Plato · Laws Νόμοι

Plato, Laws 739a–741e: Book V: The best city and the second best; allotments and the fixed number of homes

The Athenian says that a state governed by the old saying that friends' goods are common in the fullest sense, with wives, children and all property in common, would be the most perfect and the nearest to the divine, and that such a city would be a state of gods or the children of gods. He says that they must nevertheless describe the second best, in which the land and houses are portioned out and not farmed in common, and each man regards his allotment as the common possession of the whole city, being his native land. He says that the 5,040 allotments must be held by the same number of households, the eldest son inheriting, and the other children being adopted into the families that lack them, or sent to colonies. In case of plague, war or other loss of citizens, new citizens are not to be brought in, but the number kept by ruling the begetting of children.

Sections 739a–741e · 1363 words · click a number to copy its link

ΑΘ. ἡ δὴ τὸ μετὰ τοῦτο φορά, καθάπερ πεττῶν ἀφʼ ἱεροῦ, τῆς τῶν νόμων κατασκευῆς, ἀήθης οὖσα, τάχʼ ἂν θαυμάσαι τὸν ἀκούοντα τὸ πρῶτον ποιήσειεν· οὐ μὴν ἀλλʼ ἀναλογιζομένῳ καὶ πειρωμένῳ φανεῖται δευτέρως ἂν πόλις οἰκεῖσθαι πρὸς τὸ βέλτιστον. τάχα δʼ οὐκ ἄν τις προσδέξαιτο αὐτὴν διὰ τὸ μὴ σύνηθες νομοθέτῃ μὴ τυραννοῦντι· τὸ δʼ ἔστιν ὀρθότατον εἰπεῖν μὲν τὴν ἀρίστην πολιτείαν καὶ δευτέραν καὶ τρίτην, δοῦναι δὲ εἰπόντα αἵρεσιν ἑκάστῳ τῷ τῆς συνοικήσεως κυρίῳ. ποιῶμεν δὴ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ νῦν ἡμεῖς, εἰπόντες ἀρετῇ πρώτην πολιτείαν καὶ δευτέραν καὶ τρίτην· τὴν δὲ αἵρεσιν Κλεινίᾳ τε ἀποδιδῶμεν τὰ νῦν καὶ εἴ τις ἄλλος ἀεί ποτε ἐθελήσειεν ἐπὶ τὴν τῶν τοιούτων ἐκλογὴν ἐλθὼν κατὰ τὸν ἑαυτοῦ τρόπον ἀπονείμασθαι τὸ φίλον αὑτῷ τῆς αὑτοῦ πατρίδος.πρώτη μὲν τοίνυν πόλις τέ ἐστιν καὶ πολιτεία καὶ νόμοι ἄριστοι, ὅπου τὸ πάλαι λεγόμενον ἂν γίγνηται κατὰ πᾶσαν τὴν πόλιν ὅτι μάλιστα· λέγεται δὲ ὡς ὄντως ἐστὶ κοινὰ τὰ φίλων. τοῦτʼ οὖν εἴτε που νῦν ἔστιν εἴτʼ ἔσται ποτέ— κοινὰς μὲν γυναῖκας, κοινοὺς δὲ εἶναι παῖδας, κοινὰ δὲ χρήματα σύμπαντα—καὶ πάσῃ μηχανῇ τὸ λεγόμενον ἴδιον πανταχόθεν ἐκ τοῦ βίου ἅπαν ἐξῄρηται, μεμηχάνηται δʼ εἰς τὸ δυνατὸν καὶ τὰ φύσει ἴδια κοινὰ ἁμῇ γέ πῃ γεγονέναι, οἷον ὄμματα καὶ ὦτα καὶ χεῖρας κοινὰ μὲν ὁρᾶν δοκεῖν καὶ ἀκούειν καὶ πράττειν, ἐπαινεῖν τʼ αὖ καὶ ψέγειν καθʼ ἓν ὅτι μάλιστα σύμπαντας ἐπὶ τοῖς αὐτοῖς χαίροντας καὶ λυπουμένους, καὶ κατὰ δύναμιν οἵτινες νόμοι μίαν ὅτι μάλιστα πόλιν ἀπεργάζονται, τούτων ὑπερβολῇ πρὸς ἀρετὴν οὐδείς ποτε ὅρον ἄλλον θέμενος ὀρθότερον οὐδὲ βελτίω θήσεται. ἡ μὲν δὴ τοιαύτη πόλις, εἴτε που θεοὶ ἢ παῖδες θεῶν αὐτὴν οἰκοῦσι πλείους ἑνός, οὕτω διαζῶντες εὐφραινόμενοι κατοικοῦσι· διὸ δὴ παράδειγμά γε πολιτείας οὐκ ἄλλῃ χρὴ σκοπεῖν, ἀλλʼ ἐχομένους ταύτης τὴν ὅτι μάλιστα τοιαύτην ζητεῖν κατὰ δύναμιν. ἣν δὲ νῦν ἡμεῖς ἐπικεχειρήκαμεν, εἴη τε ἂν γενομένη πως ἀθανασίας ἐγγύτατα καὶ ἡ μία δευτέρως· τρίτην δὲ μετὰ ταῦτα, ἐὰν θεὸς ἐθέλῃ, διαπερανούμεθα. νῦν δʼ οὖν ταύτην τίνα λέγομεν καὶ πῶς γενομένην ἂν τοιαύτην;

Ath. The next move in our settling of the laws is one that might at first hearing cause surprise because of its unusual character—like the move of a draughts-player who quits his “sacred line” ; none the less, it will be clear to him who reasons it out and uses experience that a State will probably have a constitution no higher than second in point of excellence. Probably one might refuse to accept this, owing to unfamiliarity with lawgivers who are not also despots: but it is, in fact, the most correct plan to describe the best polity, and the second best, and the third, and after describing them to give the choice to the individual who is charged with the founding of the settlement. This plan let us now adopt: let us state the polities which rank first, second, and third in excellence; and the choice let us hand over to Clinias and to whosoever else may at any time wish, ill proceeding to the selection of such things, to take over, according to his own disposition, what he values in his own country. That State and polity come first, and those laws are best, where there is observed as carefully as possible throughout the whole State the old saying that “friends have all things really in common.” As to this condition,—whether it anywhere exists now, or ever will exist,—in which there is community of wives, children, and all chattels, and all that is called “private” is everywhere and by every means rooted out of our life, and so far as possible it is contrived that even things naturally “private” have become in a way “communized,” —eyes, for instance, and ears and hands seem to see, hear, and act in common,— and that all men are, so far as possible, unanimous in the praise and blame they bestow, rejoicing and grieving at the same things, and that they honor with all their heart those laws which render the State as unified as possible,—no one will ever lay down another definition that is truer or better than these conditions in point of super-excellence. In such a State,—be it gods or sons of gods that dwell in it,—they dwell pleasantly, living such a life as this. Wherefore one should not look elsewhere for a model constitution, but hold fast to this one, and with all one’s power seek the constitution that is as like to it as possible. That constitution which we are now engaged upon, if it came into being, would be very near to immortality, and would come second in point of merit. The third we shall investigate hereafter, if God so will; for the present, however, what is this second best polity, and how would it come to be of such a character?

ΑΘ. νειμάσθων μὲν δὴ πρῶτον γῆν τε καὶ οἰκίας, καὶ μὴ κοινῇ γεωργούντων, ἐπειδὴ τὸ τοιοῦτον μεῖζον ἢ κατὰ τὴν νῦν γένεσιν καὶ τροφὴν καὶ παίδευσιν εἴρηται· νεμέσθων δʼ οὖν τοιᾷδε διανοίᾳ πως, ὡς ἄρα δεῖ τὸν λαχόντα τὴν λῆξιν ταύτην νομίζειν μὲν κοινὴν αὐτὴν τῆς πόλεως συμπάσης, πατρίδος δὲ οὔσης τῆς χώρας θεραπεύειν αὐτὴν δεῖ μειζόνως ἢ μητέρα παῖδας, τῷ καὶ δέσποιναν θεὸν αὐτὴν οὖσαν θνητῶν ὄντων γεγονέναι, ταὐτὰ δʼ ἔχειν διανοήματα καὶ περὶ τοὺς ἐγχωρίους θεούς τε ἅμα καὶ δαίμονας. ὅπως δʼ ἂν ταῦτα εἰς τὸν ἀεὶ χρόνον οὕτως ἔχοντα ὑπάρχῃ, τάδε προσδιανοητέον, ὅσαι εἰσὶ τὰ νῦν ἡμῖν ἑστίαι διανεμηθεῖσαι τὸν ἀριθμόν, ταύτας δεῖν ἀεὶ τοσαύτας εἶναι καὶ μήτε τι πλείους γίγνεσθαι μήτε τί ποτε ἐλάττους. ὧδʼ οὖν ἂν τὸ τοιοῦτον βεβαίως γίγνοιτο περὶ πᾶσαν πόλιν· ὁ λαχὼν τὸν κλῆρον καταλειπέτω ἀεὶ ταύτης τῆς οἰκήσεως ἕνα μόνον κληρονόμον τῶν ἑαυτοῦ παίδων, ὃν ἂν αὐτῷ μάλιστα ᾖ φίλον, διάδοχον καὶ θεραπευτὴν θεῶν καὶ γένους καὶ πόλεως τῶν τε ζώντων καὶ ὅσους ἂν ἤδη τέλος εἰς τὸν τότε χρόνον ἔχῃ· τοὺς δὲ ἄλλους παῖδας, οἷς ἂν πλείους ἑνὸς γίγνωνται, θηλείας τε ἐκδόσθαι κατὰ νόμον τὸν ἐπιταχθησόμενον, ἄρρενάς τε, οἷς ἂν τῆς γενέσεως ἐλλείπῃ τῶν πολιτῶν, τούτοις ὑεῖς διανέμειν, κατὰ χάριν μὲν μάλιστα, ἐὰν δέ τισιν ἐλλείπωσιν χάριτες, ἢ πλείους ἐπίγονοι γίγνωνται θήλεις ἤ τινες ἄρρενες ἑκάστων, ἢ καὶ τοὐναντίον ὅταν ἐλάττους ὦσιν, παίδων ἀφορίας γενομένης, πάντων τούτων ἀρχὴν ἣν ἂν θώμεθα μεγίστην καὶ τιμιωτάτην, αὕτη σκεψαμένη τί χρὴ χρῆσθαι τοῖς περιγενομένοις ἢ τοῖς ἐλλείπουσι, ποριζέτω μηχανὴν ὅτι μάλιστα ὅπως αἱ πεντακισχίλιαι καὶ τετταράκοντα οἰκήσεις ἀεὶ μόνον ἔσονται. μηχαναὶ δʼ εἰσὶν πολλαί· καὶ γὰρ ἐπισχέσεις γενέσεως οἷς ἂν εὔρους ᾖ γένεσις, καὶ τοὐναντίον ἐπιμέλειαι καὶ σπουδαὶ πλήθους γεννημάτων εἰσὶν τιμαῖς τε καὶ ἀτιμίαις καὶ νουθετήσεσι πρεσβυτῶν περὶ νέους διὰ λόγων νουθετητικῶν ἀπαντῶσαι αἳ δύνανται ποιεῖν ὃ λέγομεν. καὶ δὴ καὶ τό γε τέλος, ἂν πᾶσα ἀπορία περὶ τὴν ἀνίσωσιν τῶν πεντακισχιλίων καὶ τετταράκοντα οἴκων γίγνηται, ἐπίχυσις δὲ ὑπερβάλλουσα ἡμῖν πολιτῶν διὰ φιλοφροσύνην τὴν τῶν συνοικούντων ἀλλήλοις συμβαίνῃ καὶ ἀπορῶμεν, τὸ παλαιόν που ὑπάρχει μηχάνημα, ὃ πολλάκις εἴπομεν, ἐκπομπὴ ἀποικιῶν, φίλη γιγνομένη παρὰ φίλων, ὧν ἂν ἐπιτήδειον εἶναι δοκῇ.

Ath. First, let them portion out the land and houses, and not farm in common, since such a course is beyond the capacity of people with the birth, rearing and training we assume. And let the apportionment be made with this intention,—that the man who receives the portion should still regard it as common property of the whole State, and should tend the land, which is his fatherland, more diligently than a mother tends her children, inasmuch as it, being a goddess, is mistress over its mortal population, and should observe the same attitude also towards the local gods and daemons. And in order that these things may remain in this state for ever, these further rules must be observed: the number of hearths, as now appointed by us, must remain unchanged, and must never become either more or less. This will be securely effected, in the case of every State, in the following way: the allotment-holder shall always leave behind him one son, whichever he pleases, as the inheritor of his dwelling, to be his successor in the tendance of the deified ancestors both of family and of State, whether living or already deceased; as to the rest of the children, when a man has more than one, he should marry off the females according to the law that is to be ordained, and the males he should dispose of to such of the citizens as have no male issue, by a friendly arrangement if possible; but where such arrangements prove insufficient, or where the family is too large either in females or in males, or where, on the other hand, it is too small, through the occurrence of sterility,—in all these cases the magistrates, whom we shall appoint as the highest and most distinguished, shall consider how to deal with the excess or deficiency in families, and contrive means as best they can to secure that the 5,040 househo Ids shall remain unaltered. There are many contrivances possible: where the fertility is great, there are methods of inhibition, and contrariwise there are methods of encouraging and stimulating the birth-rate, by means of honors and dishonors, and by admonitions addressed by the old to the young, which are capable in all ways of producing the required effect. Moreover, as a final step,—in case we are in absolute desperation about the unequal condition of our 5,040 households, and are faced with a superabundance of citizens, owing to the mutual affection of those who cohabit with one another, which drives us to despair,—there still remains that ancient device which we have often mentioned, namely, the sending forth, in friendly wise from a friendly nation, of colonies consisting of such people as are deemed suitable.

ΑΘ. ἐάν τʼ αὖ καὶ τοὐναντίον ἐπέλθῃ ποτὲ κῦμα κατακλυσμὸν φέρον νόσων, ἢ πολέμων φθορά, ἐλάττους δὲ πολὺ τοῦ τεταγμένου ἀριθμοῦ διʼ ὀρφανίας γένωνται, ἑκόντας μὲν οὐ δεῖ πολίτας παρεμβάλλειν νόθῃ παιδείᾳ πεπαιδευμένους, ἀνάγκην δὲ οὐδὲ θεὸς εἶναι λέγεται δυνατὸς βιάζεσθαι.ταῦτʼ οὖν δὴ τὸν νῦν λεγόμενον λόγον ἡμῖν φῶμεν παραινεῖν λέγοντα· ὦ πάντων ἀνδρῶν ἄριστοι, τὴν ὁμοιότητα καὶ ἰσότητα καὶ τὸ ταὐτὸν καὶ ὁμολογούμενον τιμῶντες κατὰ φύσιν μὴ ἀνίετε κατά τε ἀριθμὸν καὶ πᾶσαν δύναμιν τὴν τῶν καλῶν κἀγαθῶν πραγμάτων· καὶ δὴ καὶ νῦν τὸν ἀριθμὸν μὲν πρῶτον διὰ βίου παντὸς φυλάξατε τὸν εἰρημένον, εἶτα τὸ τῆς οὐσίας ὕψος τε καὶ μέγεθος, ὃ τὸ πρῶτον ἐνείμασθε μέτριον ὄν, μὴ ἀτιμάσητε τῷ τε ὠνεῖσθαι καὶ τῷ πωλεῖν πρὸς ἀλλήλους—οὔτε γὰρ ὁ νείμας κλῆρος ὢν θεὸς ὑμῖν σύμμαχος οὔτε ὁ νομοθέτης—νῦν γὰρ δὴ πρῶτον τῷ ἀπειθοῦντι νόμος προστάττει, προειπὼν ἐπὶ τούτοις κληροῦσθαι τὸν ἐθέλοντα ἢ μὴ κληροῦσθαι, ὡς πρῶτον μὲν τῆς γῆς ἱερᾶς οὔσης τῶν πάντων θεῶν, εἶτα ἱερέων τε καὶ ἱερειῶν εὐχὰς ποιησομένων ἐπὶ τοῖς πρώτοις θύμασι καὶ δευτέροις καὶ μέχρι τριῶν, τὸν πριάμενον ἢ ἀποδόμενον ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων τὰ ἐπὶ τούτοις πρέποντα πάσχειν πάθη· γράψαντες δὲ ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας εἰς τὸν ἔπειτα χρόνον καταγεγραμμένας, πρὸς τούτοις δʼ ἔτι φυλακτήρια τούτων, ὅπως ἂν γίγνηται, καταστήσουσιν ἐν ταύτῃ τῶν ἀρχῶν ἥτις ἂν ὀξύτατον ὁρᾶν δοκῇ, ἵνα αἱ παρὰ ταῦτα ἑκάστοτε παραγωγαὶ γιγνόμεναι μὴ λανθάνωσιν αὐτούς, ἀλλὰ κολάζωσι τὸν ἀπειθοῦντα ἅμα νόμῳ καὶ τῷ θεῷ. ὅσον γὰρ δὴ τὸ νῦν ἐπιταττόμενον ἀγαθὸν ὂν τυγχάνει πάσαις ταῖς πειθομέναις πόλεσι, τὴν ἑπομένην κατασκευὴν προσλαβόν, κατὰ τὴν παλαιὰν παροιμίαν οὐδεὶς εἴσεταί ποτε κακὸς ὤν, ἀλλʼ ἔμπειρός τε καὶ ἐπιεικὴς ἔθεσι γενόμενος· χρηματισμὸς γὰρ οὔτʼ ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδʼ ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθʼ ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα.

Ath. On the other hand, should the State ever be attacked by a deluging wave of disease or ruinous wars, and the houses fall much below the appointed number through bereavements, we ought not to introduce new citizens trained with a bastard training of our own free will,—but “necessity (as the proverb runs) not even God himself can compel.” Let us then suppose that our present discourse gives the following advice:—My most excellent friends, be not slack to pay honor, as Nature ordains, to similarity and equality and identity and congruity in respect of number and of every influence productive of things fair and good. Above all, now, in the first place, guard throughout your lives the number stated; in the next place, dishonor not the due measure of the height and magnitude of your substance, as originally apportioned, by buying and selling one to another: otherwise, neither will the apportioning Lot, which is divine, fight on your side, nor will the lawgiver: for now, in the first place, the law lays on the disobedient this injunction:—since it has given warning that whoso wills should take or refuse an allotment on the understanding that, first, the land is sacred to all the gods, and further, that prayers shall be made at the first, second, and third sacrifices by the priests and priestesses,—therefore the man who buys or sells the house-plot or land-plot allotted to him must suffer the penalty attached to this sin. The officials shall inscribe on tablets of cypress-wood written records for future reference, and shall place them in the shrines; furthermore, they shall place the charge of the execution of these matters in the hands of that magistrate who is deemed to be most keen of vision, in order that all breaches of these rules may be brought to their notice, and they may punish the man who disobeys both the law and the god. How great a blessing the ordinance now described—when the appropriate organization accompanies it—proves to all the States that obey it—that is a thing which, as the old proverb says, none that is evil shall know, but only he that has become experienced and practised in virtuous habits. For in the organization described there exists no excess of money-making, and it involves the condition that no facility should or can be given to anyone to make money by means of any illiberaI trade,—inasmuch as what is called contemptible vulgarity perverts a liberal character,—and also that no one should ever claim to heap up riches from any such source.

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.