ΑΘ. καὶ «οὔτʼ ἂν μνησαίμην,» φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, «οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην,» ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ «καὶ δηΐων» τοιοῦτος ὢν «ὀρέγοιτο ἐγγύθεν ἱστάμενος,» ἄδικος δὲ ὢν μήτε τολμῷ «ὁρῶν φόνον αἱματόεντα» μήτε νικῷ θέων «Θρηίκιον Βορέην,» μήτε ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε. τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενʼ ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος, μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅτι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι σύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα σύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας· καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν σύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἂν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζώῃ. ταῦτα δὴ λέγειν, οἶμαι, τοὺς παρʼ ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδιδόντας παιδεύειν οὕτω τοὺς νέους ἡμῶν. ἦ γάρ; ὁρᾶτε. ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά, τὰ δʼ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά· ὅπερ οὖν ἠρόμην, ἆρα συμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ πῶς;
ΚΛ. τὰ μὲν ἔμοιγε φαινόμεθά πως, τὰ δʼ οὐδαμῶς.
ΑΘ. ἆρʼ οὖν ὑγίειάν τε κεκτημένον καὶ πλοῦτον καὶ τυραννίδα διὰ τέλους—καὶ ἔτι προστίθημι ὑμῖν ἰσχὺν διαφέρουσαν καὶ ἀνδρείαν μετʼ ἀθανασίας, καὶ μηδὲν ἄλλο αὐτῷ τῶν λεγομένων κακῶν εἶναι γιγνόμενον—ἀδικίαν δὲ καὶ ὕβριν ἔχοντα ἐν αὑτῷ μόνον, τὸν οὕτω ζῶντα ἴσως ὑμᾶς οὐ πείθω μὴ οὐκ ἄρα εὐδαίμονα ἀλλʼ ἄθλιον γίγνεσθαι σαφῶς;
ΚΛ. ἀληθέστατα λέγεις.
Ath. Your poet says—if he speaks the truth—“I would spend no word on the man, and hold him in no esteem,” who without justice performs or acquires all the things accounted good; and again he describes how the just man “drives his spear against the foe at close quarters,” whereas the unjust man dares not “to look upon the face of bloody death,” nor does he outpace in speed of foot “the north wind out of Thrace,” nor acquire any other of the things called “good.” For the things which most men call good are wrongly so described. Men say that the chief good is health, beauty the second, wealth the third; and they call countless other things “goods”—such as sharpness of sight and hearing, and quickness in perceiving all the objects of sense; being a king, too, and doing exactly as you please; and to possess the whole of these goods and become on the spot an immortal, that, as they say, is the crown and top of all felicity. But what you and I say is this,—that all these things are very good as possessions for men who are just and holy, but for the unjust they are (one and all, from health downwards) very bad; and we say too that sight and hearing and sensation and even of itself are very great evils for the man endowed with all the so-called goods, but lacking in justice and all virtue, if he is immortal forever, but a lesser evil for such a man if he survives but a short time. This, I imagine, is what you (like myself) will persuade or compel your poets to teach, and compel them also to educate your youth by furnishing them with rhythms and harmonies in consonance with this teaching. Am I not right? Just consider: what I assert is that what are called “evils” are good for the unjust, but evil for the just, while the so-called “goods” are really good for the good, but bad for the bad. Are you in accord with me, then,—that was my question,—or how stands the matter?
Clin. We are, apparently, partly in accord, but partly quite the reverse.
Ath. Take the case of a man who has health and wealth and absolute power in perpetuity,—in addition to which I bestow on him, if you like, matchless strength and courage, together with immortality and freedom from all the other “evils” so called,—but a man who has within him nothing but injustice and insolence: probably I fail to convince you that the man who lives such a life is obviously not happy but wretched?
Clin. Quite true.
ΑΘ. εἶεν· τί οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ἡμᾶς χρεών; ἀνδρεῖος γὰρ δὴ καὶ ἰσχυρὸς καὶ καλὸς καὶ πλούσιος, καὶ ποιῶν ὅτιπερ ἐπιθυμοῖ τὸν βίον ἅπαντα, οὐχ ὑμῖν δοκεῖ, εἴπερ ἄδικος εἴη καὶ ὑβριστής, ἐξ ἀνάγκης αἰσχρῶς ἂν ζῆν; ἢ τοῦτο μὲν ἴσως ἂν συγχωρήσαιτε, τό γε αἰσχρῶς;
ΚΛ. πάνυ μὲν οὖν.
ΑΘ. τί δέ; τὸ καὶ κακῶς;
ΚΛ. οὐκ ἂν ἔτι τοῦθʼ ὁμοίως.
ΑΘ. τί δέ; τὸ καὶ ἀηδῶς καὶ μὴ συμφερόντως αὑτῷ;
ΚΛ. καὶ πῶς ἂν ταῦτά γʼ ἔτι συγχωροῖμεν;
ΑΘ. ὅπως; εἰ θεὸς ἡμῖν, ὡς ἔοικεν, ὦ φίλοι, δοίη τις συμφωνίαν, ὡς νῦν γε σχεδὸν ἀπᾴδομεν ἀπʼ ἀλλήλων. ἐμοὶ γὰρ δὴ φαίνεται ταῦτα οὕτως ἀναγκαῖα, ὡς οὐδέ, ὦ φίλε Κλεινία, Κρήτη νῆσος σαφῶς· καὶ νομοθέτης ὢν ταύτῃ πειρῴμην ἂν τούς τε ποιητὰς ἀναγκάζειν φθέγγεσθαι καὶ πάντας τοὺς ἐν τῇ πόλει, ζημίαν τε ὀλίγου μεγίστην ἐπιτιθείην ἄν, εἴ τις ἐν τῇ χώρᾳ φθέγξαιτο ὡς εἰσίν τινες ἄνθρωποί ποτε πονηροὶ μέν, ἡδέως δὲ ζῶντες, ἢ λυσιτελοῦντα μὲν ἄλλα ἐστὶ καὶ κερδαλέα, δικαιότερα δὲ ἄλλα, καὶ πόλλʼ ἄττʼ ἂν παρὰ τὰ νῦν λεγόμενα ὑπό τε Κρητῶν καὶ Λακεδαιμονίων, ὡς ἔοικε, καὶ δήπου καὶ τῶν ἄλλων ἀνθρώπων, διάφορα πείθοιμʼ ἂν τοὺς πολίτας μοι φθέγγεσθαι. φέρε γάρ, ὦ πρὸς Διός τε καὶ Ἀπόλλωνος, ὦ ἄριστοι τῶν ἀνδρῶν, εἰ τοὺς νομοθετήσαντας ὑμῖν αὐτοὺς τούτους ἐροίμεθα θεούς· «ἆρʼ ὁ δικαιότατός ἐστιν βίος ἥδιστος, ἢ δύʼ ἐστόν τινε βίω, οἷν ὁ μὲν ἥδιστος ὢν τυγχάνει, δικαιότατος δʼ ἕτερος;» εἰ δὴ δύο φαῖεν, ἐροίμεθʼ ἂν ἴσως αὐτοὺς πάλιν, εἴπερ ὀρθῶς ἐπανερωτῷμεν· «ποτέρους δὲ εὐδαιμονεστέρους χρὴ λέγειν, τοὺς τὸν δικαιότατον ἢ τοὺς τὸν ἥδιστον διαβιοῦντας βίον;» εἰ μὲν δὴ φαῖεν τοὺς τὸν ἥδιστον, ἄτοπος αὐτῶν ὁ λόγος ἂν γίγνοιτο. βούλομαι δέ μοι μὴ ἐπὶ θεῶν λέγεσθαι τὸ τοιοῦτον, ἀλλʼ ἐπὶ πατέρων καὶ νομοθετῶν μᾶλλον, καί μοι τὰ ἔμπροσθεν ἠρωτημένα πατέρα τε καὶ νομοθέτην ἠρωτήσθω, ὁ δʼ εἰπέτω ὡς ὁ ζῶν τὸν ἥδιστον βίον ἐστὶν μακαριώτατος· εἶτα μετὰ ταῦτα ἔγωγʼ ἂν φαίην· «ὦ πάτερ, οὐχ ὡς εὐδαιμονέστατά με ἐβούλου ζῆν; ἀλλʼ ἀεὶ διακελευόμενος οὐδὲν ἐπαύου ζῆν με ὡς δικαιότατα.»
Ath. Well, then, what ought I to say next? Do you not think that if a man who is courageous, strong, beautiful, and rich, and who does exactly as he likes all his life long, is really unjust and insolent, he must necessarily be living a base life? Probably you will agree at any rate to call it “base”?
Clin. Certainly.
Ath. And also a bad life?
Clin. We would not go so far as to admit that.
Ath. Well, would you admit the epithets “unpleasant” and “unprofitable to himself”?
Clin. How could we agree to such further descriptions?
Ath. “How?” do you ask? Only (as it seems, my friend) if some god were to grant us concord, since at present we are fairly at discord one with another. In my opinion these facts are quite indisputable even more plainly so, my dear Clinias, than the fact that Crete is an island; and were I a legislator, I should endeavor to compel the poets and all the citizens to speak in this sense; and I should impose all but the heaviest of penalties on anyone in the land who should declare that any wicked men lead pleasant lives, or that things profitable and lucrative are different from things just; and there are many other things contrary to what is now said, as it seems, by Cretans and Lacedaemonians,—and of course by the rest of mankind,—which I should persuade my citizens to proclaim. For, come now, my most excellent sirs, in the name of Zeus and Apollo, suppose we should interrogate those very gods themselves who legislated for you, and ask: “Is the most just life the most pleasant; or are there two lives, of which the one is most pleasant, the other most just?” If they replied that there were two, we might well ask them further, if we were to put the correct question; “Which of the two ought one to describe as the happier, those that live the most just or those that live the most pleasant life?” If they replied, “Those that live the most pleasant life,” that would be a monstrous statement in their mouths. But I prefer not to ascribe such statements to gods, but rather to ancestors and lawgivers: imagine, then, that the questions I have put have been put to an ancestor and lawgiver, and that he has stated that the man who lives the most pleasant life is the happiest. In the next place I would say to him this: “O father, did you not desire me to live as happily as possible? Yet you never ceased bidding me constantly to live as justly as possible.”
ΑΘ. ταύτῃ μὲν οὖν ὁ τιθέμενος εἴτε νομοθέτης εἴτε καὶ πατὴρ ἄτοπος ἂν οἶμαι καὶ ἄπορος φαίνοιτο τοῦ συμφωνούντως ἑαυτῷ λέγειν· εἰ δʼ αὖ τὸν δικαιότατον εὐδαιμονέστατον ἀποφαίνοιτο βίον εἶναι, ζητοῖ που πᾶς ἂν ὁ ἀκούων, οἶμαι, τί ποτʼ ἐν αὐτῷ τὸ τῆς ἡδονῆς κρεῖττον ἀγαθόν τε καὶ καλὸν ὁ νόμος ἐνὸν ἐπαινεῖ. τί γὰρ δὴ δικαίῳ χωριζόμενον ἡδονῆς ἀγαθὸν ἂν γίγνοιτο; φέρε, κλέος τε καὶ ἔπαινος πρὸς ἀνθρώπων τε καὶ θεῶν ἆρʼ ἐστὶν ἀγαθὸν μὲν καὶ καλόν, ἀηδὲς δέ, δύσκλεια δὲ τἀναντία; ἥκιστα, ὦ φίλε νομοθέτα, φήσομεν. ἀλλὰ τὸ μήτε τινὰ ἀδικεῖν μήτε ὑπό τινος ἀδικεῖσθαι μῶν ἀηδὲς μέν, ἀγαθὸν δὲ ἢ καλόν, τὰ δʼ ἕτερα ἡδέα μέν, αἰσχρὰ δὲ καὶ κακά;
ΚΛ. καὶ πῶς;
ΑΘ. οὐκοῦν ὁ μὲν μὴ χωρίζων λόγος ἡδύ τε καὶ δίκαιον καὶ ἀγαθόν τε καὶ καλὸν πιθανός γʼ, εἰ μηδὲν ἕτερον, πρὸς τό τινα ἐθέλειν ζῆν τὸν ὅσιον καὶ δίκαιον βίον, ὥστε νομοθέτῃ γε αἴσχιστος λόγων καὶ ἐναντιώτατος ὃς ἂν μὴ φῇ ταῦτα οὕτως ἔχειν· οὐδεὶς γὰρ ἂν ἑκὼν ἐθέλοι πείθεσθαι πράττειν τοῦτο ὅτῳ μὴ τὸ χαίρειν τοῦ λυπεῖσθαι πλέον ἕπεται. σκοτοδινιᾶν δὲ τὸ πόρρωθεν ὁρώμενον πᾶσίν τε ὡς ἔπος εἰπεῖν καὶ δὴ καὶ τοῖς παισὶ παρέχει, νομοθέτης εἰ μὴ δόξαν εἰς τοὐναντίον τούτου καταστήσει, τὸ σκότος ἀφελών, καὶ πείσει ἁμῶς γέ πως ἔθεσι καὶ ἐπαίνοις καὶ λόγοις ὡς ἐσκιαγραφημένα τὰ δίκαιά ἐστι καὶ ἄδικα, τὰ μὲν ἄδικα τῷ τοῦ δικαίου ἐναντίως φαινόμενα, ἐκ μὲν ἀδίκου καὶ κακοῦ ἑαυτοῦ θεωρούμενα ἡδέα, τὰ δὲ δίκαια ἀηδέστατα, ἐκ δὲ δικαίου πάντα τἀναντία παντὶ πρὸς ἀμφότερα.
ΚΛ. φαίνεται.
ΑΘ. τὴν δʼ ἀλήθειαν τῆς κρίσεως ποτέραν κυριωτέραν εἶναι φῶμεν; πότερα τὴν τῆς χείρονος ψυχῆς ἢ τὴν τῆς βελτίονος;
ΚΛ. ἀναγκαῖόν που τὴν τῆς ἀμείνονος.
ΑΘ. ἀναγκαῖον ἄρα τὸν ἄδικον βίον οὐ μόνον αἰσχίω καὶ μοχθηρότερον, ἀλλὰ καὶ ἀηδέστερον τῇ ἀληθείᾳ τοῦ δικαίου τε εἶναι καὶ ὁσίου βίου.
ΚΛ. κινδυνεύει κατά γε τὸν νῦν λόγον, ὦ φίλοι.
ΑΘ. νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχʼ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπʼ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅτι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ ἀλλʼ ἑκόντας πάντας πάντα τὰ δίκαια;
ΚΛ. καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν.
ΑΘ. εἶεν· τὸ μὲν τοῦ Σιδωνίου μυθολόγημα ῥᾴδιον ἐγένετο πείθειν, οὕτως ἀπίθανον ὄν, καὶ ἄλλα μυρία;
ΚΛ. ποῖα;
Ath. And hereby, as I think, our lawgiver or ancestor would be shown up as illogical and incapable of speaking consistently with himself, but if, on the other hand, he were to declare the most just life to be the happiest, everyone who heard him would, I suppose, enquire what is the good and charm it contains which is superior to pleasure, for which the lawgiver praises it. For, apart from pleasure, what good could accrue to a just man? “Come, tell me, is fair fame and praise from the mouths of men and gods a noble and good thing, but unpleasant, while ill-fame is the opposite?” “By no means, my dear lawgiver,” we shall say. And is it unpleasant, but noble and good, neither to injure anyone nor be injured by anyone, while the opposite is pleasant, but ignoble and bad?
Clin. By no means.
Ath. So then the teaching which refuses to separate the pleasant from the just helps, if nothing else, to induce a man to live the holy and just life, so that any doctrine which denies this truth is, in the eyes of the lawgiver, most shameful and most hateful; for no one would voluntarily consent to be induced to commit an act, unless it involves as its consequence more pleasure than pain. Now distance has the effect of befogging the vision of nearly everybody, and of children especially; but our lawgiver will reverse the appearance by removing the fog, and by one means or another—habituation, commendation, or argument—will persuade people that their notions of justice and injustice are illusory pictures, unjust objects appearing pleasant and just objects most unpleasant to him who is opposed to justice, through being viewed from his own unjust and evil standpoint, but when seen from the standpoint of justice, both of them appear in all ways entirely the opposite.
Clin. So it appears.
Ath. In point of truth, which of the two judgements shall we say is the more authoritative,—that of the worse soul or that of the better.
Clin. That of the better, undoubtedly.
Ath. Undoubtedly, then, the unjust life is not only more base and ignoble, but also in very truth more unpleasant, than the just and holy life.
Clin. It would seem so, my friends, from our present argument.
Ath. And even if the state of the case were different from what it has now been proved to be by our argument, could a lawgiver who was worth his salt find any more useful fiction than this (if he dared to use any fiction at all in addressing the youths for their good), or one more effective in persuading all men to act justly in all things willingly and without constraint?
Clin. Truth is a noble thing, Stranger, and an enduring; yet to persuade men of it seems no easy matter.
Ath. Be it so; yet it proved easy to persuade men of the Sidonian fairy-tale, incredible though it was, and of numberless others.
Clin. What tales?
ΑΘ. τὸ σπαρέντων ποτὲ ὀδόντων ὁπλίτας ἐξ αὐτῶν φῦναι. καίτοι μέγα γʼ ἐστὶ νομοθέτῃ παράδειγμα τοῦ πείσειν ὅτι ἂν ἐπιχειρῇ τις πείθειν τὰς τῶν νέων ψυχάς, ὥστε οὐδὲν ἄλλο αὐτὸν δεῖ σκοποῦντα ἀνευρίσκειν ἢ τί πείσας μέγιστον ἀγαθὸν ἐργάσαιτο ἂν πόλιν, τούτου δὲ πέρι πᾶσαν μηχανὴν εὑρίσκειν ὅντινά ποτε τρόπον ἡ τοιαύτη συνοικία πᾶσα περὶ τούτων ἓν καὶ ταὐτὸν ὅτι μάλιστα φθέγγοιτʼ ἀεὶ διὰ βίου παντὸς ἔν τε ᾠδαῖς καὶ μύθοις καὶ λόγοις. εἰ δʼ οὖν ἄλλῃ πῃ δοκεῖ ἢ ταύτῃ, πρὸς ταῦτα οὐδεὶς φθόνος ἀμφισβητῆσαι τῷ λόγῳ.
ΚΛ. ἀλλʼ οὔ μοι φαίνεται πρός γε ταῦτα δύνασθαι ἡμῶν ἀμφισβητῆσαί ποτʼ ἂν οὐδέτερος.
ΑΘ. τὸ μετὰ τοῦτο τοίνυν ἐμὸν ἂν εἴη λέγειν. φημὶ γὰρ ἅπαντας δεῖν ἐπᾴδειν τρεῖς ὄντας τοὺς χοροὺς ἔτι νέαις οὔσαις ταῖς ψυχαῖς καὶ ἁπαλαῖς τῶν παίδων, τά τε ἄλλα καλὰ λέγοντας πάντα ὅσα διεληλύθαμέν τε καὶ ἔτι διέλθοιμεν ἄν, τὸ δὲ κεφάλαιον αὐτῶν τοῦτο ἔστω· τὸν αὐτὸν ἥδιστόν τε καὶ ἄριστον ὑπὸ θεῶν βίον λέγεσθαι φάσκοντες, ἀληθέστατα ἐροῦμεν ἅμα, καὶ μᾶλλον πείσομεν οὓς δεῖ πείθειν ἢ ἐὰν ἄλλως πως φθεγγώμεθα λέγοντες.
ΚΛ. συγχωρητέον ἃ λέγεις.
ΑΘ. πρῶτον μὲν τοίνυν ὁ Μουσῶν χορὸς ὁ παιδικὸς ὀρθότατʼ ἂν εἰσίοι πρῶτος τὰ τοιαῦτα εἰς τὸ μέσον ᾀσόμενος ἁπάσῃ σπουδῇ καὶ ὅλῃ τῇ πόλει, δεύτερος δὲ ὁ μέχρι τριάκοντα ἐτῶν, τόν τε Παιᾶνα ἐπικαλούμενος μάρτυρα τῶν λεγομένων ἀληθείας πέρι καὶ τοῖς νέοις ἵλεων μετὰ πειθοῦς γίγνεσθαι ἐπευχόμενος. δεῖ δὲ δὴ καὶ ἔτι τρίτους τοὺς ὑπὲρ τριάκοντα ἔτη μέχρι τῶν ἑξήκοντα γεγονότας ᾄδειν· τοὺς δὲ μετὰ ταῦτα—οὐ γὰρ ἔτι δυνατοὶ φέρειν ᾠδάς—μυθολόγους περὶ τῶν αὐτῶν ἠθῶν διὰ θείας φήμης καταλελεῖφθαι.
ΚΛ. λέγεις δέ, ὦ ξένε, τίνας τούτους τοὺς χοροὺς τοὺς τρίτους; οὐ γὰρ πάνυ συνίεμεν σαφῶς ὅτι ποτὲ βούλει φράζειν αὐτῶν πέρι.
ΑΘ. καὶ μὴν εἰσίν γε οὗτοι σχεδὸν ὧν χάριν οἱ πλεῖστοι τῶν ἔμπροσθεν ἐρρήθησαν λόγων.
ΚΛ. οὔπω μεμαθήκαμεν, ἀλλʼ ἔτι σαφέστερον πειρῶ φράζειν.
ΑΘ. εἴπομεν, εἰ μεμνήμεθα, κατʼ ἀρχὰς τῶν λόγων, ὡς ἡ φύσις ἁπάντων τῶν νέων διάπυρος οὖσα ἡσυχίαν οὐχ οἵα τε ἄγειν οὔτε κατὰ τὸ σῶμα οὔτε κατὰ τὴν φωνὴν εἴη, φθέγγοιτο δʼ ἀεὶ ἀτάκτως καὶ πηδῷ, τάξεως δʼ αἴσθησιν τούτων ἀμφοτέρων, τῶν ἄλλων μὲν ζῴων οὐδὲν ἐφάπτοιτο, ἡ δὲ ἀνθρώπου φύσις ἔχοι μόνη τοῦτο·
Ath. The tale of the teeth that were sown, and how armed men sprang out of them. Here, indeed, the lawgiver has a notable example of how one can, if he tries, persuade the souls of the young of anything, so that the only question he has to consider in his inventing is what would do most good to the State, if it were believed; and then he must devise all possible means to ensure that the whole of the community constantly, so long as they live, use exactly the same language, so far as possible, about these matters, alike in their songs, their tales, and their discourses. If you, however, think otherwise, I have no objection to your arguing in the opposite sense.
Clin. Neither of us, I think, could possibly argue against your view.
Ath. Our next subject I must handle myself. I maintain that all the three choirs must enchant the souls of the children, while still young and tender, by rehearsing all the noble things which we have already recounted, or shall recount hereafter; and let this be the sum of them: in asserting that one and the same life is declared by the gods to be both most pleasant and most just, we shall not only be saying what is most true, but we shall also convince those who need convincing more forcibly than we could by any other assertion.
Clin. We must assent to what you say.
Ath. First, then, the right order of procedure will be for the Muses’ choir of children to come forward first to sing these things with the utmost vigor and before the whole city; second will come the choir of those under thirty, invoking Apollo Paian as witness of the truth of what is said, and praying him of grace to persuade the youth. The next singers will be the third choir, of those over thirty and under sixty; and lastly, there were left those who, being no longer able to uplift the song, shall handle the same moral themes in stories and by oracular speech.
Clin. Whom do you mean, Stranger, by these third choristers. For we do not grasp very clearly what you intend to convey about them.
Ath. Yet they are in fact the very people to whom most of our previous discourse was intended to lead up.
Clin. We are still in the dark: try to explain yourself more clearly still.
Ath. At the commencement of our discourse we said, if we recollect, that since all young creatures are by nature fiery, they are unable to keep still either body or voice, but are always crying and leaping in disorderly fashion; we said also that none of the other creatures attains a sense of order, bodily and vocal, and that this is possessed by man alone;