ΚΛ. εὐφήμει· πῶς γὰρ ἄν;
ΑΘ. ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγιστα ἡμῖν οἱ πάντες θεοί;
ΚΛ. πολύ γε.
ΑΘ. τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας, διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετήν, κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρὰ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων;
ΚΛ. οὐδαμῶς· οὔτε ἀνεκτὸς λόγων, τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε εἶναι καὶ ἀσεβέστατος.
ΑΘ. τὰ μὲν δὴ προτεθέντα τρία, θεοί τε ὡς εἰσίν, καὶ ὡς ἐπιμελεῖς, καὶ παρὰ τὸ δίκαιον ὡς παντάπασιν ἀπαραίτητοι, φῶμεν ἱκανῶς ἀποδεδεῖχθαί που;
ΚΛ. πῶς γὰρ οὔ; καὶ σύμψηφοί γε τούτοις τοῖς λόγοις ἐσμέν.
ΑΘ. καὶ μὴν εἴρηνταί γέ πως σφοδρότερον διὰ φιλονικίαν τῶν κακῶν ἀνθρώπων· τούτου γε μὴν ἕνεκα, ὦ φίλε Κλεινία, πεφιλονίκηνται, μή ποτε λόγοις ἡγῶνται κρατοῦντες ἐξουσίαν εἶναι σφίσιν ἃ βούλονται πράττειν οἱ κακοί, ἃ δὴ καὶ ὅσα καὶ οἷα περὶ θεοὺς διανοοῦνται. προθυμία μὲν δὴ διὰ ταῦτα νεωτέρως εἰπεῖν ἡμῖν γέγονεν· εἰ δέ τι καὶ βραχὺ προὔργου πεποιήκαμεν εἰς τὸ πείθειν πῃ τοὺς ἄνδρας ἑαυτοὺς μὲν μισῆσαι, τὰ δʼ ἐναντία πως ἤθη στέρξαι, καλῶς ἡμῖν εἰρημένον ἂν εἴη τὸ προοίμιον ἀσεβείας πέρι νόμων.
ΚΛ. ἀλλὰ ἐλπίς· εἰ δὲ μή, τό γε τοῦ λόγου γένος οὐκ αἰτιάσεται τὸν νομοθέτην.
ΑΘ. μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς. τοῖς δὲ μὴ πειθομένοις ἀσεβείας ὅδε ἔστω πέρι νόμος· ἐάν τις ἀσεβῇ λόγοις εἴτʼ ἔργοις, ὁ παρατυγχάνων ἀμυνέτω σημαίνων πρὸς ἄρχοντας, τῶν δὲ ἀρχόντων οἱ πρῶτοι πυθόμενοι πρὸς τὸ περὶ τούτων ἀποδεδειγμένον κρίνειν δικαστήριον εἰσαγαγόντων κατὰ τοὺς νόμους· ἐὰν δέ τις ἀκούσασα ἀρχὴ μὴ δρᾷ ταῦτα, αὐτὴ ἀσεβείας ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τῶν νόμων. ἐὰν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ἓν ἑκάστῳ τῶν καθʼ ἓν ἀσεβούντων τίμημα.
Clin. Hush! That is quite impossible.
Ath. Are not all gods the greatest of all guardians, and over the greatest things?
Clin. Yes, by far.
Ath. Shall we say that those who watch over the fairest things, and who are themselves eminently good at keeping watch, are inferior to dogs and ordinary men, who would never betray justice for the sake of gifts impiously offered by unjust men?
Clin. By no means; it is an intolerable thing to say, and whoever embraces such an opinion would most justly be adjudged the worst and most impious of all the impious men who practice impiety in all its forms.
Ath. May we now say that we have fully proved our three propositions,—namely, that the gods exist, and that they are careful, and that they are wholly incapable of being seduced to transgress justice?
Clin. Certainly we may; and in these statements you have our support.
Ath. And truly they have been made in somewhat vehement terms, in our desire for victory over those wicked men; and our desire for victory was due to our fear lest haply, if they gained the mastery in argument, they should suppose they had gained the right to act as they chose—those men who wickedly hold all those false notions about the gods. On this account we have been zealous to speak with special honor; and if we have produced any good effect, however small, in the way of persuading the men to hate themselves and to feel some love for an opposite kind of character, then our prelude to the laws respecting impiety will not have been spoken amiss.
Clin. Well, there is hope; and if not, at any rate no fault will be found with the lawgiver in respect of the nature of the argument.
Ath. After the prelude it will be proper for us to have a statement of a kind suitable to serve as the laws’ interpreter, forewarning all the impious to quit their ways for those of piety. For those who disobey, this shall be the law concerning impiety:—If anyone commits impiety either by word or deed, he that meets with him shall defend the law by informing the magistrates, and the first magistrates who hear of it shall bring the man up before the court appointed to decide such cases as the laws direct; and if any magistrate on hearing of the matter fail to do this, he himself shall be liable to a charge of impiety at the hands of him who wishes to punish him on behalf of the laws.
ΑΘ. δεσμὸς μὲν οὖν ὑπαρχέτω πᾶσιν· δεσμωτηρίων δὲ ὄντων ἐν τῇ πόλει τριῶν, ἑνὸς μὲν κοινοῦ τοῖς πλείστοις περὶ ἀγοράν, σωτηρίας ἕνεκα τοῖς πολλοῖς τῶν σωμάτων, ἑνὸς δὲ περὶ τὸν τῶν νύκτωρ συλλεγομένων σύλλογον, σωφρονιστήριον ἐπονομαζόμενον, ἑνὸς δὲ αὖ κατὰ μέσην τὴν χώραν, ὅπῃπερ ἂν ἔρημός τε καὶ ὡς ὅτι μάλιστα ἀγριώτατος ᾖ τόπος, τιμωρίας ἔχων ἐπωνυμίαν φήμην τινά· περὶ ἀσέβειαν δὲ ὄντων αἰτίαις μὲν τρισίν, αἷσπερ καὶ διήλθομεν, δύο δὲ ἐξ ἑκάστης τῆς τοιαύτης αἰτίας γενομένων, ἓξ ἂν γίγνοιντο ἃ καὶ διακρίσεως ἄξια γένη τῶν περὶ τὰ θεῖα ἐξαμαρτανόντων, οὐκ ἴσης οὐδʼ ὁμοίας δίκης δεόμενα. ᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον, μισοῦντές τε γίγνονται τοὺς κακούς, καὶ τῷ δυσχεραίνειν τὴν ἀδικίαν οὔτε τὰς τοιαύτας πράξεις προσίενται πράττειν, τούς τε μὴ δικαίους τῶν ἀνθρώπων φεύγουσι καὶ τοὺς δικαίους στέργουσιν· οἷς δʼ ἂν πρὸς τῇ δόξῃ τῇ θεῶν ἔρημα εἶναι πάντα ἀκράτειαί τε ἡδονῶν καὶ λυπῶν προσπέσωσι, μνῆμαί τε ἰσχυραὶ καὶ μαθήσεις ὀξεῖαι παρῶσι, τὸ μὲν μὴ νομίζειν θεοὺς ἀμφοῖν ἂν ἐνυπάρχοι κοινὸν πάθος, τῇ δὲ τῶν ἄλλων ἀνθρώπων λώβῃ τὸ μὲν ἐλάττω, τὸ δὲ πλείω κακὰ ἐργάζοιτʼ ἄν. ὁ μὲν γὰρ λόγῳ τε ἂν περὶ θεοὺς παρρησίας εἴη μεστὸς καὶ περὶ θυσίας τε καὶ ὅρκους, καὶ ὡς τῶν ἄλλων καταγελῶν τάχʼ ἂν ἑτέρους τοιούτους ἀπεργάζοιτο, δίκης μὴ τυγχάνων· ὁ δὲ δὴ δοξάζων μὲν καθάπερ ἅτερος, εὐφυὴς δὲ ἐπικαλούμενος, δόλου δὲ καὶ ἐνέδρας πλήρης, ἐξ ὧν μάντεις τε κατασκευάζονται πολλοὶ καὶ περὶ πᾶσαν τὴν μαγγανείαν κεκινημένοι, γίγνονται δὲ ἐξ αὐτῶν ἔστιν ὅτε καὶ τύραννοι καὶ δημηγόροι καὶ στρατηγοί, καὶ τελεταῖς δὲ ἰδίαις ἐπιβεβουλευκότες, σοφιστῶν τε ἐπικαλουμένων μηχαναί. τούτων δὴ πολλὰ μὲν εἴδη γένοιτʼ ἄν, τὰ δὲ νόμων ἄξια θέσεως δύο, ὧν τὸ μὲν εἰρωνικὸν οὐχ ἑνὸς οὐδὲ δυοῖν ἄξια θανάτοιν ἁμαρτάνον, τὸ δὲ νουθετήσεως ἅμα καὶ δεσμῶν δεόμενον.
Ath. And if a man be convicted, the court shall assess one penalty for each separate act of impiety. Imprisonment shall be imposed in every case; and since there are three prisons in the State (namely, one public prison near the market for most cases, to secure the persons of the average criminals; a second, situated near the assembly-room of the officials who hold nightly assemblies, and named the “reformatory”; and a third, situated in the middle of the country, in the wildest and loneliest spot possible, and named after “retribution”), and since men are involved in impiety from the three causes which we have described, and from each such cause two forms of impiety result—consequently those who sin in respect of religion fall into six classes which require to be distinguished, as needing penalties that are neither equal nor similar. For while those who, though they utterly disbelieve in the existence of the gods, possess by nature a just character, both hate the evil and, because of their dislike of injustice, are incapable of being induced to commit unjust actions, and flee from unjust men and love the just, on the other hand, those who, besides holding that the world is empty of gods, are afflicted by incontinence in respect of pleasures and pains, and possess also powerful memories and sharp wits—though both these classes share alike in the disease of atheism, yet in respect of the amount of ruin they bring on other people, the latter class would work more and the former less of evil. For whereas the one class will be quite frank in its language about the gods and about sacrifices and oaths, and by ridiculing other people will probably convert others to its views, unless it meets with punishment, the other class, while holding the same opinions as the former, yet being specially “gifted by nature” and being full of craft and guile, is the class out of which are manufactured many diviners and experts in all manner of jugglery; and from it, too, there spring sometimes tyrants and demagogues and generals, and those who plot by means of peculiar mystic rites of their own, and the devices of those who are called “sophists.” Of these there may be many kinds; but those which call for legislation are two, of which the “ironic” kind commits sins that deserve not one death only or two, while the other kind requires both admonition and imprisonment.
ΑΘ. ὡσαύτως δὲ καὶ τὸ θεοὺς νομίζον ἀμελεῖν δύʼ ἕτερα γεννᾷ, καὶ τὸ παραιτητοὺς ἄλλα δύο. τούτων δὴ ταύτῃ διεστηκότων, τοὺς μὲν ὑπʼ ἀνοίας ἄνευ κάκης ὀργῆς τε καὶ ἤθους γεγενημένους εἰς τὸ σωφρονιστήριον ὁ δικαστὴς τιθέμενος νόμῳ τιθέσθω μηδὲν ἔλαττον ἐτῶν πέντε, ἐν τούτῳ δὲ τῷ χρόνῳ μηδεὶς τῶν πολιτῶν αὐτοῖς ἄλλος συγγιγνέσθω πλὴν οἱ τοῦ νυκτερινοῦ συλλόγου κοινωνοῦντες, ἐπὶ νουθετήσει τε καὶ τῇ τῆς ψυχῆς σωτηρίᾳ ὁμιλοῦντες· ὅταν δʼ ὁ χρόνος αὐτοῖς ἐξέλθῃ τῶν δεσμῶν, ἐὰν μὲν δοκῇ τις σωφρονεῖν αὐτῶν, οἰκείτω μετὰ τῶν σωφρόνων, ἐὰν δὲ μή, ὀφείλῃ δʼ αὖθις τὴν τοιαύτην δίκην, θανάτῳ ζημιούσθω. ὅσοι δʼ ἂν θηριώδεις γένωνται πρὸς τῷ θεοὺς μὴ νομίζειν ἢ ἀμελεῖς ἢ παραιτητοὺς εἶναι, καταφρονοῦντες δὲ τῶν ἀνθρώπων ψυχαγωγῶσι μὲν πολλοὺς τῶν ζώντων, τοὺς δὲ τεθνεῶτας φάσκοντες ψυχαγωγεῖν καὶ θεοὺς ὑπισχνούμενοι πείθειν, ὡς θυσίαις τε καὶ εὐχαῖς καὶ ἐπῳδαῖς γοητεύοντες, ἰδιώτας τε καὶ ὅλας οἰκίας καὶ πόλεις χρημάτων χάριν ἐπιχειρῶσιν κατʼ ἄκρας ἐξαιρεῖν, τούτων δὲ ὃς ἂν ὀφλὼν εἶναι δόξῃ, τιμάτω τὸ δικαστήριον αὐτῷ κατὰ νόμον δεδέσθαι μὲν ἐν τῷ τῶν μεσογέων δεσμωτηρίῳ, προσιέναι δὲ αὐτοῖς μηδένα ἐλεύθερον μηδέποτε, τακτὴν δὲ ὑπὸ τῶν νομοφυλάκων αὐτοὺς τροφὴν παρὰ τῶν οἰκετῶν λαμβάνειν. ἀποθανόντα δὲ ἔξω τῶν ὁρίων ἐκβάλλειν ἄταφον· ἐὰν δέ τις ἐλεύθερος συνθάπτῃ, δίκας ἀσεβείας τῷ ἐθέλοντι λαγχάνειν ὑπεχέτω. παῖδας δὲ ἂν μὲν καταλείπῃ τῇ πόλει ἱκανούς, οἱ τῶν ὀρφανῶν ἐπιμελούμενοι καὶ τούτων ὡς ὄντων ὀρφανῶν ἐπιμελείσθων μηδὲν χεῖρον τῶν ἄλλων ἀπὸ τῆς ἡμέρας ἧς ἂν ὁ πατὴρ αὐτῶν ὄφλῃ τὴν δίκην.κοινὸν δʼ ἐπὶ τούτοις πᾶσιν νόμον κεῖσθαι χρεών, ὃς ἐλάττω τε εἰς θεοὺς αὐτῶν τοὺς πολλοὺς ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτους ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον. ἔστω γὰρ νόμος ὅδε τοῖς σύμπασιν κείμενος ἁπλῶς· Ἱερὰ μηδὲ εἷς ἐν ἰδίαις οἰκίαις ἐκτήσθω· θύειν δʼ ὅταν ἐπὶ νοῦν ἴῃ τινί, πρὸς τὰ δημόσια ἴτω θύσων, καὶ τοῖς ἱερεῦσί τε καὶ ἱερείαις ἐγχειριζέτω τὰ θύματα, οἷς ἁγνεῖαι τούτων ἐπιμελεῖς. συνευξάσθω δὲ αὐτός τε καὶ ὃν ἂν ἐθέλῃ μετʼ αὐτοῦ συνεύχεσθαι.
Ath. Likewise also the belief that the gods are neglectful breeds two other kinds of impiety; and the belief in their being open to bribes, other two. These kinds being thus distinguished, those criminals who suffer from folly, being devoid of evil disposition and character, shall be placed by the judge according to law in the reformatory for a period of not less than five years, during which time no other of the citizens shall hold intercourse with them, save only those who take part in the nocturnal assembly, and they shall company with them to minister to their souls’ salvation by admonition; and when the period of their incarceration has expired, if any of them seems to be reformed, he shall dwell with those who are reformed, but if not, and if he be convicted again on a like charge, he shall be punished by death. But as to all those who have become like ravening beasts, and who, besides holding that the gods are negligent or open to bribes, despise men, charming the souls of many of the living, and claiming that they charm the souls of the dead, and promising to persuade the gods by bewitching them, as it were, with sacrifices, prayers and incantations, and who try thus to wreck utterly not only individuals, but whole families and States for the sake of money,—if any of these men be pronounced guilty, the court shall order him to be imprisoned according to law in the mid-country jail, and shall order that no free man shall approach such criminals at any time, and that they shall receive from the servants a ration of food as fixed by the Law-wardens. And he that dies shall be cast outside the borders without burial; and if any free man assist in burying him, he shall be liable to a charge of impiety at the hands of anyone who chooses to prosecute. And if the dead man leaves children fit for citizenship, the guardians of orphans shall take them also under their charge from the day of their father’s conviction, just as much as any other orphans. For all these offenders one general law must be laid down, such as will cause the majority of them not only to offend less against the gods by word and deed, but also to become less foolish, through being forbidden to trade in religion illegally. To deal comprehensively with all such cases the following law shall be enacted:—No one shall possess a shrine in his own house: when any one is moved in spirit to do sacrifice, he shall go to the public places to sacrifice, and he shall hand over his oblations to the priests and priestesses to whom belongs the consecration thereof; and he himself, together with any associates he may choose, shall join in the prayers.
ΑΘ. ταῦτα δὲ γιγνόμενα τῶν τοιῶνδε χάριν ἔστω. ἱερὰ καὶ θεοὺς οὐ ῥᾴδιον ἱδρύεσθαι, μεγάλης δὲ διανοίας τινὸς ὀρθῶς δρᾶν τὸ τοιοῦτον, ἔθος τε γυναιξί τε δὴ διαφερόντως πάσαις καὶ τοῖς ἀσθενοῦσι πάντῃ καὶ κινδυνεύουσι καὶ ἀποροῦσιν, ὅπῃ τις ἂν ἀπορῇ, καὶ τοὐναντίον ὅταν εὐπορίας τινὸς λάβωνται, καθιεροῦν τε τὸ παρὸν ἀεὶ καὶ θυσίας εὔχεσθαι καὶ ἱδρύσεις ὑπισχνεῖσθαι θεοῖς καὶ δαίμοσιν καὶ παισὶν θεῶν, ἔν τε φάσμασιν ἐγρηγορότας διὰ φόβους καὶ ἐν ὀνείροις, ὡς δʼ αὕτως ὄψεις πολλὰς ἀπομνημονεύοντας ἑκάσταισί τε αὐτῶν ἄκη ποιουμένους, βωμοὺς καὶ ἱερὰ πάσας μὲν οἰκίας, πάσας δὲ κώμας ἔν τε καθαροῖς ἱδρυομένους ἐμπιμπλάναι καὶ ὅπῃ τις ἔτυχε τῶν τοιούτων. ὧν ἕνεκα χρὴ πάντων ποιεῖν κατὰ τὸν νῦν λεγόμενον νόμον· πρὸς τούτοις δὲ ἕνεκα τῶν ἀσεβούντων, ἵνα μὴ καὶ ταῦτα κλέπτοντες ταῖς πράξεσιν, ἱερά τε καὶ βωμοὺς ἐν ἰδίαις οἰκίαις ἱδρυόμενοι, λάθρᾳ τοὺς θεοὺς ἵλεως οἰόμενοι ποιεῖν θυσίαις τε καὶ εὐχαῖς, εἰς ἄπειρον τὴν ἀδικίαν αὐξάνοντες αὑτοῖς τε ἐγκλήματα πρὸς θεῶν ποιῶνται καὶ τοῖς ἐπιτρέπουσιν, οὖσιν αὐτῶν βελτίοσιν, καὶ πᾶσα οὕτως ἡ πόλις ἀπολαύῃ τῶν ἀσεβῶν τρόπον τινὰ δικαίως. τὸν μὲν δὴ νομοθέτην ὁ θεὸς οὐ μέμψεται· κείσθω γὰρ νόμος οὗτος· μὴ κεκτῆσθαι θεῶν ἐν ἰδίαις οἰκίαις ἱερά, τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια, ἐὰν μὲν ἄδικον μηδὲν τῶν μεγάλων καὶ ἀνοσίων εἰργασμένος ἀνὴρ ἢ καὶ γυνὴ κεκτῆταί τις, ὁ μὲν αἰσθανόμενος καὶ εἰσαγγελλέτω τοῖς νομοφύλαξιν, οἱ δὲ προσταττόντων εἰς τὰ δημόσια ἀποφέρειν ἱερὰ τὰ ἴδια, μὴ πείθοντες δὲ ζημιούντων ἕως ἂν ἀπενεχθῇ· ἐὰν δέ τις ἀσεβήσας μὴ παιδίων ἀλλʼ ἀνδρῶν ἀσέβημα ἀνοσίων γένηται φανερός, εἴτε ἐν ἰδίοις ἱδρυσάμενος εἴτʼ ἐν δημοσίοις θύσας ἱερὰ θεοῖς οἱστισινοῦν, ὡς οὐ καθαρὸς ὢν θύων θανάτῳ ζημιούσθω. τὸ δὲ παίδειον ἢ μὴ κρίναντες οἱ νομοφύλακες, εἰς τὸ δικαστήριον οὕτως εἰσαγαγόντες, τὴν τῆς ἀσεβείας δίκην τούτοις ἐπιτελούντων.
Ath. This procedure shall be observed for the following reasons—It is no easy task to found temples and gods, and to do this rightly needs much deliberation; yet it is customary for all women especially, and for sick folk everywhere, and those in peril or in distress (whatever the nature of the distress), and conversely for those who have had a slice of good fortune, to dedicate whatever happens to be at hand at the moment, and to vow sacrifices and promise the founding of shrines to gods and demi-gods and children of gods; and through terrors caused by waking visions or by dreams, and in like manner as they recall many visions and try to provide remedies for each of them, they are wont to found altars and shrines, and to fill with them every house and every village, and open places too, and every spot which was the scene of such experiences. For all these reasons their action should be governed by the law now stated; and a further reason is this—to prevent impious men from acting fraudulently in regard to these matters also, by setting up shrines and altars in private houses, thinking to propitiate the gods privily by sacrifices and vows, and thus increasing infinitely their own iniquity, whereby they make both themselves and those better men who allow them guilty in the eyes of the gods, so that the whole State reaps the consequences of their impiety in some degree—and deserves to reap them. The lawgiver himself, however, will not be blamed by the god; for this shall be the law laid down:—Shrines of the gods no one must possess in a private house; and if anyone is proved to possess and worship at any shrine other than the public shrines—be the possessor man or woman,—and if he is guilty of no serious act of impiety, he that notices the fact shall inform the Law-wardens, and they shall give orders for the private shrines to be removed to the public temples, and if the owner disobeys the order, they shall punish him until he removes them. And if anyone be proved to have committed an impious act, such as is not the venial offence of children, but the serious irreligion of grown men, whether by setting up a shrine on private ground, or on public ground, by doing sacrifice to any gods whatsoever, for sacrificing in a state of impurity he shall be punished with death. And the Law-wardens shall judge what is a childish or venial offence and what not, and then shall bring the offenders before the court, and shall impose upon them the due penalty for their impiety.