Plato · Laws Νόμοι

Plato, Laws 629a–633e: Book I: The whole of virtue as the lawgiver's aim; Tyrtaeus, Theognis and the common meals

The Athenian takes up Tyrtaeus, who praised only the man who stands firm in war, and says that the loyal man in civil strife, as Theognis of Sicilian Megara says, is worth a whole host, and needs justice, temperance and wisdom as well as courage. He argues that a lawgiver who laid down institutions for war alone, such as Lycurgus or Minos, would be a poor one, since the aim should be the whole of virtue, the human goods before the divine, and war should be for peace. He says that the lawgiver must watch men's pleasures, pains and desires, praise and blame them correctly, and distribute honours through the laws. Megillus asks the Athenian to show that the laws of Zeus and Apollo, as Minos and Lycurgus made them, have this scope, and the Athenian proposes to start with the common meals and the gymnasia.

Sections 629a–633e · 2181 words · click a number to copy its link

ΑΘ. τάχʼ ἂν ἴσως· δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλʼ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων. καί μοι τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι— οὔτʼ ἂν μνησαίμην οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην / οὔτʼ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτʼ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτʼ ἀεί. ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.

ΜΕ. πάνυ μὲν οὖν.

ΚΛ. καὶ μὴν καὶ παρʼ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.

ΑΘ. ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως· «ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχάνομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι. λέγε οὖν ἡμῖν· ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; ἢ πῶς;» πρὸς ταῦτʼ οἶμαι κἂν πολὺ φαυλότερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν; ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐν τοῖς ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν ὁρᾶν φόνον αἱματόεντα, καὶ δηίων ὀρέγοιντʼ ἐγγύθεν ἱστάμενοι. / οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι «σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς.» φαίη ταῦτʼ ἄν που καὶ ὁμολογοῖ;

Ath. Very possibly; but we must not now attack them violently, but mildly interrogate them, since both we and your legislators are earnestly interested in these matters. Pray follow the argument closely. Let us take the opinion of Tyrtaeus (an Athenian by birth and afterwards a citizen of Lacedaemon), above all men, was keenly interested in our subject. This is what he says: Though a man were the richest of men, / though a man possessed goods in plenty (and he specifies nearly every good there is), if he failed to prove himself at all times most valiant in war, no mention should I make of nor take account of him at all. No doubt you also have heard these poems; while our friend Megillus is, I imagine, surfeited with them.

Meg. I certainly am.

Clin. And I can assure you they have reached Crete also, shipped over from Lacedaemon.

Ath. Come now, let us jointly interrogate this poet somehow on this wise: “O Tyrtaeus, most inspired of poets (for assuredly you seem to us both wise and good in that you have eulogized excellently those who excel in war), concerning this matter we three Megillus, Clinias of Cnosus and myself are already in entire accord with you, as we suppose; but we wish to be assured that both we and you are alluding to the same persons. Tell us then: do you clearly recognize, as we do, two distinct kinds of war?” In reply to this I suppose that even a much less able man than Tyrtaeus would state the truth, that there are two kinds, the one being that which we all call “civil,” which is of all wars the most bitter, as we said just now, while the other kind, as I suppose we shall all agree, is that which we engage in when we quarrel with foreigners and aliens—a kind much milder than the former.

Clin. Certainly.

Ath. Come, then, which kind of warriors, fighting in which kind of war, did you praise so highly, while blaming others? Warriors, apparently, who fight in war abroad. At any rate, in your poems you have said that you cannot abide men who dare not face the gory fray and smite the foe in close combat. / Then we should proceed to say, “It appears, O Tyrtaeus, that you are chiefly praising those who achieve distinction in foreign and external warfare.” To this, I presume, he would agree, and say “Yes”?

ΚΛ. τί μήν;

ΑΘ. ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς· ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν— πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι / ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. / τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετʼ ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς· διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δʼ αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα.

ΚΛ. ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.

ΑΘ. οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλʼ ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.

ΚΛ. τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;

ΑΘ. ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδʼ ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν.

Clin. Of course.

Ath. Yet, brave though these men are, we still maintain that they are far surpassed in bravery by those who are conspicuously brave in the greatest of wars; and we also have a poet for witness,—Theognis (a citizen of Sicilian Megara), who says: In the day of grievous feud, O Cyrnus, the loyal warrior is worth his weight in silver and gold. / Such a man, in a war much more grievous, is, we say, ever so much better than the other—nearly as much better, in fact, as the union of justice, prudence and wisdom with courage is better than courage by itself alone. For a man would never prove himself a loyal and sound in civil war if devoid of goodness in its entirety; whereas in the war of which Tyrtaeus speaks there are vast numbers of mercenaries ready to die fighting with well-planted feet apart, of whom the majority, with but few exceptions, prove themselves reckless, unjust, violent, and pre-eminently foolish. What, then, is the conclusion to which our present discourse is tending, and what point is it trying to make clear by these statements? Plainly it is this: both the Heaven-taught legislator of Crete and every legislator who is worth his salt will most assuredly legislate always with a single eye to the highest goodness and to that alone; and this (to quote Theognis) consists in loyalty in danger, and one might term it “complete righteousness.” But that goodness which Tyrtaeus specially praised, fair though it be and fitly glorified by the poet, deserves nevertheless to be placed no higher than fourth in order and estimation.

Clin. We are degrading our own lawgiver, Stranger, to a very low level!

Ath. Nay, my good Sir, it is ourselves we are degrading, in so far as we imagine that it was with a special view to war that Lycurgus and Minos laid down all the legal usages here and in Lacedaemon.

Clin. How, then, ought we to have stated the matter?

Ath. In the way that is, as I think, true and proper when talking of a divine hero. That is to say, we should state that he enacted laws with an eye not to some one fraction, and that the most paltry, of goodness, but to goodness as a whole, and that he devised the laws themselves according to classes, though not the classes which the present devisers propound.

ΑΘ. οὗ γὰρ ἂν ἕκαστος ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι δὲ ἄλλʼ ἄττα μυρία τοιαῦτα· ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ νόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξάμεθα. καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ τοὺς νόμους παντάπασιν ἄγαμαι· τὸ γὰρ ἀπʼ ἀρετῆς ἄρχεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν· ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον, ἐπαναφέροντα ἔφησθʼ αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα εἴρηκα διὰ ταῦτα. πῇ δὴ οὖν σε ἔτʼ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τε ἀκούειν; βούλει σοι φράζω;

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. «ὦ ξένε,» ἐχρῆν εἰπεῖν, «οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δʼ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλʼ ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει· ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετʼ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα,»

Ath. For everyone now brings forward and devises just the class which he needs: one man deals with inheritances and heiresses, another with cases of battery, and so on in endless variety. But what we assert is that the devising of laws, when rightly conducted, follows the procedure which we have now commenced. Indeed, I greatly admire the way you opened your exposition of the laws; for to make a start with goodness and say that that was the aim of the lawgiver is the right way. But in your further statement that he legislated wholly with reference to a fraction of goodness, and that the smallest fraction, you seemed to me to be in error, and all this latter part of my discourse was because of that. What then is the manner of exposition I should have liked to have heard from you? Shall I tell you?

Clin. Yes, by all means.

Ath. “O Stranger” (thus you ought to have said), “it is not for nothing that the laws of the Cretans are held in superlatively high repute among all the Hellenes. For they are true laws inasmuch as they effect the well-being of those who use them by supplying all that are good. Now goods are of two kinds, human and divine; and the human goods are dependent on the divine, and he who receives the greater acquires also the less, or else he is bereft of both. The lesser goods are those of which health ranks first, beauty second; the third is strength, in running and all other bodily exercises; and the fourth is wealth—no blind god Plutus, but keen of sight, provided that he has wisdom for companion. And wisdom, in turn, has first place among the goods that are divine, and rational temperance of soul comes second; from these two, when united with courage, there issues justice, as the third; and the fourth is courage. Now all these are by nature ranked before the human goods, and verily the law-giver also must so rank them. Next, it must be proclaimed to the citizens that all the other instructions they receive have these in view; and that, of these goods themselves, the human look up to the divine, and the divine to reason as their chief. And in regard to their marriage connections, and to their subsequent breeding and rearing of children, male and female, both during youth and in later life up to old age, the lawgiver must supervise the citizens, duly apportioning honor and dishonor;”

ΑΘ. «ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα, ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν διʼ αὐτῶν τῶν νόμων· ἐν ὀργαῖς τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀποφυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθήματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως διδακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ ἀναλώματα φυλάττειν ὅντινʼ ἂν γίγνηται τρόπον, καὶ τὰς πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν τε καὶ ἄκουσιν καθʼ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπεξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν δεῖ· κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ διʼ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.» οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.

ΚΛ. πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;

ΑΘ. ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν, καθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα, ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν, ἐὰν βούλησθε· ὅπως δʼ ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώμεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλʼ οὕτω διαμυθολογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν, ἂν θεὸς ἐθέλῃ.

Ath. “and in regard to all their forms of intercourse he must observe and watch their pains and pleasures and desires and all intense passions, and distribute praise and blame correctly by the means of the laws themselves. Moreover, in the matter of anger and of fear, and of all the disturbances which befall souls owing to misfortune, and of all the avoidances thereof which occur in good-fortune, and of all the experiences which confront men through disease or war or penury or their opposites,— in regard to all these definite instruction must be given as to what is the right and what the wrong disposition in each case. It is necessary, in the next place, for the law-giver to keep a watch on the methods employed by the citizens in gaining and spending money, and to supervise the associations they form with one another, and the dissolutions thereof, whether they be voluntary or under compulsion; he must observe the manner in which they conduct each of these mutual transactions, and note where justice obtains and where it is lacking. To those that are obedient he must assign honors by law, but on the disobedient he must impose duly appointed penalties. Then finally, when he arrives at the completion of the whole constitution, he has to consider in what manner in each case the burial of the dead should be carried out, and what honors should be assigned to them. This being settled, the framer of the laws will hand over all his statutes to the charge of Wardens—guided some by wisdom, others by true opinion—to the end that Reason, having bound all into one single system, may declare them to be ancillary neither to wealth nor ambition, but to temperance and justice.” In this manner, Strangers, I could have wished (and I wish it still) that you had fully explained how all these regulations are inherent in the reputed laws of Zeus and in those of the Pythian Apollo which were ordained by Minos and Lycurgus, and how their systematic arrangement is quite evident to him who, whether by art or practice, is an expert in law, although it is by no means obvious to the rest of us.

Clin. What then, Stranger, should be the next step in our argument?

Ath. We ought, as I think, to do as we did at first— start from the beginning to explain first the institutions which have to do with courage; and after that we shall, if you wish, deal with a second and a third form of goodness. And as soon as we have completed our treatment of the first theme, we shall take that as our model and by a discussion of the rest on similar lines beguile the way; and at the end of our treatment of goodness in all its forms we shall make it clear, if God will, that the rules we discussed just now had goodness for their aim.

ΜΕ. καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ Διὸς ἐπαινέτην τόνδε ἡμῖν.

ΑΘ. πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ ὁ λόγος. λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;

ΜΕ. ναί.

ΑΘ. καὶ τρίτον ἢ τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν εἴτε ἅττʼ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον ἃ λέγει.

ΜΕ. τρίτον τοίνυν, ἔγωγʼ εἴποιμʼ ἂν καὶ Λακεδαιμονίων ὁστισοῦν, τὴν θήραν ηὗρε.

ΑΘ. τέταρτον δέ, ἢ πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα.

ΜΕ. ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνομένων· ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύπονος πρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι καὶ ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθʼ ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις παρʼ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε διεξιών.

ΑΘ. εὖ γε, ὦ Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους καὶ λύπας διαμάχην μόνον, ἢ καὶ πρὸς πόθους τε καὶ ἡδονὰς καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους.

ΜΕ. οἶμαι μὲν οὕτω· πρὸς ταῦτα σύμπαντα.

ΑΘ. εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα. ἦ γάρ, ὦ ξένε Κνώσιε;

ΚΛ. καὶ πάνυ γε.

ΑΘ. νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν ἢ καὶ τὸν τῶν ἡδονῶν;

ΚΛ. μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν· καὶ πάντες που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον ἢ τὸν ὑπὸ τῶν λυπῶν.

Meg. A good suggestion! And begin with our friend here, the panegyrist of Zeus—try first to put him to the test.

Ath. Try I will, and to test you too and myself; for the argument concerns us all alike. Tell me then: do we assert that the common meals and the gymnasia were devised by the lawgiver with a view to war?

Meg. Yes.

Ath. And is there a third institution of the kind, and a fourth? For probably one ought to employ this method of enumeration also in dealing with the subdivisions (or whatever we ought to call them) of the other forms of goodness, if only one makes oneÕs meaning clear.

Meg. The third thing he devised was hunting: so I and every Lacedaemonian would say.

Ath. Let us attempt also to state what comes fourth,—and fifth too, if possible.

Meg. The fourth also I may attempt to state: it is the training, widely prevalent amongst us, in hardy endurance of pain, by means both of manual contests and of robberies carried out every time at the risk of a sound drubbing; moreover, the “Crypteia,” as it is called, affords a wonderfully severe training in hardihood, as the men go bare-foot in winter and sleep without coverlets and have no attendants, but wait on themselves and rove through the whole countryside both by night and by day. Moreover in our games, we have severe tests of endurance, when men unclad do battle with the violence of the heat,—and there are other instances so numerous that the recital of them would be well-nigh endless.

Ath. Splendid, O Stranger of Lacedaemon! But come now, as to courage, how shall we define it? Shall we define it quite simply as battling against fears and pains only, or as against desires also and pleasures, with their dangerous enticements and flatteries, which melt men’s hearts like wax—even men most reverenced in their own conceit.

Meg. The latter definition is, I think, the right one: courage is battling against them all.

Ath. Earlier in our discourse (if I am not mistaken) Clinias here used the expression “self-inferior” of a State or an individual: did you not do so, O Stranger of Cnosus?

Clin. Most certainly.

Ath. At present do we apply the term “bad” to the man who is inferior to pains, or to him also who is inferior to pleasures?

Clin. To the man who is inferior to pleasures more than to the other, in my opinion. All of us, indeed, when we speak of a man who is shamefully self-inferior, mean one who is mastered by pleasures rather than one who is mastered by pains.

People and places in this passage

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Laws 629a–633e: Book I: The whole of virtue as the…