τῆς ἀξίας ἑκάστοις τιμὴν μὴ κατʼ ἀρετὴν μόνον τήν τε προγόνων καὶ τὴν αὑτοῦ, μηδὲ κατὰ σωμάτων ἰσχῦς καὶ εὐμορφίας, ἀλλὰ καὶ κατὰ πλούτου χρῆσιν καὶ πενίαν, τὰς τιμάς τε καὶ ἀρχὰς ὡς ἰσαίτατα τῷ ἀνίσῳ συμμέτρῳ δὲ ἀπολαμβάνοντες μὴ διαφέρωνται. τούτων χάριν τέτταρα μεγέθει τῆς οὐσίας τιμήματα ποιεῖσθαι χρεών, πρώτους καὶ δευτέρους καὶ τρίτους καὶ τετάρτους, ἤ τισιν ἄλλοις προσαγορευομένους ὀνόμασιν, ὅταν τε μένωσιν ἐν τῷ αὐτῷ τιμήματι καὶ ὅταν πλουσιώτεροι ἐκ πενήτων καὶ ἐκ πλουσίων πένητες γιγνόμενοι μεταβαίνωσιν εἰς τὸ προσῆκον ἕκαστοι ἑαυτοῖσιν τίμημα.τόδε δʼ ἐπὶ τούτοις αὖ νόμου σχῆμα ἔγωγε ἂν τιθείην ὡς ἑπόμενον. δεῖ γὰρ ἐν πόλει που, φαμέν, τῇ τοῦ μεγίστου νοσήματος οὐ μεθεξούσῃ, ὃ διάστασιν ἢ στάσιν ὀρθότερον ἂν εἴη κεκλῆσθαι, μήτε πενίαν τὴν χαλεπὴν ἐνεῖναι παρά τισιν τῶν πολιτῶν μήτε αὖ πλοῦτον, ὡς ἀμφοτέρων τικτόντων ταῦτα ἀμφότερα· νῦν οὖν ὅρον δεῖ τούτων ἑκατέρου τὸν νομοθέτην φράζειν. ἔστω δὴ πενίας μὲν ὅρος ἡ τοῦ κλήρου τιμή, ὃν δεῖ μένειν καὶ ὃν ἄρχων οὐδεὶς οὐδενί ποτε περιόψεται ἐλάττω γιγνόμενον, τῶν τε ἄλλων κατὰ ταὐτὰ οὐδεὶς ὅστις φιλότιμος ἐπʼ ἀρετῇ.
Ath. Accordingly, if it prescribes its honors in this order, the polity which we are describing has its laws correctly laid down; but if any of the laws therein enacted shall evidently make health of more honor in the State than temperance, or wealth than health and temperance, it will quite clearly be a wrong enactment. Thus the lawgiver must ofttimes put this question to himself— “What is it that I intend?” and, “Am I succeeding in this, or am I wide of the mark?” In this way he might, perhaps, get through the task of legislation himself, and save others the trouble of it; but in no other way could he ever possibly do so. The man who has received an allotment shall hold it, as we say, on the terms stated. It would indeed have been a splendid thing if each person, on entering the colony, had had all else equal as well. Since this, however, is impossible, and one man will arrive with more money and another with less, it is necessary for many reasons, and for the sake of equa Iizing chances in public life, that there should be unequal valuations, in order that offices and contributions may be assigned in accordance with the assessed valuation in each case,—being framed not in proportion only to the moral excellence of a man’s ancestors or of himself, nor to his bodily strength and comeliness, but in proportion also to his wealth or poverty,—so that by a rule of symmetrical inequality they may receive offices and honors as equally as possible, and may have no quarrelling. For these reasons we must make four classes, graded by size of property, and called first, second, third and fourth (or by some other names) , alike when the individuals remain in the same class and when, through a change from poverty to wealth or from wealth to poverty, they pass over each to that class to which he belongs. The kind of law that I would enact as proper to follow next after the foregoing would be this: It is, as we assert, necessary in a State which is to avoid that greatest of plagues, which is better termed disruption than dissension, that none of its citizens should be in a condition of either painful poverty or wealth, since both these conditions produce both these results; consequently the lawgiver must now declare a limit for both these conditions. The limit of poverty shall be the value of the allotment: this must remain fixed, and its diminution in any particular instance no magistrate should overlook, nor any other citizen who aspires to goodness.