ΑΘ. «ἄνδρες» τοίνυν φῶμεν πρὸς αὐτούς, «ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἀεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος συνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. πρὸς ταῦτʼ οὖν οὕτω διατεταγμένα τί χρὴ δρᾶν ἢ διανοεῖσθαι καὶ τί μὴ τὸν ἔμφρονα;»
ΚΛ. δῆλον δὴ τοῦτό γε· ὡς τῶν συνακολουθησόντων ἐσόμενον τῷ θεῷ δεῖ διανοηθῆναι πάντα ἄνδρα.
ΑΘ. «τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία, καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δʼ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. ὁ δὴ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη μάλιστα, καὶ πολὺ μᾶλλον ἤ πού τις, ὥς φασιν, ἄνθρωπος· τὸν οὖν τῷ τοιούτῳ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος γάρ, ὁ δὲ μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος καὶ ὁ ἄδικος, καὶ τὰ ἄλλʼ οὕτως κατὰ τὸν αὐτὸν λόγον ἔχει. νοήσωμεν δὴ τούτοις ἑπόμενον εἶναι τὸν τοιόνδε λόγον, ἁπάντων κάλλιστον καὶ ἀληθέστατον οἶμαι λόγων, ὡς τῷ μὲν ἀγαθῷ θύειν καὶ προσομιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασιν καὶ συμπάσῃ θεραπείᾳ θεῶν κάλλιστον καὶ ἄριστον καὶ ἀνυσιμώτατον πρὸς τὸν εὐδαίμονα βίον καὶ δὴ καὶ διαφερόντως πρέπον, τῷ δὲ κακῷ τούτων τἀναντία πέφυκεν.»
Ath. Let us, then, speak to them thus:—“O men, that God who, as old tradition tells, holdeth the beginning, the end, and the center of all things that exist, completeth his circuit by nature’s ordinance in straight, unswerving course. With him followeth Justice, as avenger of them that fall short of the divine law; and she, again, is followed by every man who would fain be happy, cleaving to her with lowly and orderly behavior; but whoso is uplifted by vainglory, or prideth himself on his riches or his honors or his comeliness of body, and through this pride joined to youth and folly, is inflamed in soul with insolence, dreaming that he has no need of ruler or guide, but rather is competent himself to guide others,— such an one is abandoned and left behind by the God, and when left behind he taketh to him others of like nature, and by his mad prancings throweth all into confusion: to many, indeed, he seemeth to be some great one, but after no long time he payeth the penalty, not unmerited, to Justice, when he bringeth to total ruin himself, his house, and his country. Looking at these things, thus ordained, what ought the prudent man to do, or to devise, or to refrain from doing?”
Clin. The answer is plain: Every man ought so to devise as to be of the number of those who follow in the steps of the God.
Ath. What conduct, then, is dear to God and in his steps? One kind of conduct, expressed in one ancient phrase, namely, that “like is dear to like” when it is moderate, whereas immoderate things are dear neither to one another nor to things moderate. In our eyes God will be “the measure of all things” in the highest degree—a degree much higher than is any “man” they talk of. He, then, that is to become dear to such an one must needs become, so far as he possibly can, of a like character; and, according to the present argument, he amongst us that is temperate is dear to God, since he is like him, while he that is not temperate is unlike and at enmity,—as is also he who is unjust, and so likewise with the rest, by parity of reasoning. On this there follows, let us observe, this further rule,—and of all rules it is the noblest and truest,—that to engage in sacrifice and communion with the gods continually, by prayers and offerings and devotions of every kind, is a thing most noble and good and helpful towards the happy life, and superlatively fitting also, for the good man; but for the wicked, the very opposite.
ΑΘ. «ἀκάθαρτος γὰρ τὴν ψυχὴν ὅ γε κακός, καθαρὸς δὲ ὁ ἐναντίος, παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρʼ ἀγαθὸν οὔτε θεὸν ἔστιν ποτὲ τό γε ὀρθὸν δέχεσθαι· μάτην οὖν περὶ θεοὺς ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖσιν δὲ ὁσίοις ἐγκαιρότατος ἅπασιν. σκοπὸς μὲν οὖν ἡμῖν οὗτος οὗ δεῖ στοχάζεσθαι· βέλη δὲ αὐτοῦ καὶ οἷον ἡ τοῖς βέλεσιν ἔφεσις τὰ ποῖʼ ἂν λεγόμενα ὀρθότατα φέροιτʼ ἄν; πρῶτον μέν, φαμέν, τιμὰς τὰς μετʼ Ὀλυμπίους τε καὶ τοὺς τὴν πόλιν ἔχοντας θεοὺς τοῖς χθονίοις ἄν τις θεοῖς ἄρτια καὶ δεύτερα καὶ ἀριστερὰ νέμων ὀρθότατα τοῦ τῆς εὐσεβείας σκοποῦ τυγχάνοι, τὰ δὲ τούτων ἄνωθεν [τὰ περιττὰ] καὶ ἀντίφωνα, τοῖς ἔμπροσθεν ῥηθεῖσιν νυνδή. μετὰ θεοὺς δὲ τούσδε καὶ τοῖς δαίμοσιν ὅ γε ἔμφρων ὀργιάζοιτʼ ἄν, ἥρωσιν δὲ μετὰ τούτους. ἐπακολουθοῖ δʼ αὐτοῖς ἱδρύματα ἴδια πατρῴων θεῶν κατὰ νόμον ὀργιαζόμενα, γονέων δὲ μετὰ ταῦτα τιμαὶ ζώντων· ὡς θέμις ὀφείλοντα ἀποτίνειν τὰ πρῶτά τε καὶ μέγιστα ὀφειλήματα, χρεῶν πάντων πρεσβύτατα, νομίζειν δέ, ἃ κέκτηται καὶ ἔχει, πάντα εἶναι τῶν γεννησάντων καὶ θρεψαμένων πρὸς τὸ παρέχειν αὐτὰ εἰς ὑπηρεσίαν ἐκείνοις κατὰ δύναμιν πᾶσαν, ἀρχόμενον ἀπὸ τῆς οὐσίας, δεύτερα τὰ τοῦ σώματος, τρίτα τὰ τῆς ψυχῆς, ἀποτίνοντα δανείσματα ἐπιμελείας τε καὶ ὑπερπονούντων ὠδῖνας παλαιὰς ἐπὶ νέοις δανεισθείσας, ἀποδιδόντα δὲ παλαιοῖς ἐν τῷ γήρᾳ σφόδρα κεχρημένοις. παρὰ δὲ πάντα τὸν βίον ἔχειν τε καὶ ἐσχηκέναι χρὴ πρὸς αὑτοῦ γονέας εὐφημίαν διαφερόντως, διότι κούφων καὶ πτηνῶν λόγων βαρυτάτη ζημία—πᾶσι γὰρ ἐπίσκοπος τοῖς περὶ τὰ τοιαῦτα ἐτάχθη Δίκης Νέμεσις ἄγγελος—θυμουμένοις τε οὖν ὑπείκειν δεῖ καὶ ἀποπιμπλᾶσι τὸν θυμόν, ἐάντʼ ἐν λόγοις ἐάντʼ ἐν ἔργοις δρῶσιν τὸ τοιοῦτον, συγγιγνώσκοντα, ὡς εἰκότως μάλιστα πατὴρ ὑεῖ δοξάζων ἀδικεῖσθαι θυμοῖτʼ ἂν διαφερόντως. τελευτησάντων δὲ γονέων ταφὴ μὲν ἡ σωφρονεστάτη καλλίστη, μήτε ὑπεραίροντα τῶν εἰθισμένων ὄγκων μήτʼ ἐλλείποντα ὧν οἱ προπάτορες τοὺς ἑαυτῶν γεννητὰς ἐτίθεσαν, τάς τε αὖ κατʼ ἐνιαυτὸν τῶν ἤδη τέλος ἐχόντων ὡσαύτως ἐπιμελείας τὰς κόσμον φερούσας ἀποδιδόναι· »
Ath. For the wicked man is unclean of soul, whereas the good man is clean; and from him that is defiled no good man, nor god, can ever rightly receive gifts. Therefore all the great labor that impious men spend upon the gods is in vain, but that of the pious is most profitable to them all. Here, then, is the mark at which we must aim; but as to shafts we should shoot, and (so to speak) the flight of them,—what kind of shafts, think you, would fly most straight to the mark? First of all, we say, if—after the honors paid to the Olympians and the gods who keep the State—we should assign the Even and the Left as their honors to the gods of the under-world, we would be aiming most straight at the mark of piety— as also in assigning to the former gods the things superior, the opposites of these. Next after these gods the wise man will offer worship to the daemons, and after the daemons to the heroes. After these will come private shrines legally dedicated to ancestral deities; and next, honors paid to living parents. For to these duty enjoins that the debtor should pay back the first and greatest of debts, the most primary of all dues, and that he should acknowledge that all that he owns and has belongs to those who begot and reared him, so that he ought to give them service to the utmost of his power—with substance, with body, and with soul, all three—thus making returns for the loans of care and pain spent on the children by those who suffered on their behalf in bygone years, and recompensing the old in their old age, when they need help most. And throughout all his life he must diligently observe reverence of speech towards his parents above all things, seeing that for light and winged words there is a most heavy penalty,—for over all such matters Nemesis, messenger of Justice, is appointed to keep watch; wherefore the son must yield to his parents when they are wroth, and when they give rein to their wrath either by word or deed, he must pardon them, seeing that it is most natural for a father to be especially wroth when he deems that he is wronged by his own son. When parents die, the most modest funeral rites are the best, whereby the son neither exceeds the accustomed pomp, nor falls short of what his forefathers paid to their sires; and in like manner he should duly bestow the yearly attentions, which ensure honor, on the rites already completed.
ΑΘ. «τῷ δὲ μὴ παραλείπειν μνήμην ἐνδελεχῆ παρεχόμενον, τούτῳ μάλιστʼ ἀεὶ πρεσβεύειν, δαπάνης τε τῆς διδομένης ὑπὸ τύχης τὸ μέτριον τοῖς κεκμηκόσιν νέμοντα. ταῦτʼ ἂν ποιοῦντες καὶ κατὰ ταῦτα ζῶντες ἑκάστοτε ἕκαστοι τὴν ἀξίαν ἂν παρὰ θεῶν καὶ ὅσοι κρείττονες ἡμῶν κομιζοίμεθα, ἐν ἐλπίσιν ἀγαθαῖς διάγοντες τὸ πλεῖστον τοῦ βίου.» ἃ δὲ πρὸς ἐκγόνους καὶ συγγενεῖς καὶ φίλους καὶ πολίτας, ὅσα τε ξενικὰ πρὸς θεῶν θεραπεύματα καὶ ὁμιλίας συμπάντων τούτων ἀποτελοῦντα τὸν αὑτοῦ βίον φαιδρυνάμενον κατὰ νόμον κοσμεῖν δεῖ, τῶν νόμων αὐτῶν ἡ διέξοδος, τὰ μὲν πείθουσα, τὰ δὲ μὴ ὑπείκοντα πειθοῖ τῶν ἠθῶν βίᾳ καὶ δίκῃ κολάζουσα, τὴν πόλιν ἡμῖν συμβουληθέντων θεῶν μακαρίαν τε καὶ εὐδαίμονα ἀποτελεῖ· ἃ δὲ χρὴ μὲν αὖ καὶ ἀναγκαῖον εἰπεῖν νομοθέτην ὅστις ἅπερ ἐγὼ διανοεῖται, ἐν δὲ σχήματι νόμου ἀναρμοστεῖ λεγόμενα, τούτων πέρι δοκεῖ μοι δεῖγμα προενεγκόντα αὑτῷ τε καὶ ἐκείνοις οἷς νομοθετήσει, τὰ λοιπὰ πάντα εἰς δύναμιν διεξελθόντα, τὸ μετὰ τοῦτο ἄρχεσθαι τῆς θέσεως τῶν νόμων. ἔστιν δὲ δὴ τὰ τοιαῦτα ἐν τίνι μάλιστα σχήματι κείμενα; οὐ πάνυ ῥᾴδιον ἐν ἑνὶ περιλαβόντα εἰπεῖν αὐτὰ οἷόν τινι τύπῳ, ἀλλʼ οὑτωσί τινα τρόπον λάβωμεν, ἄν τι δυνώμεθα περὶ αὐτῶν βεβαιώσασθαι.
ΚΛ. λέγε τὸ ποῖον.
ΑΘ. βουλοίμην ἂν αὐτοὺς ὡς εὐπειθεστάτους πρὸς ἀρετὴν εἶναι, καὶ δῆλον ὅτι πειράσεται τοῦτο ὁ νομοθέτης ἐν ἁπάσῃ ποιεῖν τῇ νομοθεσίᾳ.
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. τὰ τοίνυν δὴ λεχθέντα ἔδοξέν τί μοι προὔργου δρᾶν εἰς τὸ περὶ ὧν ἂν παραινῇ, μὴ παντάπασιν ὠμῆς ψυχῆς λαβόμενα, ἡμερώτερόν τε ἂν ἀκούειν καὶ εὐμενέστερον· ὥστε εἰ καὶ μὴ μέγα τι, σμικρὸν δέ, τὸν ἀκούοντα ὅπερ φησὶν εὐμενέστερον γιγνόμενον εὐμαθέστερον ἀπεργάσεται, πᾶν ἀγαπητόν. οὐ γὰρ πολλή τις εὐπέτεια οὐδὲ ἀφθονία τῶν προθυμουμένων ὡς ἀρίστων ὅτι μάλιστα καὶ ὡς τάχιστα γίγνεσθαι, τὸν δὲ Ἡσίοδον οἱ πολλοὶ σοφὸν ἀποφαίνουσι λέγοντα ὡς ἡ μὲν ἐπὶ τὴν κακότητα ὁδὸς λεία καὶ ἀνιδιτὶ παρέχει πορεύεσθαι, μάλα βραχεῖα οὖσα, τῆς δὲ ἀρετῆς, φησίν, […] ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν / ἀθάνατοι, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτήν, / καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηαι, / ῥηιδίη δὴ ʼπειτα φέρειν, χαλεπή περ ἐοῦσα. /
Ath. He should always venerate them, by never failing to provide a continual memorial, and assigning to the deceased a due share of the means which fortune Provides for expenditure. Every one of us, if we acted thus and observed these rules of life, would win always a due reward from the gods and from all that are mightier than ourselves, and would pass the greatest part of our lives in the enjoyment of hopes of happiness. As regards duties to children, relations, friends and citizens, and those of service done to strangers for Heaven’s sake, and of social intercourse with all those classes,—by fulfilling which a man should brighten his own life and order it as the law enjoins,— the sequel of the laws themselves, partly by persuasion and partly (when men’s habits defy persuasion) by forcible and just chastisement, will render our State, with the concurrence of the gods, a blessed State and a prosperous. There are also matters which a lawgiver, if he shares my view, must necessarily regulate, though they are ill-suited for statement in the form of a law; in dealing with these he ought, in my opinion, to produce a sample for his own use and that of those for whom he is legislating, and, after expounding all other matters as best he can, pass on next to commencing the task of legislation.
Clin. What is the special form in which such matters are laid down?
Ath. It is by no means easy to embrace them all in a single model of statement (so to speak) but let us conceive of them in some such way as this, in case we may succeed in affirming something definite about them.
Clin. Tell us what that “something” is.
Ath. I should desire the people to be as docile as possible in the matter of virtue; and this evidently is what the legislator will endeavor to effect in all his legislation.
Clin. Assuredly.
Ath. I thought the address we have made might prove of some help in making them listen to its monitions with souls not utterly savage, but in a more civil and less hostile mood. So that we may be well content if as I say, it renders the hearer even but a little more docile, because a little less hostile. For there is no great plenty or abundance of persons anxious to become with all speed as good as possible; the majority, indeed, serve to show how wise Hesiod was when he said, “smooth is the way that leadeth unto wickedness,” and that “no sweat is needed to traverse it,” since it is “passing short,” but (he says)—In front of goodness the immortal gods / Have set the sweat of toil, and thereunto / Long is the road and steep, and rough withal / The first ascent; but when the crest is won, / ’Tis easy travelling, albeit ’twas hard. /