ΑΘ. αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλʼ ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ ἱεροσύλους καὶ πολεμικοὺς καὶ τυραννικοὺς ποιοῦσα, καὶ μάλʼ ἐνίοτε οὐκ ἀφυεῖς ὄντας, δυστυχοῦντάς γε μήν.
ΚΛ. πῶς λέγεις;
ΑΘ. πῶς μὲν οὖν αὐτοὺς οὐ λέγοιμʼ ἂν τὸ παράπαν δυστυχεῖς, οἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν;
ΚΛ. αὕτη μὲν τοίνυν μία· τὴν δὲ δὴ δευτέραν αἰτίαν τίνα λέγεις, ὦ ξένε;
ΑΘ. καλῶς ὑπέμνησας.
ΚΛ. αὕτη μὲν δή, φῂς σύ, μία, ἡ διὰ βίου ἄπληστος ζήτησις, παρέχουσα ἄσχολον ἕκαστον, ἐμπόδιος γίγνεται τοῦ μὴ καλῶς ἀσκεῖν τὰ περὶ τὸν πόλεμον ἑκάστους. ἔστω· τὴν δὲ δὴ δευτέραν λέγε.
ΑΘ. μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ διʼ ἀπορίαν;
ΚΛ. οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ.
ΑΘ. κάλλιστα, ὦ ξένοι, ἐπεπλήξατε· καὶ τὸ μετὰ τοῦτο ἀκούοιτʼ ἄν, ὡς ἔοικε.
ΚΛ. λέγε μόνον.
ΑΘ. τὰς οὐ πολιτείας ἔγωγε αἰτίας εἶναί φημι ἃς πολλάκις εἴρηκα ἐν τοῖς πρόσθεν λόγοις, δημοκρατίαν καὶ ὀλιγαρχίαν καὶ τυραννίδα. τούτων γὰρ δὴ πολιτεία μὲν οὐδεμία, στασιωτεῖαι δὲ πᾶσαι λέγοιντʼ ἂν ὀρθότατα· ἑκόντων γὰρ ἑκοῦσα οὐδεμία, ἀλλʼ ἀκόντων ἑκοῦσα ἄρχει σὺν ἀεί τινι βίᾳ, φοβούμενος δὲ ἄρχων ἀρχόμενον οὔτε καλὸν οὔτε πλούσιον οὔτε ἰσχυρὸν οὔτʼ ἀνδρεῖον οὔτε τὸ παράπαν πολεμικὸν ἑκὼν ἐάσει γίγνεσθαί ποτε. ταῦτʼ οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δʼ οὖν ὄντως διαφέρει. τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα· σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπʼ ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστʼ ἄν, οἶμαι, γίγνοιντʼ ἂν ἐκ τούτων τῶν νόμων, ὥστʼ εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτʼ ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ.
ΚΛ. καλῶς.
ΑΘ. ἆρʼ οὖν οὐ τούτοις ἐφεξῆς ἐστιν μνησθῆναί ποτε περὶ ἁπάντων τῶν ἀγώνων τῶν γυμνικῶν, ὡς ὅσα μὲν αὐτῶν πρὸς πόλεμόν ἐστιν ἀγωνίσματα ἐπιτηδευτέον καὶ θετέον ἆθλα νικητήρια, ὅσα δὲ μή, χαίρειν ἐατέον; ἃ δʼ ἔστιν, ἐξ ἀρχῆς ἄμεινον ῥηθῆναί τε καὶ νομοθετηθῆναι. καὶ πρῶτον μὲν τὰ περὶ δρόμον καὶ τάχος ὅλως ἆρʼ οὐ θετέον;
ΚΛ. θετέον.
Ath. Then let this which I describe be laid down as one cause which hinders the States from adequately practicing either military operations or any other noble pursuits and which turns men who are of a quiet nature into traders, ship-owners, and servants, while of the bold it makes pirates, burglars, temple-robbers, fighters and despots,—and that though, in some cases, they are not ill-natured, but merely ill-fortuned.
Clin. How so?
Ath. Well, how could I describe otherwise than as utterly unfortunate men who are compelled to go through life with hunger always in their own souls?
Clin. This, then, is one cause: what is the second cause you speak of, Stranger?
Ath. You are right in reminding me.
Meg. One cause, as you assert, is this lifelong insatiable pursuit, which wholly engrosses each man, and hinders each and all from rightly practicing military operations. Be it so: now tell us the second cause.
Ath. Do you think that I am delaying to do so because I am at a loss?
Meg. No; but we think that, owing to a sort of hatred against the character you describe, you are castigating it more severely than is required by the argument now on hand.
Ath. Your rebuke is just, Strangers; you want, it seems, to hear what comes next.
Clin. Only say on.
Ath. There lies a cause, as I affirm, in those non-polities which I have often mentioned in our previous discourse,—namely, democracy, oligarchy, and tyranny. For none of these is a polity, but the truest name for them all would be “faction-State”; for none of them is a form of voluntary rule over willing subjects, but a voluntary rule over unwilling subjects accompanied always by some kind of force; and the ruler, through fear of the subject, will never voluntarily allow him to become noble or wealthy or strong or brave or in any way warlike. These, then, are the two main causes of nearly everything, and certainly of the conditions we described. The polity, however, for which we are now legislating has escaped both these causes; for not only does it enjoy a great amount of leisure, but the citizens also are free from one another’s domination, and as a consequence of these laws of ours they will be the least likely of men to be money-lovers. Hence it is both natural and logical that of all existing polities this type alone should welcome the system above described, which combines military schooling with sport, when we have rightly completed that description.
Clin. Very good.
Ath. The next step, then, is to remind ourselves, with regard to all gymnastic contests, that all such as afford training for war should be instituted, and should have prizes assigned to them, but all that do not do so must be set aside. What these contests consist in, it will be well to have described and ordained at the beginning. First, then, should we not ordain contests in running and speed in general?
Clin. We should.
ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν· φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη.
ΚΛ. τί μήν;
ΑΘ. οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν.
ΚΛ. πῶς γὰρ ἄν;
ΑΘ. σταδιοδρόμον δὴ πρῶτον ὁ κῆρυξ ἡμῖν, καθάπερ νῦν, ἐν τοῖς ἀγῶσι παρακαλεῖ, ὁ δὲ εἴσεισιν ὅπλα ἔχων· ψιλῷ δὲ ἆθλα οὐ θήσομεν ἀγωνιστῇ. πρῶτος δὲ εἴσεισιν ὁ τὸ στάδιον ἁμιλλησόμενος σὺν τοῖς ὅπλοις, δεύτερος δὲ ὁ τὸν δίαυλον, καὶ τρίτος ὁ τὸν ἐφίππιον, καὶ δὴ καὶ τέταρτος ὁ τὸν δόλιχον, καὶ πέμπτος δὲ ὃν ἀφήσομεν πρῶτον ὡπλισμένον, ἑξήκοντα μὲν σταδίων μῆκος πρὸς ἱερὸν Ἄρεώς τι καὶ πάλιν, βαρύτερον, ὁπλίτην ἐπονομάζοντες, λειοτέρας ὁδοῦ διαμιλλώμενον, τὸν δὲ ἄλλον, τοξότην πᾶσαν τοξικὴν ἔχοντα στολήν, σταδίων δὲ ἑκατὸν πρὸς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος ἱερὸν τὴν διʼ ὀρῶν τε καὶ παντοίας χώρας ἁμιλλώμενον· καὶ τιθέντες τὸν ἀγῶνα μενοῦμεν τούτους, ἕως ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων.
ΚΛ. ὀρθῶς.
ΑΘ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν· καὶ τοῖς μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκους τοῦ δρόμου θήσομεν, τοῖς δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταις τε καὶ ὁπλίταις ἁμιλλωμένοις, γυναιξὶν δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις, ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύτας ἐσταλμένας καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτα ἔστω· τὰ δὲ κατʼ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων, τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο, καὶ μέχρι δέκα πρὸς δέκα διαμιλλωμένους ἀλλήλοις.
Ath. Most important of all things for war is, no doubt, general activity of the body, of hands as well as feet—activity of foot for flight and pursuit, and of hand for the stand-up fighting at close quarters which calls for sturdiness and strength.
Clin. No doubt.
Ath. Yet, surely, neither of these is of the greatest service when it lacks weapons.
Clin. Certainly not.
Ath. So at our contests the herald (as is now the practice) shall summon first the short-distance runner: he shall enter fully armed; and for an unarmed competitor we shall offer no prize. First, then, there shall enter the man who, with his arms, is to run the furlong,—second, the runner of the quarter-mile,— third, the half-miler,—fourth, the runner of the three-quarters,—and fifth, that runner whom we shall despatch first, fully armed, to run a distance of four miles to a temple of Ares and back; he shall be in heavier armor, and be called a hoplite, and he shall run over a smooth course, while his antagonist shall be dressed in the full equipment of an archer, and shall run a course of twelve miles over hills and varied country to a temple of Apollo and Artemis. And having thus set up the contests, we shall await the return of these runners, and to the winner of each race we shall award the prize.
Clin. Very right.
Ath. Let us plan these contests in three divisions—one for children, one for youths, and one for men. We shall ordain that the course for the youths’ races shall be two-thirds of the full course, and that for children one-half, when they compete either as archers or as hoplites. In the case of females, we shall ordain races of a furlong, a quarter-mile, a half-mile, and a three-quarters for girls under the age of puberty, who shall be stripped, and shall race on the course itself; and girls over thirteen shall continue to take part until married, up to the age of twenty at most, or at least eighteen; but these, when they come forward and compete in these races, must be clad in decent apparel. Let such, then, be the rules concerning races for men and women. As to trials of strength, instead of wrestling and the other “strong-man” events now in vogue, we shall ordain fencing in armor, both in solo-contests and in team-competitions of anything from two to ten a side.
ΑΘ. ἃ δὲ τὸν μὴ παθόντα ἢ ποιήσαντα δεῖ νικᾶν καὶ εἰς ὁπόσα, καθάπερ νῦν ἐν τῇ πάλῃ διενομοθετήσαντο οἱ περὶ τὴν πάλην αὐτὴν τί τοῦ καλῶς παλαίοντος ἔργον καὶ μὴ καλῶς, ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους συννομοθετεῖν κελεύειν τίς νικᾶν ἄρα δίκαιος περὶ ταύτας αὖ τὰς μάχας, ὅτι μὴ παθὼν ἢ δράσας, καὶ τὸν ἡττώμενον ὡσαύτως ἥτις διακρίνει τάξις. ταὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα τῶν μέχρι γάμου. πελταστικὴν δὲ ὅλην ἀντιστήσαντας δεῖ τῇ τοῦ παγκρατίου μάχῃ, τόξοις καὶ πέλταις καὶ ἀκοντίοις καὶ λίθῳ ἐκ χειρός τε καὶ σφενδόναις ἁμιλλωμένων, διαθεμένους αὖ περὶ τούτων νόμους, τῷ κάλλιστα ἀποδιδόντι τὰ περὶ ταῦτα νόμιμα τὰ γέρα καὶ τὰς νίκας διανέμειν. τὸ δὲ μετὰ ταῦτα ἵππων δὴ περὶ ἀγῶνος γίγνοιτο ἑξῆς ἂν νομοθετούμενα· ἵππων δὲ ἡμῖν χρεία μὲν οὔτε τις πολλῶν οὔτε πολλή, κατά γε δὴ Κρήτην, ὥστε ἀναγκαῖον καὶ τὰς σπουδὰς ἐλάττους γίγνεσθαι τάς τε ἐν τῇ τροφῇ καὶ τὰς περὶ ἀγωνίαν αὐτῶν. ἅρματος μὲν οὖν καὶ τὸ παράπαν οὔτε τις τροφεὺς ἡμῖν ἐστιν οὔτε τις φιλοτιμία πρὸς ταῦτα οὐδενὶ γίγνοιτʼ ἂν λόγον ἔχουσα, ὥστε τούτου μὲν ἀγωνιστάς, οὐκ ἐπιχώριον, ἔσται τιθέντας νοῦν μήτε ἔχειν μήτε δοκεῖν κεκτῆσθαι· μονίπποις δὲ ἆθλα τιθέντες, πώλοις τε ἀβόλοις καὶ τελείων τε καὶ ἀβόλων τοῖς μέσοις καὶ αὐτοῖς δὴ τοῖς τέλος ἔχουσι, κατὰ φύσιν τῆς χώρας ἂν τὴν ἱππικὴν παιδιὰν ἀποδιδοῖμεν. ἔστω δὴ τούτων τε αὐτῶν κατὰ νόμον ἅμιλλά τε καὶ φιλονικία, φυλάρχοις τε καὶ ἱππάρχοις δεδομένη κοινὴ κρίσις ἁπάντων τῶν τε δρόμων αὐτῶν καὶ τῶν καταβαινόντων μεθʼ ὅπλων· ψιλοῖς δὲ ὅπλων οὔτʼ ἐν τοῖς γυμνικοῖς οὔτε ἐνταῦθα τιθέντες ἀγωνίας ὀρθῶς ἂν νομοθετοῖμεν. τοξότης δὲ ἀφʼ ἵππων Κρὴς οὐκ ἄχρηστος, οὐδʼ ἀκοντιστής, ὥστε ἔστω καὶ τούτων παιδιᾶς χάριν ἔρις τε καὶ ἀγωνία. θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.ἀγωνία δὴ νῦν ἤδη καὶ μάθησις γυμναστικῆς, ὅσα τε ἐν ἀγῶσιν καὶ ὅσα καθʼ ἡμέραν ἐν διδασκάλων ἐκπονούμεθα, πάντως ἤδη πέρας ἔχει. καὶ δὴ καὶ μουσικῆς τὰ μὲν πλεῖστα ὡσαύτως διαπεπέρανται, τὰ δὲ ῥαψῳδῶν καὶ τῶν τούτοις ἑπομένων, καὶ ὅσαι ἐν ἑορταῖς ἅμιλλαι χορῶν ἀναγκαῖαι γίγνεσθαι, ταχθέντων τοῖς θεοῖς τε καὶ τοῖς μετὰ θεῶν μηνῶν καὶ ἡμερῶν καὶ ἐνιαυτῶν, κοσμηθήσονται τότε, εἴτε τριετηρίδες εἴτε αὖ καὶ διὰ πέμπτων ἐτῶν, εἴθʼ ὅπῃ καὶ ὅπως ἔννοιαν διδόντων τῶν θεῶν τάξεως πέρι διανεμηθῶσιν·
Ath. As regards the hits which a winner is to make or avoid, and how many points he must score,—just as now in the case of wrestling, those who deal with this art have fixed by law the points of good wrestling and bad, so likewise we must summon the experts in fencing under arms, and bid them help us to draw up laws by which to decide the proper winner in such fights, what he must do and what he must avoid,—and similarly the rules for determining the loser. For females also, up to the age of marriage, the same laws shall be laid down. And in the place of the pancratium we must establish a general tourney for peltasts, who shall compete with bows, targes, javelins, and stones flung either by hand or by sling; and for these, too, we shall prescribe laws for assigning the rewards and prizes to the man who best conforms to the rules governing such contests. After these, the next thing to ordain will be horse-racing. Here, in a country like Crete, there is not much need of horses—not in great numbers,—so that inevitably less attention is paid either to the rearing or the racing of horses. As to chariots, we have no one who keeps them, nor is anyone here likely to cherish any great ambition respecting them, so that to establish contests for them would run counter to native custom, and would not only seem, but be, a foolish act. If, however, we establish prizes for races of riding-horses— both for young colts, and for three-year-olds, and for those of full age—we shall be adapting the sport of horse-racing to the character of the country. Of these horsemen there shall be established by law a competitive contest, and the phylarchs and hipparchs shall act as public judges both of all the races and of the armed competitors. For unarmed competitors we should be wrong in establishing prizes, either here or in the gymnastic sports. And for a Cretan there is credit in being a mounted archer or javelin-man, so we shall have contests and matches of a sportive kind between these also. As to women,—it is not worth while to make compulsory laws and rules about their taking part in such sports; but if, as a result of earlier training which has grown into a habit, their nature allows, and does not forbid, girls or maidens to take part, let them do so without blame. So now at length we have reached the end both of competition and instruction in gymnastic, so far as concerns our education by means of contests and of daily teaching. Most of our account of music has likewise been completed; the regulations about rhapsodes, however, and their retinue, and the choral contests which must accompany festivals are matters to be arranged after the gods and demi-gods have had their months, days and years assigned to them; then it will be seen whether they should be biennial fixtures or quadrennial, or what mode and manner of arranging them the gods may suggest.
ΑΘ. τότε καὶ τοὺς μουσικῆς ἀγῶνας χρὴ προσδοκᾶν κατὰ μέρος ἀγωνιεῖσθαι ταχθέντας ὑπό τε ἀθλοθετῶν καὶ τοῦ παιδευτοῦ τῶν νέων καὶ τῶν νομοφυλάκων, εἰς κοινὸν περὶ αὐτῶν τούτων συνελθόντων καὶ γενομένων νομοθετῶν αὐτῶν, τοῦ τε πότε καὶ τίνες καὶ μετὰ τίνων τοὺς ἀγῶνας ποιήσονται περὶ ἁπάντων χορῶν καὶ χορείας. οἷα δὲ ἕκαστα αὐτῶν εἶναι δεῖ κατὰ λόγον καὶ κατʼ ᾠδὰς καὶ καθʼ ἁρμονίας ῥυθμοῖς κραθείσας καὶ ὀρχήσεσι, πολλάκις εἴρηται τῷ πρώτῳ νομοθέτῃ, καθʼ ἃ τοὺς δευτέρους δεῖ μεταδιώκοντας νομοθετεῖν, καὶ τοὺς ἀγῶνας πρεπόντως ἑκάστοις θύμασιν ἐν χρόνοις προσήκουσι νείμαντας, ἑορτὰς ἀποδοῦναι τῇ πόλει ἑορτάζειν. ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδʼ αὖ μετατιθέμενα ἔνθα ἢ ἔνθα μέγα τῇ πόλει κέρδος ἢ ζημίαν ἂν φέροι· ἃ δὲ μὴ σμικρὸν διαφέρει, πείθειν τε χαλεπόν, θεοῦ μὲν μάλιστα ἔργον, εἴ πως οἷόν τε ἦν ἐπιτάξεις αὐτὰς παρʼ ἐκείνου γίγνεσθαι, νῦν δὲ ἀνθρώπου τολμηροῦ κινδυνεύει δεῖσθαί τινος, ὃς παρρησίαν διαφερόντως τιμῶν ἐρεῖ τὰ δοκοῦντα ἄριστʼ εἶναι πόλει καὶ πολίταις, ἐν ψυχαῖς διεφθαρμέναις τὸ πρέπον καὶ ἑπόμενον πάσῃ τῇ πολιτείᾳ τάττων, ἐναντία λέγων ταῖς μεγίσταισιν ἐπιθυμίαις καὶ οὐκ ἔχων βοηθὸν ἄνθρωπον οὐδένα, λόγῳ ἑπόμενος μόνῳ μόνος.
ΚΛ. τίνʼ αὖ νῦν, ὦ ξένε, λόγον λέγομεν; οὐ γάρ πω μανθάνομεν.
ΑΘ. εἰκότως γε· ἀλλὰ δὴ πειράσομαι ἐγὼ φράζειν ὑμῖν ἔτι σαφέστερον. ὡς γὰρ εἰς παιδείαν ἦλθον τῷ λόγῳ, εἶδον νέους τε καὶ νέας ὁμιλοῦντας φιλοφρόνως ἀλλήλοις· εἰσῆλθεν δή με, οἷον εἰκός, φοβηθῆναι, συννοήσαντα τί τις χρήσεται τῇ τοιαύτῃ πόλει ἐν ᾗ δὴ νέοι μὲν νέαι τε εὐτρεφεῖς εἰσί, πόνων δὲ σφοδρῶν καὶ ἀνελευθέρων, οἳ μάλιστα ὕβριν σβεννύασιν, ἀργοί, θυσίαι δὲ καὶ ἑορταὶ καὶ χοροὶ πᾶσιν μέλουσιν διὰ βίου. τίνα δή ποτε τρόπον ἐν ταύτῃ τῇ πόλει ἀφέξονται τῶν πολλοὺς δὴ πολλὰ ἐπιθυμιῶν εἰς ἔσχατα βαλλουσῶν, ὧν ἂν ὁ λόγος προστάττῃ ἀπέχεσθαι, νόμος ἐπιχειρῶν γίγνεσθαι;
Ath. Then also, one expects, the musical contests will be held in sections, as arranged by the Masters of the Games and the Educator of the youth and the Law-wardens, meeting for this special purpose and acting in person as legislators to determine what persons, and when and with whom, are to frame the contests for all the choruses and choristry. Of what character each of these ought to be in respect of words, songs and tunes, blended with rhythm and dance, has frequently been stated by the original lawgiver; the secondary lawgivers should follow him in their enactments, and they should arrange the contests at convenient times to suit the several sacrifices, and thus appoint festivals for the State to observe. Now as to these and the like matters, it is by no means hard to perceive how they should be given legal regulation, nor indeed would a shifting of their positions cause much gain or loss to the State. But the things which do make no small difference, and of which it is hard to persuade men—these form a task especially for God (were it possible that orders should come from him): as it is, they are likely to require a bold man who, valuing candor above all else, will declare what he deems best for city and citizens, and in the midst of corrupted souls will enjoin what is fitting and in keeping with all the constitution, and gainsay the mightiest lusts, acting alone by himself with no man to help him save, as his solitary leader, Reason.
Clin. What is it we are reasoning about now, Stranger? For we are still in the dark.
Ath. Naturally: but I will try to explain myself more clearly. When in my discourse I came to the subject of education, I saw young men and maidens consorting with one another affectionately; and, naturally, a feeling of alarm came upon me, as I asked myself how one is to manage a State like this in which young men and maidens are well-nourished but exempt from those severe and menial labors which are the surest means of quenching wantonness, and where the chief occupation of everyone all through life consists in sacrifices, feasts and dances. In a State such as this, how will the young abstain from those desires which frequently plunge many into ruin,—all those desires from which reason, in its endeavor to be law, enjoins abstinence?