ΑΘ. μέτρον δὲ αὐτὸν θέμενος ὁ νομοθέτης διπλάσιον ἐάσει τούτου κτᾶσθαι καὶ τριπλάσιον καὶ μέχρι τετραπλασίου· πλείονα δʼ ἄν τις κτᾶται τούτων, εὑρὼν ἢ δοθέντων ποθὲν ἢ χρηματισάμενος, ἤ τινι τύχῃ τοιαύτῃ κτησάμενος ἄλλῃ τὰ περιγιγνόμενα τοῦ μέτρου, τῇ πόλει ἂν αὐτὰ καὶ τοῖς τὴν πόλιν ἔχουσιν θεοῖς ἀπονέμων εὐδόκιμός τε καὶ ἀζήμιος ἂν εἴη· ἐὰν δέ τις ἀπειθῇ τούτῳ τῷ νόμῳ, φανεῖ μὲν ὁ βουλόμενος ἐπὶ τοῖς ἡμίσεσιν, ὁ δὲ ὀφλὼν ἄλλο τοσοῦτον μέρος ἀποτείσει τῆς αὑτοῦ κτήσεως, τὰ δʼ ἡμίσεα τῶν θεῶν. ἡ δὲ κτῆσις χωρὶς τοῦ κλήρου πάντων πᾶσα ἐν τῷ φανερῷ γεγράφθω παρὰ φύλαξιν ἄρχουσιν, οἷς ἂν ὁ νόμος προστάξῃ, ὅπως ἂν αἱ δίκαι περὶ πάντων, ὅσαι εἰς χρήματα, ῥᾴδιαί τε ὦσι καὶ σφόδρα σαφεῖς.τὸ δὴ μετὰ τοῦτο πρῶτον μὲν τὴν πόλιν ἱδρῦσθαι δεῖ τῆς χώρας ὅτι μάλιστα ἐν μέσῳ, καὶ τἆλλα ὅσα πρόσφορα πόλει τῶν ὑπαρχόντων ἔχοντα τόπον ἐκλεξάμενον, ἃ νοῆσαί τε καὶ εἰπεῖν οὐδὲν χαλεπόν· μετὰ δὲ ταῦτα μέρη δώδεκα διελέσθαι, θέμενον Ἑστίας πρῶτον καὶ Διὸς καὶ Ἀθηνᾶς ἱερόν, ἀκρόπολιν ὀνομάζοντα, κύκλον περιβάλλοντα, ἀφʼ οὗ τὰ δώδεκα μέρη τέμνειν τήν τε πόλιν αὐτὴν καὶ πᾶσαν τὴν χώραν. ἴσα δὲ δεῖ γίγνεσθαι τὰ δώδεκα μέρη τῷ τὰ μὲν ἀγαθῆς γῆς εἶναι σμικρά, τὰ δὲ χείρονος μείζω. κλήρους δὲ διελεῖν τετταράκοντα καὶ πεντακισχιλίους, τούτων τε αὖ δίχα τεμεῖν ἕκαστον καὶ συγκληρῶσαι δύο τμήματα, τοῦ τε ἐγγὺς καὶ τοῦ πόρρω μετέχοντα ἑκάτερον· τὸ πρὸς τῇ πόλει μέρος τῷ πρὸς τοῖς ἐσχάτοις εἷς κλῆρος, καὶ τὸ δεύτερον ἀπὸ πόλεως τῷ ἀπʼ ἐσχάτων δευτέρῳ, καὶ τἆλλα οὕτως πάντα. μηχανᾶσθαι δὲ καὶ ἐν τοῖς δίχα τμήμασι τὸ νυνδὴ λεγόμενον φαυλότητός τε καὶ ἀρετῆς χώρας, ἐπανισουμένους τῷ πλήθει τε καὶ ὀλιγότητι τῆς διανομῆς. νείμασθαι δὲ δὴ καὶ τοὺς ἄνδρας δώδεκα μέρη, τὴν τῆς ἄλλης οὐσίας εἰς ἴσα ὅτι μάλιστα τὰ δώδεκα μέρη συνταξάμενον, ἀπογραφῆς πάντων γενομένης· καὶ δὴ καὶ μετὰ τοῦτο δώδεκα θεοῖς δώδεκα κλήρους θέντας, ἐπονομάσαι καὶ καθιερῶσαι τὸ λαχὸν μέρος ἑκάστῳ τῷ θεῷ, καὶ φυλὴν αὐτὴν ἐπονομάσαι. τέμνειν δʼ αὖ καὶ τὰ δώδεκα τῆς πόλεως τμήματα τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὴν ἄλλην χώραν διένεμον· καὶ δύο νέμεσθαι ἕκαστον οἰκήσεις, τήν τε ἐγγὺς τοῦ μέσου καὶ τὴν τῶν ἐσχάτων. καὶ τὴν μὲν κατοίκισιν οὕτω τέλος ἔχειν.
Ath. And having set this as the (inferior) limit, the lawgiver shall allow a man to possess twice this amount, or three times, or four times. Should anyone acquire more than this—whether by discovery or gift or money-making, or through gaining a sum exceeding the due measure by some other such piece of luck, if he makes the surplus over to the State and the gods who keep the State, he shall be well-esteemed and free from penalty. But if anyone disobeys this law, whoso wishes may get half by laying information, and the man that is convicted shall pay out an equal share of his own property, and the half shall go to the gods. All the property of every man over and above his allotment shall be publicly written out and be in the keeping of the magistrates appointed by law, so that legal rights pertaining to all matters of property may be easy to decide and perfectly clear. In the next place, the lawgiver must first plant his city as nearly as possible in the center of the country, choosing a spot which has all the other conveniences also which a city requires, and which it is easy enough to perceive and specify. After this, he must divide off twelve portions of land,—when he has first set apart a sacred glebe for Hestia, Zeus and Athena, to which he shall give the name “acropolis” and circle it round with a ring-wall; starting from this he must divide up both the city itself and all the country into the twelve portions. The twelve portions must be equalized by making those consisting of good land small, and those of inferior land larger. He must mark off 5,040 allotments, and each of these he must cut in two and join two pieces to form each several allotment, so that each contains a near piece and a distant piece,—joining the piece next the city with the piece furthest off, the second nearest with the second furthest, and so on with all the rest. And in dealing with these separate portions, they must employ the device we mentioned a moment ago, about poor land and good, and secure equality by making the assigned portions of larger or smaller size. And he must divide the citizens also into twelve parts, making all the twelve parts as equal as possible in respect of the value of the rest of their property, after a census has been made of all. After this they must also appoint twelve allotments for the twelve gods, and name and consecrate the portion allotted to each god, giving it the name of “phyle.” And they must also divide the twelve sections of the city in the same manner as they divided the rest of the country; and each citizen must take as his share two dwellings, one near the center of the country the other near the outskirts. Thus the settlement shall be completed.
ΑΘ. ἐννοεῖν δὲ ἡμᾶς τὸ τοιόνδε ἐστὶν χρεὼν ἐκ παντὸς τρόπου, ὡς τὰ νῦν εἰρημένα πάντα οὐκ ἄν ποτε εἰς τοιούτους καιροὺς συμπέσοι, ὥστε συμβῆναι κατὰ λόγον οὕτω σύμπαντα γενόμενα, ἄνδρας τε οἳ μὴ δυσχερανοῦσι τὴν τοιαύτην συνοικίαν, ἀλλʼ ὑπομενοῦσιν χρήματά τε ἔχοντες τακτὰ καὶ μέτρια διὰ βίου παντὸς καὶ παίδων γενέσεις ἃς εἰρήκαμεν ἑκάστοις, καὶ χρυσοῦ στερόμενοι καὶ ἑτέρων ὧν δῆλος ὁ νομοθέτης προστάξων ἐστὶν ἐκ τούτων τῶν νῦν εἰρημένων, ἔτι δὲ χώρας τε καὶ ἄστεος, ὡς εἴρηκεν, μεσότητάς τε καὶ ἐν κύκλῳ οἰκήσεις πάντῃ, σχεδὸν οἷον ὀνείρατα λέγων, ἢ πλάττων καθάπερ ἐκ κηροῦ τινα πόλιν καὶ πολίτας. ἔχει δὴ τὰ τοιαῦτα οὐ κακῶς τινα τρόπον εἰρημένα, χρὴ δʼ ἐπαναλαμβάνειν πρὸς αὑτὸν τὰ τοιάδε. πάλιν ἄρα ἡμῖν ὁ νομοθετῶν φράζει τόδε· «ἐν τούτοις τοῖς λόγοις, ὦ φίλοι, μηδʼ αὐτὸν δοκεῖτέ με λεληθέναι τὸ νῦν λεγόμενον ὡς ἀληθῆ διεξέρχεταί τινα τρόπον. ἀλλὰ γὰρ ἐν ἑκάστοις τῶν μελλόντων ἔσεσθαι δικαιότατον οἶμαι τόδε εἶναι, τὸν τὸ παράδειγμα δεικνύντα, οἷον δεῖ τὸ ἐπιχειρούμενον γίγνεσθαι, μηδὲν ἀπολείπειν τῶν καλλίστων τε καὶ ἀληθεστάτων, ᾧ δὲ ἀδύνατόν τι συμβαίνει τούτων γίγνεσθαι, τοῦτο μὲν αὐτὸ ἐκκλίνειν καὶ μὴ πράττειν, ὅτι δὲ τούτου τῶν λοιπῶν ἐγγύτατά ἐστιν καὶ συγγενέστατον ἔφυ τῶν προσηκόντων πράττειν, τοῦτʼ αὐτὸ διαμηχανᾶσθαι ὅπως ἂν γίγνηται, τὸν νομοθέτην δʼ ἐᾶσαι τέλος ἐπιθεῖναι τῇ βουλήσει, γενομένου δὲ τούτου, τότʼ ἤδη κοινῇ μετʼ ἐκείνου σκοπεῖν ὅτι τε συμφέρει τῶν εἰρημένων καὶ τί πρόσαντες εἴρηται τῆς νομοθεσίας· τὸ γὰρ ὁμολογούμενον αὐτὸ αὑτῷ δεῖ που πανταχῇ ἀπεργάζεσθαι καὶ τὸν τοῦ φαυλοτάτου δημιουργὸν ἄξιον ἐσόμενον λόγου.» νῦν δὴ τοῦτʼ αὐτὸ προθυμητέον ἰδεῖν μετὰ τὴν δόξαν τῆς τῶν δώδεκα μερῶν διανομῆς, τὸ τίνα τρόπον δῆλον δὴ τὰ δώδεκα μέρη, τῶν ἐντὸς αὐτοῦ πλείστας ἔχοντα διανομάς, καὶ τὰ τούτοις συνεπόμενα καὶ ἐκ τούτων γεννώμενα, μέχρι τῶν τετταράκοντά τε καὶ πεντακισχιλίων—ὅθεν φρατρίας καὶ δήμους καὶ κώμας, καὶ πρός γε τὰς πολεμικὰς τάξεις τε καὶ ἀγωγάς, καὶ ἔτι νομίσματα καὶ μέτρα ξηρά τε καὶ ὑγρὰ καὶ σταθμά—πάντα ταῦτα ἔμμετρά τε καὶ ἀλλήλοις σύμφωνα δεῖ τόν γε νόμον τάττειν.
Ath. But we must by all means notice this,—that all the arrangements now described will never be likely to meet with such favorable conditions that the whole program can be carried out according to plan. This requires that the citizens will raise no objection to such a mode of living together, and will tolerate being restricted for life to fixed and limited amounts of property and to families such as we have stated, and being deprived of gold and of the other things which the lawgiver is clearly obliged by our regulations to forbid, and will submit also to the arrangements he has defined for country and city, with the dwellings set in the center and round the circumference,—almost as if he were telling nothing but dreams, or moulding, so to say, a city and citizens out of wax. These criticisms are not altogether unfair, and the lawgiver should reconsider the points that follow. So he that is legislating speaks to us again in this wise: “Do not suppose, my friends, that I in these my discourses fail to observe the truth of what is now set out in this criticism. But in dealing with all schemes for the future, the fairest plan, I think, is this—that the person who exhibits the pattern on which the undertaking is to be modelled should omit no detail of perfect beauty and truth; but where any of them is impossible of realization, that particular detail he should omit and leave unexecuted, but contrive to execute instead whatever of the remaining details comes nearest to this and is by nature most closely akin to the right procedure; and he should allow the lawgiver to express his ideal completely; and when this is done, then and then only should they both consult together as to how far their proposals are expedient and how much of the legislation is impracticable. For the constructor of even the most trivial object, if he is to be of any merit, must make it in all points consistent with itself.” So now we must endeavor to discern—after we have decided on our division into twelve parts—in what fashion the divisions that come next to these and are the offspring of these, up to the ultimate figure, 5,040, (determining as they do, the phratries and demes and villages, as well as the military companies and platoons, and also the coinage-system, dry and liquid measures, and weights),— how, I say, all these numerations are to be fixed by the law so as to be of the right size and consistent one with another.
ΑΘ. πρὸς δὲ τούτοις οὐδʼ ἐκεῖνα φοβητέα, δείσαντα τὴν δόξασαν ἂν γίγνεσθαι σμικρολογίαν, ἄν τις προστάττῃ πάντα ὁπόσʼ ἂν σκεύη κτῶνται, μηδὲν ἄμετρον αὐτῶν ἐᾶν εἶναι, καὶ κοινῷ λόγῳ νομίσαντα πρὸς πάντα εἶναι χρησίμους τὰς τῶν ἀριθμῶν διανομὰς καὶ ποικίλσεις, ὅσα τε αὐτοὶ ἐν ἑαυτοῖς ποικίλλονται καὶ ὅσα ἐν μήκεσι καὶ ἐν βάθεσι ποικίλματα, καὶ δὴ καὶ ἐν φθόγγοις καὶ κινήσεσι ταῖς τε κατὰ τὴν εὐθυπορίαν τῆς ἄνω καὶ κάτω φορᾶς καὶ τῆς κύκλῳ περιφορᾶς· πρὸς γὰρ ταῦτα πάντα δεῖ βλέψαντα τόν γε νομοθέτην προστάττειν τοῖς πολίταις πᾶσιν εἰς δύναμιν τούτων μὴ ἀπολείπεσθαι τῆς συντάξεως. πρός τε γὰρ οἰκονομίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τὰς τέχνας πάσας ἓν οὐδὲν οὕτω δύναμιν ἔχει παίδειον μάθημα μεγάλην, ὡς ἡ περὶ τοὺς ἀριθμοὺς διατριβή· τὸ δὲ μέγιστον, ὅτι τὸν νυστάζοντα καὶ ἀμαθῆ φύσει ἐγείρει καὶ εὐμαθῆ καὶ μνήμονα καὶ ἀγχίνουν ἀπεργάζεται, παρὰ τὴν αὑτοῦ φύσιν ἐπιδιδόντα θείᾳ τέχνῃ. ταῦτα δὴ πάντα, ἐὰν μὲν ἄλλοις νόμοις τε καὶ ἐπιτηδεύμασιν ἀφαιρῆταί τις τὴν ἀνελευθερίαν καὶ φιλοχρηματίαν ἐκ τῶν ψυχῶν τῶν μελλόντων αὐτὰ ἱκανῶς τε καὶ ὀνησίμως κτήσεσθαι, καλὰ τὰ παιδεύματα καὶ προσήκοντα γίγνοιτʼ ἄν· εἰ δὲ μή, τὴν καλουμένην ἄν τις πανουργίαν ἀντὶ σοφίας ἀπεργασάμενος λάθοι, καθάπερ Αἰγυπτίους καὶ Φοίνικας καὶ πολλὰ ἕτερα ἀπειργασμένα γένη νῦν ἔστιν ἰδεῖν ὑπὸ τῆς τῶν ἄλλων ἐπιτηδευμάτων καὶ κτημάτων ἀνελευθερίας, εἴτε τις νομοθέτης αὐτοῖς φαῦλος ἂν γενόμενος ἐξηργάσατο τὰ τοιαῦτα εἴτε χαλεπὴ τύχη προσπεσοῦσα εἴτε καὶ φύσις ἄλλη τις τοιαύτη. καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθʼ ἡμᾶς λανθανέτω περὶ τόπων ὡς οὐκ εἰσὶν ἄλλοι τινὲς διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους, οἷς οὐκ ἐναντία νομοθετητέον· οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ διʼ εἱλήσεις ἀλλόκοτοί τέ εἰσιν καὶ ἐναίσιοι αὐτῶν, οἱ δὲ διʼ ὕδατα, οἱ δὲ καὶ διʼ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφήν, ἀναδιδοῦσαν οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς δὲ ψυχαῖς οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν, τούτων δʼ αὖ πάντων μέγιστον διαφέροιεν ἂν τόποι χώρας ἐν οἷς θεία τις ἐπίπνοια καὶ δαιμόνων λήξεις εἶεν, τοὺς ἀεὶ κατοικιζομένους ἵλεῳ δεχόμενοι καὶ τοὐναντίον. οἷς ὅ γε νοῦν ἔχων νομοθέτης, ἐπισκεψάμενος ὡς ἄνθρωπον οἷόν τʼ ἐστὶν σκοπεῖν τὰ τοιαῦτα, οὕτω πειρῷτʼ ἂν τιθέναι τοὺς νόμους. ὃ δὴ καὶ σοὶ ποιητέον, ὦ Κλεινία· πρῶτον τρεπτέον ἐπὶ τὰ τοιαῦτα μέλλοντί γε κατοικίζειν χώραν.
ΚΛ. ἀλλʼ, ὦ ξένε Ἀθηναῖε, λέγεις τε παγκάλως ἐμοί τε οὕτως ποιητέον.
Ath. Moreover, he should not hesitate, through fear of what might appear to be peddling detail, to prescribe that, of all the utensils which the citizens may possess, none shall be allowed to be of undue size. He must recognize it as a universal rule that the divisions and variations of numbers are applicable to all purposes—both to their own arithmetical variations and to the geometrical variations of surfaces and solids, and also to those of sounds, and of motions, whether in a straight line up and down or circular. The lawgiver must keep all these in view and charge all the citizens to hold fast, so far as they can, to this organized numerical system. For in relation to economics, to politics and to all the arts, no single branch of educational science possesses so great an influence as the study of numbers: its chief advantage is that it wakes up the man who is by nature drowsy and slow of wit, and makes him quick to learn, mindful and sharp-witted, progressing beyond his natural capacity by art divine. All these subjects of education will prove fair and fitting, provided that you can remove illiberality and avarice, by means of other laws and institutions, from the souls of those who are to acquire them adequately and to profit by them; otherwise you will find that you have unwittingly turned out a “sharper,” as we call him, instead of a sage: examples of this we can see today in the effect produced on the Egyptians and Phoenicians and many other nations by the illiberal character of their property, and their other institutions,—whether these results are due to their having had a bad lawgiver, or to some adverse fortune that befell them, or else, possibly, to some natural disadvantage. For that, too, is a point, O Megillus and Clinias, which we must not fail to notice,—that some districts are naturally superior to others for the breeding of men of a good or bad type; and we must not conflict with this natural difference in our legislation. Some districts are ill-conditioned or well-conditioned owing to a variety of winds or to sunshine, others owing to their waters, others owing simply to the produce of the soil, which offers produce either good or bad for their bodies, and equally able to effect similar results in their souls as well. Of all these, those districts would be by far the best which have a kind of heavenly breeze, and where the portions of land are under the care of daemons, so that they receive those that come from time to time to settle there either graciously or ungraciously. These districts the judicious lawgiver will examine, so far as examination of such matters is possible for mere man; and he will try to frame his laws accordingly. And you too, Clinias, must adopt the same course; when you are proposing to colonize the country, you must attend to these matters first.
Clin. Your discourse, Stranger, is most excellent, and I must do as you advise.