ΑΘ. ἐὰν δὲ ἄψυχόν τι ψυχῆς ἄνθρωπον στερήσῃ, πλὴν ὅσα κεραυνὸς ἤ τι παρὰ θεοῦ τοιοῦτον βέλος ἰόν, τῶν δὲ ἄλλων ὅσα τινὸς προσπεσόντος ἢ αὐτὸ ἐμπεσὸν κτείνῃ τινά, δικαστὴν μὲν αὐτῷ καθιζέτω τῶν γειτόνων τὸν ἐγγύτατα ὁ προσήκων γένει, ἀφοσιούμενος ὑπὲρ αὑτοῦ τε καὶ ὑπὲρ τῆς συγγενείας ὅλης, τὸ δὲ ὀφλὸν ἐξορίζειν, καθάπερ ἐρρήθη τὸ τῶν ζῴων γένος.ἐὰν δὲ τεθνεὼς μὲν αὖ τις φανῇ, ἄδηλος δὲ ὁ κτείνας ᾖ καὶ μὴ ἀμελῶς ζητοῦσιν ἀνεύρετος γίγνηται, τὰς μὲν προρρήσεις τὰς αὐτὰς γίγνεσθαι καθάπερ τοῖς ἄλλοις, προαγορεύειν δὲ τὸν φόνον τῷ δράσαντι, καὶ ἐπιδικασάμενον ἐν ἀγορᾷ κηρῦξαι τῷ κτείναντι τὸν καὶ τὸν καὶ ὠφληκότι φόνου μὴ ἐπιβαίνειν ἱερῶν μηδὲ ὅλης χώρας τῆς τοῦ παθόντος, ὡς, ἂν φανῇ καὶ γνωσθῇ, ἀποθανούμενον καὶ ἔξω τῆς τοῦ παθόντος χώρας ἐκβληθησόμενον ἄταφον. οὗτος δὴ νόμος εἷς ἡμῖν ἔστω κύριος περὶ φόνου κείμενος.καὶ τὰ μὲν περὶ τὰ τοιαῦτα μέχρι τούτων οὕτως· ὧν δὲ ὁ κτείνας ἐφʼ οἷς τε ὀρθῶς ἂν καθαρὸς εἴη, τάδε ἔστω· Νύκτωρ φῶρα εἰς οἰκίαν εἰσιόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν ἐλευθέραν γυναῖκα βιάζηταί τις ἢ παῖδα περὶ τὰ ἀφροδίσια, νηποινὶ τεθνάτω ὑπό τε τοῦ ὑβρισθέντος βίᾳ καὶ ὑπὸ πατρὸς ἢ ἀδελφῶν ἢ ὑέων· ἐάν τε ἀνὴρ ἐπιτύχῃ γαμετῇ γυναικὶ βιαζομένῃ, κτείνας τὸν βιαζόμενον ἔστω καθαρὸς ἐν τῷ νόμῳ· καὶ ἐάν τις πατρὶ βοηθῶν θάνατον, μηδὲν ἀνόσιον δρῶντι, κτείνῃ τινά, ἢ μητρὶ ἢ τέκνοις ἢ ἀδελφοῖς ἢ συγγεννήτορι τέκνων, πάντως καθαρὸς ἔστω.τὰ μὲν τοίνυν περὶ τροφήν τε ζώσης ψυχῆς καὶ παιδείαν, ὧν αὐτῇ τυχούσῃ μὲν βιωτόν, ἀτυχησάσῃ δὲ τοὐναντίον, καὶ περὶ θανάτων τῶν βιαίων ἃς δεῖ τιμωρίας γίγνεσθαι, νενομοθετήσθω· τὰ δὲ περὶ τὴν τῶν σωμάτων τροφὴν μὲν καὶ παιδείαν εἴρηται, τὸ δʼ ἐχόμενον τούτων, αἱ βίαιοι πράξεις ὑπʼ ἀλλήλων ἀκούσιοί τε καὶ ἑκούσιοι γιγνόμεναι διοριστέον εἰς δύναμιν αἵ τέ εἰσιν καὶ ὅσαι, καὶ ὧν ἂν τυγχάνουσαι τιμωρήσεων τὸ πρόσφορον ἔχοιεν ἂν ἕκασται, ταῦτα μετʼ ἐκεῖνα, ὡς ἔοικεν, ὀρθῶς ἂν νομοθετοῖτο.τραύματα δὴ καὶ πηρώσεις ἐκ τραυμάτων τά γε δεύτερα μετὰ θανάτους καὶ ὁ φαυλότατος ἂν τάξειεν τῶν ἐπὶ νόμον τρεπομένων. τὰ δὴ τραύματα, καθάπερ οἱ φόνοι διῄρηντο, διαιρετέον, τὰ μὲν ἀκούσια, τὰ δὲ θυμῷ, τὰ δὲ φόβῳ, τὰ δὲ ὁπόσα ἐκ προνοίας ἑκούσια συμβαίνει γιγνόμενα·
Ath. If a lifeless thing rob a man of life—except it be lightning or some bolt from heaven,—if it be anything else than these which kills someone, either through his falling against it or its falling upon him, then the relative shall set the nearest neighbor to pass judgment on it, thus making atonement on behalf of himself and all his kindred, and the thing convicted they shall cast beyond the borders, as was stated in respect of animals. If anyone be found evidently dead, and if his slayer be unknown and undiscoverable after careful search, then the warnings shall be the same as in the other cases, including the warning of death to the doer of the deed, and the prosecutor, when he has proved his claim, shall give public warning in the market-place to the slayer of So-and-so, convicted of murder, not to set foot in holy places nor anywhere in the country of the victim, since, if he appears and is known, he shall be put to death and be cast out from the country of the victim without burial. So let this stand as one section of our code of law dealing with murder. Thus far we have dealt with crimes of the kind described; in what follows we shall describe the cases and the circumstances under which the slayer will rightly be pronounced guiltless. If a man catch and slay a thief who is entering his house by night to steal goods, he shall be guiltless; and if a man in self-defence slay a footpad, he shall be guiltless. The man who forcibly violates a free woman or boy shall be slain with impunity by the person thus violently outraged, or by his father or brother or sons. And should a man discover his wedded wife being violated, if he kills the violator he shall be guiltless before the law. And if a man slay anyone when warding off death from his father (when he is doing no wrong), or from his mother or children or brethren, or from the mother of his own children, he shall be wholly guiltless. Thus let it be laid down by law respecting the nurture and training of living souls,—which when gained make life livable, but when missed, unlivable,—and respecting the punishments which ought to be imposed in cases of violent death. The regulations regarding the nurture and training of the body have been stated: but what comes next, namely, violent actions, both voluntary and involuntary, done by one against another,—these we must define as clearly as we can, stating their character and number and what punishment each duly deserves: such enactments, as it seems, will rightly follow on the foregoing. Next in order after cases of death even the least competent of those who essay legislation would place cases of wounds and maiming. Wounds, just like murders, must be classed under several heads,—the involuntary, those done in passion, those done in fear, and all those that are voluntary and deliberate.
ΑΘ. προρρητέον δή τι περὶ πάντων τῶν τοιούτων τοιόνδε, ὡς ἄρα νόμους ἀνθρώποις ἀναγκαῖον τίθεσθαι καὶ ζῆν κατὰ νόμους ἢ μηδὲν διαφέρειν τῶν πάντῃ ἀγριωτάτων θηρίων. ἡ δὲ αἰτία τούτων ἥδε, ὅτι φύσις ἀνθρώπων οὐδενὸς ἱκανὴ φύεται ὥστε γνῶναί τε τὰ συμφέροντα ἀνθρώποις εἰς πολιτείαν καὶ γνοῦσα, τὸ βέλτιστον ἀεὶ δύνασθαί τε καὶ ἐθέλειν πράττειν. γνῶναι μὲν γὰρ πρῶτον χαλεπὸν ὅτι πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν—τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις—καὶ ὅτι συμφέρει τῷ κοινῷ τε καὶ ἰδίῳ, τοῖν ἀμφοῖν, ἢν τὸ κοινὸν τιθῆται καλῶς μᾶλλον ἢ τὸ ἴδιον· δεύτερον δέ, ἐὰν ἄρα καὶ τὸ γνῶναί τις ὅτι ταῦτα οὕτω πέφυκεν λάβῃ ἱκανῶς ἐν τέχνῃ, μετὰ δὲ τοῦτο ἀνυπεύθυνός τε καὶ αὐτοκράτωρ ἄρξῃ πόλεως, οὐκ ἄν ποτε δύναιτο ἐμμεῖναι τούτῳ τῷ δόγματι καὶ διαβιῶναι τὸ μὲν κοινὸν ἡγούμενον τρέφων ἐν τῇ πόλει, τὸ δὲ ἴδιον ἑπόμενον τῷ κοινῷ, ἀλλʼ ἐπὶ πλεονεξίαν καὶ ἰδιοπραγίαν ἡ θνητὴ φύσις αὐτὸν ὁρμήσει ἀεί, φεύγουσα μὲν ἀλόγως τὴν λύπην, διώκουσα δὲ τὴν ἡδονήν, τοῦ δὲ δικαιοτέρου τε καὶ ἀμείνονος ἐπίπροσθεν ἄμφω τούτω προστήσεται, καὶ σκότος ἀπεργαζομένη ἐν αὑτῇ πάντων κακῶν ἐμπλήσει πρὸς τὸ τέλος αὑτήν τε καὶ τὴν πόλιν ὅλην. ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανὸς θείᾳ μοίρᾳ γεννηθεὶς παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο τῶν ἀρξόντων ἑαυτοῦ· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶν νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν. νῦν δὲ οὐ γάρ ἐστιν οὐδαμοῦ οὐδαμῶς, ἀλλʼ ἢ κατὰ βραχύ· διὸ δὴ τὸ δεύτερον αἱρετέον, τάξιν τε καὶ νόμον, ἃ δὴ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ὁρᾷ καὶ βλέπει, τὸ δʼ ἐπὶ πᾶν ἀδυνατεῖ. ταῦτα δὴ τῶνδε εἵνεκα εἴρηται· νῦν ἡμεῖς τάξομεν τί χρὴ τὸν τρώσαντα ἤ τι βλάψαντα ἕτερον ἄλλον παθεῖν ἢ ἀποτίνειν. πρόχειρον δὴ παντὶ περὶ παντὸς ὑπολαβεῖν ὀρθῶς, «τὸν τί τρώσαντα ἢ τίνα ἢ πῶς ἢ πότε λέγεις; μυρία γὰρ ἕκαστά ἐστι τούτων καὶ πάμπολυ διαφέροντα ἀλλήλων.» ταῦτʼ οὖν δὴ δικαστηρίοις ἐπιτρέπειν κρίνειν πάντα ἢ μηδὲν ἀδύνατον.
Ath. Concerning all such cases we must make a prefatory pronouncement to this effect:—It is really necessary for men to make themselves laws and to live according to laws, or else to differ not at all from the most savage of beasts. The reason thereof is this,—that no man’s nature is naturally able both to perceive what is of benefit to the civic life of men and, perceiving it, to be alike able and willing to practice what is best. For, in the first place, it is difficult to perceive that a true civic art necessarily cares for the public, not the private, interest,—for the public interest bind States together, whereas the private interest rends them asunder,—and to perceive also that it benefits both public and private interests alike when the public interest, rather than the private, is well enacted. And, secondly, even if a man fully grasps the truth of this as a principle of art, should he afterwards get control of the State and become an irresponsible autocrat, he would never prove able to abide by this view and to continue always fostering the public interest in the State as the object of first importance, to which the private interest is but secondary; rather, his mortal nature will always urge him on to grasping and self-interested action, irrationally avoiding pain and pursuing pleasure; both these objects it will prefer above justice and goodness, and by causing darkness within itself it will fill to the uttermost both itself and the whole State with all manner of evils. Yet if ever there should arise a man competent by nature and by a birthright of divine grace to assume such an office, he would have no need of rulers over him; for no law or ordinance is mightier than Knowledge, nor is it right for Reason to be subject or in thrall to anything, but to be lord of all things, if it is really true to its name and free in its inner nature. But at present such a nature exists nowhere at all, except in small degree; wherefore we must choose what is second best, namely, ordinance and law, which see and discern the general principle, but are unable to see every instance in detail. This declaration has been made for the sake of what follows: now we shall ordain what the man who has wounded, or in some way injured, another must suffer or pay. And here, of course, it is open to anyone, in regard to any case, to interrupt us, and quite properly, with the question—“What wounds has the man you speak of inflicted, and on whom, and how and when? For cases of wounding are countless in their variety, and they differ vastly from one another.” So it is impossible for us either to commit all these cases to the law courts for trial, or to commit none of them.
ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων· τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον.
ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος;
ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον.
ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις;
ΑΘ. τάδε δὴ μετὰ ταῦτα ὀρθότατʼ ἂν εἰπεῖν εἴη, ὡς ἐν πόλει ἐν ᾗ δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, ὃ τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ. τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης εἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε· ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἢ ἀποτίνειν. ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως· ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα. οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους.
Ath. Yet in regard to them all there is one point that we must of necessity commit for decision,—the question of fact, whether or not each of the alleged acts took place; and it is practically impossible for the lawgiver to refuse in all cases to commit to the courts the question regarding the proper penalty or fine to be inflicted on the culprit, and himself to pass laws respecting all such cases, great and small.
Clin. What, then, is to be our next statement?
Ath. This,—that some matters are to be committed to the courts, while others are not to be so committed, but enacted by the lawgiver.
Clin. What are the matters to be enacted, and what are to be handed over to the law courts for decision?
Ath. It will be best to make the following statement next,— that in a State where the courts are poor and dumb and decide their cases privily, secreting their own opinions, or (and this is a still more dangerous practice) when they make their decisions not silently but filled with tumult, like theaters, roaring out praise or blame of each speaker in turn,—then the whole State, as a rule, is faced with a difficult situation. To be compelled by some necessity to legislate for law courts of this kind is no happy task; but when one is so compelled, one must commit to them the right of fixing penalties only in a very few cases, dealing oneself with most cases by express legislation—if indeed one ever legislates at all for a State of that description. On the other hand, in a State where the courts have the best possible constitution, and the prospective judges are well-trained and tested most strictly, there it is right, and most fitting and proper, that we should commit to such judges for decision most of the questions regarding what penalties convicted criminals should suffer or pay. On the present occasion we may well be pardoned if we refrain from ordaining for them by law the points that are most important and most numerous, which even ill-educated judges could discern, and could assign to each offence the penalty merited by the wrong as suffered and committed; and seeing that the people for whom we are legislating are themselves likely, as we suppose, to become not the least capable of judges of such matters, we must commit most of them to them. None the less, that course which we frequently adopted when laying down our former laws, both by word and action— when we stated an outline and typical cases of punishments, and gave the judges examples, so as to prevent their ever overstepping the bounds of justice,—that course was a perfectly right one then, and now also we ought to adopt it, when we return again at last to the task of legislation.
ΑΘ. ἡ δὴ γραφὴ περὶ τραύματος ὧδε ἡμῖν κείσθω· ἐάν τις διανοηθεὶς τῇ βουλήσει κτεῖναί τινα φίλιον, πλὴν ὧν ὁ νόμος ἐφίησιν, τρώσῃ μέν, ἀποκτεῖναι δὲ ἀδυνατήσῃ, τὸν διανοηθέντα τε καὶ τρώσαντα οὕτως οὐκ ἄξιον ἐλεεῖν, οὐδὲ αἰδούμενον ἄλλως ἢ καθάπερ ἀποκτείναντα ὑπέχειν τὴν δίκην φόνου ἀναγκάζειν· τὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον καὶ τὸν δαίμονα, ὃς αὐτὸν καὶ τὸν τρωθέντα ἐλεήσας ἀπότροπος αὐτοῖς ἐγένετο μὴ τῷ μὲν ἀνίατον ἕλκος γενέσθαι, τῷ δὲ ἐπάρατον τύχην καὶ συμφοράν, τούτῳ δὴ χάριν τῷ δαίμονι διδόντα καὶ μὴ ἐναντιούμενον, τὸν μὲν θάνατον ἀφελεῖν τοῦ τρώσαντος, μετάστασιν δὲ εἰς τὴν γείτονα πόλιν αὐτῷ γίγνεσθαι διὰ βίου, καρπούμενον ἅπασαν τὴν αὑτοῦ κτῆσιν. βλάβος δέ, εἰ κατέβλαψεν τὸν τρωθέντα, ἐκτίνειν τῷ βλαφθέντι, τιμᾶν δὲ τὸ δικαστήριον ὅπερ ἂν τὴν δίκην κρίνῃ, κρίνειν δὲ οἵπερ ἂν τοῦ φόνου ἐδίκασαν εἰ ἐτελεύτησεν ἐκ τῆς πληγῆς τοῦ τραύματος. γονέας δʼ ἂν παῖς ἢ δοῦλος δεσπότην ὡσαύτως ἐκ προνοίας τρώσῃ, θάνατον εἶναι τὴν ζημίαν· καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν ὡσαύτως τρώσῃ, καὶ ὄφλῃ τραύματος ἐκ προνοίας, θάνατον εἶναι τὴν ζημίαν. γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν· τὴν δὲ κτῆσιν, ἐὰν μὲν ὑεῖς ἢ θυγατέρες αὐτοῖς ὦσιν παῖδες ἔτι, τοὺς ἐπιτρόπους ἐπιτροπεύειν καὶ ὡς ὀρφανῶν τῶν παίδων ἐπιμελεῖσθαι· ἐὰν δὲ ἄνδρες, μὴ ἐπάναγκες ἔστω τρέφεσθαι τὸν φεύγοντα ὑπὸ τῶν ἐκγόνων, τὴν δὲ οὐσίαν αὐτοὺς κεκτῆσθαι. ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος· δεῖ δὴ τήν γε πόλιν τοὺς αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν.
Ath. So let our written law concerning wounding run thus—If any man purposing of intent to kill a friendly person—save such as the law sends him against,—wounds him, but is unable to kill him, he that has thus purposed and dealt the wound does not deserve to be pitied; rather he is to be regarded exactly as a slayer, and must be compelled to submit to trial for murder; yet out of respect for his escape from sheer ill-fortune and for his Genius —who in pity alike for him and for the wounded man saved the wound of the one from proving fatal and the fortune and crime of the other from proving accursed,—in gratitude to this Genius, and in compliance therewith, the wounder shall be relieved of the death-penalty, but shall be deported for life to a neighboring State, enjoying the fruits of all his own possessions. If he has done damage to the wounded man, he shall pay for it in full to him that is damaged; and the damage shall be assessed by the court which decides the case, which court shall consist of those who would have tried the culprit for murder if the man had died of the wound he received. If in like manner, deliberately, a son wound his parents or a slave his master, death shall be the penalty; and if a brother wound in like manner a brother or sister, or a sister wound a brother or sister, and be convicted of wounding deliberately, death shall be the penalty. A wife that has wounded her husband, or a husband his wife, with intent to kill, shall be exiled for life: if they have sons or daughters who are still children, the guardians shall administer their property, and shall take charge of the children as orphans; but if they be already grown men, the offspring shall be compelled to support their exiled parent, and they shall possess his property. If any person overtaken by such a disaster be childless, the kinsfolk on both sides, both male and female, as far as cousins’ children, shall meet together and appoint an heir for the house in question—the 5040th in the State,—taking counsel with the Law-wardens and priests; and they shall bear in mind this principle, that no house of the 5040 belongs as much, either by private or public right, to the occupier or to the whole of his kindred as it belongs to the State; and the State must needs keep its own houses as holy and happy as possible.
ΑΘ. ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα συνελθόντας, καθάπερ εἴπομεν νυνδή, τοὺς οἰκείους ἅμα νομοφύλαξιν σκέψασθαι γένος ὅτιπερ ἂν ᾖ τῶν ἐν τῇ πόλει εὐδοκιμώτατον πρὸς ἀρετὴν καὶ ἅμα εὐτυχές, ἐν ᾧ ἂν παῖδες γεγονότες ὦσιν πλείους· ὅθεν ἕνα τῷ τοῦ τελευτήσαντος πατρὶ καὶ τοῖς ἄνω τοῦ γένους ὑὸν ὡς ἐκείνων εἰσποιοῦντας, φήμης ἕνεκα ἐπονομάζοντας, γεννήτορά τε αὑτοῖς καὶ ἑστιοῦχον καὶ θεραπευτὴν ὁσίων τε καὶ ἱερῶν ἐπʼ ἀμείνοσι τύχαις γίγνεσθαι τοῦ πατρός, τούτῳ τῷ τρόπῳ ἐπευξαμένους, αὐτὸν κληρονόμον καταστῆσαι κατὰ νόμον, τὸν δʼ ἐξαμαρτόντα ἀνώνυμον ἐᾶν καὶ ἄπαιδα καὶ ἄμοιρον κεῖσθαι, ὁπόταν αὐτὸν καταλάβωσιν αἱ τοιαῦται συμφοραί.ἔστιν δὲ οὐ πάντων, ὡς ἔοικε, τῶν ὄντων ὅρος ὅρῳ προσμειγνύς, ἀλλʼ οἷς ἔστιν μεθόριον, τοῦτο ἐν μέσῳ ὅρων πρότερον ἑκατέρῳ προσβάλλον γίγνοιτʼ ἂν ἀμφοῖν μεταξύ· καὶ δὴ καὶ τῶν ἀκουσίων τε καὶ ἑκουσίων τὸ θυμῷ γιγνόμενον ἔφαμεν εἶναι τοιοῦτον. τραυμάτων οὖν ἔστω τῶν ὀργῇ γενομένων· ἐὰν ὄφλῃ τις, πρῶτον μὲν τίνειν τοῦ βλάβους τὴν διπλασίαν, ἂν τὸ τραῦμα ἰάσιμον ἀποβῇ, τῶν δὲ ἀνιάτων τὴν τετραπλασίαν· ἐὰν δὲ ἰάσιμον μέν, αἰσχύνην δὲ μεγάλην τινὰ προσβάλλῃ τῷ τρωθέντι καὶ ἐπονείδιστον, τὴν τετραπλασίαν ἐκτίνειν. ὅσα δέ τις τρώσας τινὰ μὴ μόνον βλάπτῃ τὸν παθόντα ἀλλὰ καὶ τὴν πόλιν, ποιήσας ἀδύνατον τῇ πατρίδι πρὸς πολεμίους βοηθεῖν, τοῦτον δὲ μετὰ τῶν ἄλλων ζημιῶν ἐκτίνειν καὶ τῇ πόλει τὴν βλάβην· πρὸς γὰρ ταῖς αὑτοῦ στρατείαις καὶ ὑπὲρ τοῦ ἀδυνατοῦντος στρατευέσθω καὶ τὰς ὑπὲρ ἐκείνου πολεμικὰς ταττέσθω τάξεις, ἢ μὴ δρῶν ταῦτα ὑπόδικος τῷ ἐθέλοντι τῆς ἀστρατείας γιγνέσθω κατὰ νόμον. τὴν δὲ δὴ τῆς βλάβης ἀξίαν, εἴτε διπλῆν εἴτε τριπλῆν εἴτε καὶ τετραπλασίαν, οἱ καταψηφισάμενοι δικασταὶ ταττόντων. ἐὰν δὲ ὁμόγονος ὁμόγονον τὸν αὐτὸν τρόπον τούτῳ τρώσῃ, τοὺς γεννήτας καὶ τοὺς συγγενεῖς μέχρι ἀνεψιῶν παίδων πρὸς γυναικῶν καὶ ἀνδρῶν, γυναῖκάς τε καὶ ἄνδρας συνελθόντας, κρίναντας παραδιδόναι τιμᾶν τοῖς γεννήσασι κατὰ φύσιν· ἐὰν δὲ ἀμφισβητήσιμος ἡ τίμησις γίγνηται, τοὺς πρὸς ἀνδρῶν εἶναι τιμῶντας κυρίους, ἐὰν δὲ ἀδυνατῶσιν αὐτοί, τοῖς νομοφύλαξιν τελευτῶντας ἐπιτρέπειν.
Ath. Therefore, whenever any house is at once unhappy and unholy, in that the owner thereof leaves no children, but—being either unmarried or, though married, childless—dies, after having been convicted of willful murder or of some other offence against gods or citizens for which death is the penalty expressly laid down in the law; or else if any man who is without male issue be exiled for life;—then they shall be in duty bound, in the first place, to make purifications and expiations for this house, and, in the next place, the relatives, as we said just now, must meet together and in consultation with the Law-wardens consider what family there is in the State which is pre-eminent for goodness, and prosperous withal, and containing several children. Then from the family selected they shall adopt one child on behalf of the dead man’s father and ancestors to be a son of theirs, and they shall name him after one of them, for the sake of the omen—with a prayer that in this wise he may prove to them a begetter of offspring, a hearth-master and a minister in holy and sacred things, and be blest with happier fortune than his (official) father; him they shall thus establish legally as lot-holder, and the offender they shall suffer to be nameless and childless and portionless, whenever such calamities overtake him. It is not the fact, as it would seem, that in the case of all objects boundary is contiguous with boundary; but where there is a neutral strip, which lies between the two boundaries, impinging on each, it will be midway between both. And that is precisely the description we gave of the passionate action as one which lies midway between involuntary and voluntary actions. So let the law stand thus respecting wounding committed in anger:—If a person be convicted, in the first place he shall pay double the damage, in case the wound prove to be curable, but four times the damage in case of incurable wounds. And if the wound be curable, but cause great shame and disgrace to the wounded party, the culprit shall pay three times the damage. And if ever a person, in wounding anyone, do damage to the State as well as to the victim, by rendering him incapable of helping his country against its enemies, such a person, in addition to the rest of the damages, shall pay also for the damage done to the State: in addition to his own military service, he shall do service also as a substitute for the incapacitated man, and carry out his military duties in his place, or, if he fails to do so, he shall by law be liable to prosecution for shirking military service, at the hands of anyone who pleases. The due proportion of the damage payable—whether two, three, or four times the actual amount—shall be fixed by the judges who have voted on the case. If a kinsman wound a kinsman in the same way as the person just mentioned, the members of his tribe and kin, both males and females, as far as cousins’ children on both the male and female side, shall meet together and, after coming to a decision, shall hand over the case to the natural parents for assessment of the damage; and if the assessment be disputed, the kindred on the male side shall be authorized to make a binding assessment; and if they prove unable to do so, they shall refer the matter finally to the Law-wardens.