Plato · Laws Νόμοι

Plato, Laws 735a–738e: Book V: Founding the city: purging, the foundation and the number of citizens

The Athenian says that, as the warp of a web must be made of better stuff than the woof, those who hold office must be chosen differently from those who have only a modest education, and that the founding of the city requires first a selection of persons, as a breeder picks the best of his herd. He describes purges of the state, the milder one by sending the poor out as colonists, and the harsher, if no other method works, by death or exile, and says that the colony of the Heraclidae was fortunate in avoiding strife over land and debts. He says that the foundation, the allotment of land and homes without quarrel over debts or equal shares, must be made secure, as the keel of a ship. He proposes a body of 5,040 landholders, since this number has the most divisors, and says that no lawgiver who is framing or reforming a city should alter the advice of Delphi, Dodona or Ammon, or the ancient sayings about sacrifices.

Sections 735a–738e · 1844 words · click a number to copy its link

ΑΘ. καθάπερ οὖν δή τινα συνυφὴν ἢ καὶ πλέγμʼ ἄλλʼ ὁτιοῦν, οὐκ ἐκ τῶν αὐτῶν οἷόν τʼ ἐστὶν τήν τε ἐφυφὴν καὶ τὸν στήμονα ἀπεργάζεσθαι, διαφέρειν δʼ ἀναγκαῖον τὸ τῶν στημόνων πρὸς ἀρετὴν γένος—ἰσχυρόν τε γὰρ καί τινα βεβαιότητα ἐν τοῖς τρόποις εἰληφός, τὸ δὲ μαλακώτερον καὶ ἐπιεικείᾳ τινὶ δικαίᾳ χρώμενον—ὅθεν δὴ τοὺς τὰς ἀρχὰς ἐν ταῖς πόλεσιν ἄρξοντας δεῖ διακρίνεσθαί τινα τρόπον ταύτῃ καὶ τοὺς σμικρᾷ παιδείᾳ βασανισθέντας ἑκάστοτε κατὰ λόγον. ἐστὸν γὰρ δὴ δύο πολιτείας εἴδη, τὸ μὲν ἀρχῶν καταστάσεις ἑκάστοις, τὸ δὲ νόμοι ταῖς ἀρχαῖς ἀποδοθέντες.τὸ δὲ πρὸ τούτων ἁπάντων δεῖ διανοεῖσθαι τὰ τοιάδε. πᾶσαν ἀγέλην ποιμὴν καὶ βουκόλος τροφεύς τε ἵππων καὶ ὅσα ἄλλα τοιαῦτα παραλαβών, οὐκ ἄλλως μή ποτε ἐπιχειρήσει θεραπεύειν ἢ πρῶτον μὲν τὸν ἑκάστῃ προσήκοντα καθαρμὸν καθαρεῖ τῇ συνοικήσει, διαλέξας δὲ τά τε ὑγιῆ καὶ τὰ μὴ καὶ τὰ γενναῖα καὶ ἀγεννῆ, τὰ μὲν ἀποπέμψει πρὸς ἄλλας τινὰς ἀγέλας, τὰ δὲ θεραπεύσει, διανοούμενος ὡς μάταιος ἂν ὁ πόνος εἴη καὶ ἀνήνυτος περί τε σῶμα καὶ ψυχάς, ἃς φύσις καὶ πονηρὰ τροφὴ διεφθαρκυῖα προσαπόλλυσιν τὸ τῶν ὑγιῶν καὶ ἀκηράτων ἠθῶν τε καὶ σωμάτων γένος ἐν ἑκάστοις τῶν κτημάτων, ἄν τις τὰ ὑπάρχοντα μὴ διακαθαίρηται. τὰ μὲν δὴ τῶν ἄλλων ζῴων ἐλάττων τε σπουδὴ καὶ παραδείγματος ἕνεκα μόνον ἄξια παραθέσθαι τῷ λόγῳ, τὰ δὲ τῶν ἀνθρώπων σπουδῆς τῆς μεγίστης τῷ τε νομοθέτῃ διερευνᾶσθαι καὶ φράζειν τὸ προσῆκον ἑκάστοις καθαρμοῦ τε πέρι καὶ συμπασῶν τῶν ἄλλων πράξεων. αὐτίκα γὰρ τὸ περὶ καθαρμοὺς πόλεως ὧδʼ ἔχον ἂν εἴη· πολλῶν οὐσῶν τῶν διακαθάρσεων αἱ μὲν ῥᾴους εἰσίν, αἱ δὲ χαλεπώτεραι, καὶ τὰς μὲν τύραννος μὲν ὢν καὶ νομοθέτης ὁ αὐτός, ὅσαι χαλεπαί τʼ εἰσὶν καὶ ἄρισται, δύναιτʼ ἂν καθῆραι, νομοθέτης δὲ ἄνευ τυραννίδος καθιστὰς πολιτείαν καινὴν καὶ νόμους, εἰ καὶ τὸν πρᾳότατον τῶν καθαρμῶν καθήρειεν, ἀγαπώντως ἂν καὶ τὸ τοιοῦτον δράσειεν. ἔστι δʼ ὁ μὲν ἄριστος ἀλγεινός, καθάπερ ὅσα τῶν φαρμάκων τοιουτότροπα, ὁ τῇ δίκῃ μετὰ τιμωρίας εἰς τὸ κολάζειν ἄγων, θάνατον ἢ φυγὴν τῇ τιμωρίᾳ τὸ τέλος ἐπιτιθείς· τοὺς γὰρ μέγιστα ἐξημαρτηκότας, ἀνιάτους δὲ ὄντας, μεγίστην δὲ οὖσαν βλάβην πόλεως, ἀπαλλάττειν εἴωθεν.

Ath. Now, just as in the case of a piece of webbing, or any other woven article, it is not possible to make both warp and woof of the same materials, but the stuff of the warp must be of better quality—for it is strong and is made firm by its twistings, whereas the woof is softer and shows a due degree of flexibility—from this we may see that in some such way we must mark out those who are to hold high offices in the State and those who are to hold low offices, after applying in each case an adequate educational test. For of State organization there are two divisions, of which the one is the appointment of individuals to office, the other the assignment of laws to the offices. But, in truth, before we deal with all these matters we must observe the following. In dealing with a flock of any kind, the shepherd or cowherd, or the keeper of horses or any such animals, will never attempt to look after it until he has first applied to each group of animals the appropriate purge—which is to separate the sound from the unsound, and the well-bred from the ill-bred, and to send off the latter to other herds, while keeping the former under his own care; for he reckons that his labor would be fruitless and unending if it were spent on bodies and souls which nature and ill-nurture have combined to ruin, and which themselves bring ruin on a stock that is sound and clean both in habit and in body,—whatever the class of beast,—unless a thorough purge be made in the existing herd. This is a matter of minor importance in the case of other animals, and deserves mention only by way of illustration; but in the case of man it is of the highest importance for the lawgiver to search out and to declare what is proper for each class both as regards purging out and all other modes of treatment. For instance, in respect of civic purgings, this would be the way of it. Of the many possible modes of purging, some are milder, some more severe; those that are severest and best a lawgiver who was also a despot might be able to effect, but a lawgiver without despotic power might be well content if, in establishing a new polity and laws, he could effect even the mildest of purgations. The best purge is painful, like all medicines of a drastic nature,— the purge which hales to punishments by means of justice linked with vengeance, crowning the vengeance with exile or death: it, as a rule, clears out the greatest criminals when they are incurable and cause serious damage to the State.

ΑΘ. ὁ δὲ πρᾳότερός ἐστι τῶν καθαρμῶν ὁ τοιόσδε ἡμῖν· ὅσοι διὰ τὴν τῆς τροφῆς ἀπορίαν τοῖς ἡγεμόσιν ἐπὶ τὰ τῶν ἐχόντων μὴ ἔχοντες ἑτοίμους αὑτοὺς ἐνδείκνυνται παρεσκευακότες ἕπεσθαι, τούτοις ὡς νοσήματι πόλεως ἐμπεφυκότι, διʼ εὐφημίας ἀπαλλαγήν, ὄνομα ἀποικίαν τιθέμενος, εὐμενῶς ὅτι μάλιστα ἐξεπέμψατο. παντὶ μὲν οὖν νομοθετοῦντι τοῦτο ἁμῶς γέ πως κατʼ ἀρχὰς δραστέον, ἡμῖν μὴν ἔτι τούτων ἀκοπώτερα τὰ περὶ ταῦτʼ ἐστὶ συμβεβηκότα νῦν· οὔτε γὰρ ἀποικίαν οὔτʼ ἐκλογήν τινα καθάρσεως δεῖ μηχανᾶσθαι πρὸς τὸ παρόν, οἷον δέ τινων συρρεόντων ἐκ πολλῶν τὰ μὲν πηγῶν τὰ δὲ χειμάρρων εἰς μίαν λίμνην, ἀναγκαῖον προσέχοντας τὸν νοῦν φυλάττειν ὅπως ὅτι καθαρώτατον ἔσται τὸ συρρέον ὕδωρ, τὰ μὲν ἐξαντλοῦντας, τὰ δʼ ἀποχετεύοντας καὶ παρατρέποντας. πόνος δʼ, ὡς ἔοικεν, καὶ κίνδυνός ἐστιν ἐν πάσῃ κατασκευῇ πολιτικῇ. τὰ δʼ ἐπείπερ λόγῳ γʼ ἐστὶν τὰ νῦν ἀλλʼ οὐκ ἔργῳ πραττόμενα, πεπεράνθω τε ἡμῖν ἡ συλλογὴ καὶ κατὰ νοῦν ἡ καθαρότης αὐτῆς ἔστω συμβεβηκυῖα· τοὺς γὰρ κακοὺς τῶν ἐπιχειρούντων εἰς τὴν νῦν πόλιν ὡς πολιτευσομένους συνιέναι πειθοῖ πάσῃ καὶ ἱκανῷ χρόνῳ διαβασανίσαντες, διακωλύσωμεν ἀφικνεῖσθαι, τοὺς δʼ ἀγαθοὺς εἰς δύναμιν εὐμενεῖς ἵλεῴ τε προσαγώμεθα.τόδε δὲ μὴ λανθανέτω γιγνόμενον ἡμᾶς εὐτύχημα, ὅτι καθάπερ εἴπομεν τὴν τῶν Ἡρακλειδῶν ἀποικίαν εὐτυχεῖν, ὡς γῆς καὶ χρεῶν ἀποκοπῆς καὶ νομῆς πέρι δεινὴν καὶ ἐπικίνδυνον ἔριν ἐξέφυγεν, ἣν νομοθετεῖσθαι ἀναγκασθείσῃ πόλει τῶν ἀρχαίων οὔτε ἐᾶν οἷόν τε ἀκίνητον οὔτʼ αὖ κινεῖν δυνατόν ἐστί τινα τρόπον, εὐχὴ δὲ μόνον ὡς ἔπος εἰπεῖν λείπεται, καὶ σμικρὰ μετάβασις εὐλαβὴς ἐν πολλῷ χρόνῳ σμικρὸν μεταβιβάζουσιν, ἥδε· τῶν κινούντων ἀεὶ κεκτημένων μὲν αὐτῶν γῆν ἄφθονον ὑπάρχειν, κεκτημένων δὲ καὶ ὀφειλέτας αὑτοῖς πολλοὺς ἐθελόντων τε τούτων πῃ τοῖς ἀπορουμένοις διʼ ἐπιείκειαν κοινωνεῖν, τὰ μὲν ἀφιέντας, τὰ δὲ νεμομένους, ἁμῇ γέ πῃ τῆς μετριότητος ἐχομένους καὶ πενίαν ἡγουμένους εἶναι μὴ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.

Ath. A milder form of purge is one of the following kind:—when, owing to scarcity of food, people are in want, and display a readiness to follow their leaders in an attack on the property of the wealthy,—then the lawgiver, regarding all such as a plague inherent in the body politic, ships them abroad as gently as possible, giving the euphemistic title of “emigration” to their evacuation. By some means or other this must be done by every legislator at the beginning, but in our case the task is now even more simple; for we have no need to contrive for the present either a form of emigration or any other purgative selection; but just as when there is a confluence of floods from many sources—some from springs, some from torrents—into a single pool we have to take diligent precautions to ensure that the water may be of the utmost possible purity, by drawing it off in some cases, and in others by making channels to divert its course. Yet toil and risk, it would appear, are involved in every exercise of statecraft. Since, however, our present efforts are verbal rather than actual, let us assume that our collection of citizens is now completed, and its purity secured to our satisfaction; for we shall test thoroughly by every kind of test and by length of time the vicious among those who attempt to enter our present State as citizens, and so prevent their arrival, whereas we shall welcome the virtuous with all possible graciousness and goodwill. And let us not omit to notice this piece of good luck—that, just as we said that the colony of the Heraclidae was fortunate in avoiding fierce and dangerous strife concerning the distribution of land and money and the cancelling of debts (so we are similarly lucky) ; for when a State is obliged to settle such strife by law, it can neither leave vested interests unaltered nor yet can it in any wise alter them, and no way is left save what one might term that of “pious aspiration” and cautious change, little by little, extended over a long period, and that way is this:—there must already exist a supply of men to effect the change, who themselves, on each occasion, possess abundance of land and have many persons in their debt, and who are kind enough to wish to give a share of these things to those of them who are in want, partly by remissions and partly by distributions, making a kind of rule of moderation and believing that poverty consists, not in decreasing one’s substance, but in increasing one’s greed.

ΑΘ. σωτηρίας τε γὰρ ἀρχὴ μεγίστη πόλεως αὕτη γίγνεται, καὶ ἐπὶ ταύτης οἷον κρηπῖδος μονίμου ἐποικοδομεῖν δυνατὸν ὅντινα ἂν ὕστερον ἐποικοδομῇ τις κόσμον πολιτικὸν προσήκοντα τῇ τοιαύτῃ καταστάσει· ταύτης δὲ σαθρᾶς οὔσης τῆς μεταβάσεως, οὐκ εὔπορος ἡ μετὰ ταῦτα πολιτικὴ πρᾶξις οὐδεμιᾷ γίγνοιτʼ ἂν πόλει. ἣν ἡμεῖς μέν, ὥς φαμεν, ἐκφεύγομεν· ὅμως δὲ εἰρῆσθαί γε ὀρθότερον, εἰ καὶ μὴ ἐξεφεύγομεν, ὅπῃ ποτʼ ἂν ἐποιούμεθα αὐτῆς τὴν φυγήν. εἰρήσθω δή νυν ὅτι διὰ τοῦ μὴ φιλοχρηματεῖν μετὰ δίκης, ἄλλη δʼ οὐκ ἔστιν οὔτʼ εὐρεῖα οὔτε στενὴ τῆς τοιαύτης μηχανῆς διαφυγή· καὶ τοῦτο μὲν οἷον ἕρμα πόλεως ἡμῖν κείσθω τὰ νῦν. ἀνεγκλήτους γὰρ δεῖ τὰς οὐσίας πρὸς ἀλλήλους κατασκευάζεσθαι ἁμῶς γέ πως, ἢ μὴ προϊέναι πρότερον εἰς τοὔμπροσθεν ἑκόντα εἶναι τῆς ἄλλης κατασκευῆς οἷς ᾖ παλαιὰ ἐγκλήματα πρὸς ἀλλήλους, [καὶ] ὅσοις νοῦ καὶ σμικρὸν μετῇ· οἷς δέ, ὡς ἡμῖν νῦν, θεὸς ἔδωκε καινήν τε πόλιν οἰκίζειν καὶ μή τινας ἔχθρας εἶναί πω πρὸς ἀλλήλους, τούτους ἔχθρας αὑτοῖς αἰτίους γενέσθαι διὰ τὴν διανομὴν τῆς γῆς τε καὶ οἰκήσεων οὐκ ἀνθρώπινος ἂν εἴη μετὰ κάκης πάσης ἀμαθία. τίς οὖν δὴ τρόπος ἂν εἴη τῆς ὀρθῆς διανομῆς; πρῶτον μὲν τὸν αὐτῶν ὄγκον τοῦ ἀριθμοῦ δεῖ τάξασθαι, πόσον εἶναι χρεών· μετὰ δὲ τοῦτο τὴν διανομὴν τῶν πολιτῶν, καθʼ ὁπόσα μέρη πλήθει καὶ ὁπηλίκα διαιρετέον αὐτούς, ἀνομολογητέον· ἐπὶ δὲ ταῦτα τήν τε γῆν καὶ τὰς οἰκήσεις ὅτι μάλιστα ἴσας ἐπινεμητέον. ὄγκος δὴ πλήθους ἱκανὸς οὐκ ἄλλως ὀρθῶς γίγνοιτʼ ἂν λεχθεὶς ἢ πρὸς τὴν γῆν καὶ πρὸς τὰς τῶν πλησιοχώρων πόλεις· γῆ μὲν ὁπόση πόσους σώφρονας ὄντας ἱκανὴ τρέφειν, πλείονος δὲ οὐδὲν προσδεῖ, πλήθους δέ, ὁπόσοι τοὺς προσχώρους ἀδικοῦντάς τε αὐτοὺς ἀμύνασθαι δυνατοὶ καὶ γείτοσιν ἑαυτῶν ἀδικουμένοις βοηθῆσαι μὴ παντάπασιν ἀπόρως δύναιντʼ ἄν. ταῦτα δέ, ἰδόντες τὴν χώραν καὶ τοὺς γείτονας, ὁριούμεθα ἔργῳ καὶ λόγοις· νῦν δὲ σχήματος ἕνεκα καὶ ὑπογραφῆς, ἵνα περαίνηται, πρὸς τὴν νομοθεσίαν ὁ λόγος ἴτω. πεντάκις μὲν χίλιοι ἔστωσαν καὶ τετταράκοντα, ἀριθμοῦ τινος ἕνεκα προσήκοντος, γεωμόροι τε καὶ ἀμυνοῦντες τῇ νομῇ· γῆ δὲ καὶ οἰκήσεις ὡσαύτως τὰ αὐτὰ μέρη διανεμηθήτων, γενόμενα ἀνὴρ καὶ κλῆρος συννομή. δύο μὲν δὴ μέρη τοῦ παντὸς ἀριθμοῦ τὸ πρῶτον νεμηθήτω, μετὰ δὲ ταῦτα τρία τὸν αὐτόν· πέφυκε γὰρ καὶ τέτταρα καὶ πέντε καὶ μέχρι τῶν δέκα ἐφεξῆς.

Ath. For this is the main foundation of the security of a State, and on this as on a firm keel it is possible to build whatever kind of civic organization may be subsequently built suitable for the arrangement described; but if the foundation be rotten, the subsequent political operations will prove by no means easy for any State. This difficulty, as we say, we avoid; it is better, however, that we should explain the means by which, if we had not actually avoided it, we might have found a way of escape. Be it explained, then, that that means consists in renouncing avarice by the aid of justice, and that there is no way of escape, broad or narrow, other than this device. So let this stand fixed for us now as a kind of pillar of the State. The properties of the citizens must be established somehow or other on a basis that is secure from intestine disputes; otherwise, for people who have ancient disputes with one another, men will not of their own free will proceed any further with political construction, if they have a grain of sense. But as for those to whom—as to us now—God has given a new State to found, and one free as yet from internal feuds,—that those founders should excite enmity against themselves because of the distribution of land and houses would be a piece of folly combined with utter depravity of which no man could be capable. What then would be the plan of a right distribution? First, we must fix at the right total the number of citizens; next, we must agree about the distribution of them,—into how many sections, and each of what size, they are to be divided; and among these sections we must distribute, as equally as we can, both the land and the houses. An adequate figure for the population could not be given without reference to the territory and to the neighboring States. Of land we need as much as is capable of supporting so many inhabitants of temperate habits, and we need no more; and as to population, we need a number such that they will be able to defend themselves against injury from adjoining peoples, and capable also of lending some aid to their neighbors when injured. These matters we shall determine, both verbally and actually, when we have inspected the territory and its neighbors; but for the present it is only a sketch in outline of our legislation that our argument will now proceed to complete. Let us assume that there are—as a suitable number—5,040 men, to be land-holders and to defend their plots; and let the land and houses be likewise divided into the same number of parts—the man and his allotment forming together one division. First, let the whole number be divided into two; next into three; then follow in natural order four and five, and so on up to ten.

ΑΘ. δεῖ δὴ περὶ ἀριθμῶν τό γε τοσοῦτον πάντα ἄνδρα νομοθετοῦντα νενοηκέναι, τίς ἀριθμὸς καὶ ποῖος πάσαις πόλεσιν χρησιμώτατος ἂν εἴη. λέγωμεν δὴ τὸν πλείστας καὶ ἐφεξῆς μάλιστα διανομὰς ἐν αὑτῷ κεκτημένον. ὁ μὲν δὴ πᾶς εἰς πάντα πάσας τομὰς εἴληχεν· ὁ δὲ τῶν τετταράκοντα καὶ πεντακισχιλίων εἴς τε πόλεμον καὶ ὅσα κατʼ εἰρήνην πρὸς ἅπαντα τὰ συμβόλαια καὶ κοινωνήματα, εἰσφορῶν τε πέρι καὶ διανομῶν, οὐ πλείους μιᾶς δεουσῶν ἑξήκοντα δύναιτʼ ἂν τέμνεσθαι τομῶν, συνεχεῖς δὲ ἀπὸ μιᾶς μέχρι τῶν δέκα.ταῦτα μὲν οὖν δὴ καὶ κατὰ σχολὴν δεῖ βεβαίως λαβεῖν, οἷς ἂν ὁ νόμος προστάττῃ λαμβάνειν· ἔχει γὰρ οὖν οὐκ ἄλλως ἢ ταύτῃ, δεῖ δὲ αὐτὰ ῥηθῆναι τῶνδε ἕνεκα κατοικίζοντι πόλιν. οὔτʼ ἂν καινὴν ἐξ ἀρχῆς τις ποιῇ οὔτʼ ἂν παλαιὰν διεφθαρμένην ἐπισκευάζηται, περὶ θεῶν γε καὶ ἱερῶν, ἅττα τε ἐν τῇ πόλει ἑκάστοις ἱδρῦσθαι δεῖ καὶ ὧντινων ἐπονομάζεσθαι θεῶν ἢ δαιμόνων, οὐδεὶς ἐπιχειρήσει κινεῖν νοῦν ἔχων ὅσα ἐκ Δελφῶν ἢ Δωδώνης ἢ παρʼ Ἄμμωνος ἤ τινες ἔπεισαν παλαιοὶ λόγοι ὁπῃδή τινας πείσαντες, φασμάτων γενομένων ἢ ἐπιπνοίας λεχθείσης θεῶν, πείσαντες δὲ θυσίας τελεταῖς συμμείκτους κατεστήσαντο εἴτε αὐτόθεν ἐπιχωρίους εἴτʼ οὖν Τυρρηνικὰς εἴτε Κυπρίας εἴτε ἄλλοθεν ὁθενοῦν, καθιέρωσαν δὲ τοῖς τοιούτοις λόγοις φήμας τε καὶ ἀγάλματα καὶ βωμοὺς καὶ ναούς, τεμένη τε τούτων ἑκάστοις ἐτεμένισαν· τούτων νομοθέτῃ τὸ σμικρότατον ἁπάντων οὐδὲν κινητέον, τοῖς δὲ μέρεσιν ἑκάστοις θεὸν ἢ δαίμονα ἢ καί τινα ἥρωα ἀποδοτέον, ἐν δὲ τῇ τῆς γῆς διανομῇ πρώτοις ἐξαίρετα τεμένη τε καὶ πάντα τὰ προσήκοντα ἀποδοτέον, ὅπως ἂν σύλλογοι ἑκάστων τῶν μερῶν κατὰ χρόνους γιγνόμενοι τοὺς προσταχθέντας εἴς τε τὰς χρείας ἑκάστας εὐμάρειαν παρασκευάζωσι καὶ φιλοφρονῶνταί τε ἀλλήλους μετὰ θυσιῶν καὶ οἰκειῶνται καὶ γνωρίζωσιν, οὗ μεῖζον οὐδὲν πόλει ἀγαθὸν ἢ γνωρίμους αὐτοὺς αὑτοῖς εἶναι. ὅπου γὰρ μὴ φῶς ἀλλήλοις ἐστὶν ἀλλήλων ἐν τοῖς τρόποις ἀλλὰ σκότος, οὔτʼ ἂν τιμῆς τῆς ἀξίας οὔτʼ ἀρχῶν οὔτε δίκης ποτέ τις ἂν τῆς προσηκούσης ὀρθῶς τυγχάνοι· δεῖ δὴ πάντα ἄνδρα ἓν πρὸς ἓν τοῦτο σπεύδειν ἐν πάσαις πόλεσιν, ὅπως μήτε αὐτὸς κίβδηλός ποτε φανεῖται ὁτῳοῦν, ἁπλοῦς δὲ καὶ ἀληθὴς ἀεί, μήτε ἄλλος τοιοῦτος ὢν αὐτὸν διαπατήσει.

Ath. Regarding numbers, every man who is making laws must understand at least thus much,— what number and what kind of number will be most useful for all States. Let us choose that which contains the most numerous and most consecutive sub-divisions. Number as a whole comprises every division for all purposes; whereas the number 5,040, for purposes of war, and in peace for all purposes connected with contributions and distributions, will admit of division into no more than 59 sections, these being consecutive from one up to ten. These facts about numbers must be grasped firmly and with deliberate attention by those who are appointed by law to grasp them: they are exactly as we have stated them, and the reason for stating them when founding a State is this:—in respect of gods, and shrines, and the temples which have to be set up for the various gods in the State, and the gods and daemons they are to be named after, no man of sense,—whether he be framing a new State or reforming an old one that has been corrupted,—will attempt to alter the advice from Delphi or Dodona or Ammon, or that of ancient sayings, whatever form they take—whether derived from visions or from some reported inspiration from heaven. By this advice they instituted sacrifices combined with rites, either of native origin or imported from Tuscany or Cyprus or elsewhere; and by means of such sayings they sanctified oracles and statues and altars and temples, and marked off for each of them sacred glebes. Nothing of all these should the lawgiver alter in the slightest degree; to each section he should assign a god or daemon, or at the least a hero; and in the distribution of the land he should assign first to these divinities choice domains with all that pertains to them, so that, when assemblies of each of the sections take place at the appointed times, they may provide an ample supply of things requisite, and the people may fraternize with one another at the sacrifices and gain knowledge and intimacy, since nothing is of more benefit to the State than this mutual acquaintance; for where men conceal their ways one from another in darkness rather than light, there no man will ever rightly gain either his due honor or office, or the justice that is befitting. Wherefore every man in every State must above all things endeavor to show himself always true and sincere towards everyone, and no humbug, and also to allow himself to be imposed upon by no such person.

People and places in this passage

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.