ΑΘ. ἐν μὲν οὖν ἄλλῃ πολιτείᾳ παῖς ἀποκεκηρυγμένος οὐκ ἂν ἐξ ἀνάγκης ἄπολις εἴη, ταύτης δέ, ἧς οἵδε οἱ νόμοι ἔσονται, ἀναγκαίως ἔχει εἰς ἄλλην χώραν ἐξοικίζεσθαι τὸν ἀπάτορα—πρὸς γὰρ τοῖς τετταράκοντα καὶ πεντακισχιλίοις οἴκοις οὐκ ἔστιν ἕνα προσγενέσθαι—διὸ δὴ δεῖ τὸν ταῦτα πεισόμενον ἐν δίκῃ μὴ ὑπὸ ἑνὸς πατρός, ὑπὸ δὲ τοῦ γένους ἀπορρηθῆναι παντός. ποιεῖν δὲ χρὴ τῶν τοιούτων πέρι κατὰ νόμον τοιόνδε τινά· ὃν ἂν θυμὸς ἐπίῃ μηδαμῶς εὐτυχής, εἴτʼ οὖν ἐν δίκῃ εἴτε καὶ μή, ὃν ἔτεκέ τε καὶ ἐξεθρέψατο, τοῦτον ἐπιθυμεῖν ἀπαλλάξαι τῆς αὑτοῦ συγγενείας, μὴ φαύλως οὕτως ἐξέστω μηδʼ εὐθὺς τοῦτο δρᾶν, πρῶτον δὲ συλλεξάτω τοὺς αὑτοῦ συγγενεῖς μέχρι ἀνεψιῶν καὶ τοὺς τοῦ ὑέος ὡσαύτως τοὺς πρὸς μητρός, κατηγορείτω δὲ ἐν τούτοις, διδάσκων ὡς ἄξιος ἅπασιν ἐκ τοῦ γένους ἐκκεκηρῦχθαι, δότω δὲ καὶ τῷ ὑεῖ λόγους τοὺς ἴσους ὡς οὐκ ἄξιός ἐστι τούτων οὐδὲν πάσχειν· καὶ ἐὰν μὲν πείθῃ ὁ πατὴρ καὶ συμψήφους λάβῃ πάντων τῶν συγγενῶν ὑπὲρ ἥμισυ, πλὴν πατρὸς διαψηφιζομένου καὶ μητρὸς καὶ τοῦ φεύγοντος, τῶν τε ἄλλων ὁπόσοιπερ ἂν ὦσιν γυναικῶν εἴτε ἀνδρῶν τέλειοι, ταύτῃ μὲν καὶ κατὰ ταῦτα ἐξέστω τῷ πατρὶ τὸν ὑὸν ἀποκηρύττειν, ἄλλως δὲ μηδαμῶς. τὸν δʼ ἀποκηρυχθέντα ἐάν τις τῶν πολιτῶν ὑὸν βούληται θέσθαι, μηδεὶς νόμος ἀπειργέτω ποιεῖσθαι—τὰ γὰρ τῶν νέων ἤθη πολλὰς μεταβολὰς ἐν τῷ βίῳ μεταβάλλειν ἑκάστοτε πέφυκεν— ἀποκηρυχθέντα δὲ ἄν τις δέκα ἐτῶν μὴ ἐπιθυμήσῃ θετὸν ὑὸν ποιήσασθαι, τοὺς τῶν ἐπιγόνων ἐπιμελητὰς τῶν εἰς τὴν ἀποικίαν ἐπιμελεῖσθαι καὶ τούτων, ὅπως ἂν μετάσχωσι τῆς αὐτῆς ἀποικίας ἐμμελῶς. ἐὰν δέ τίς τινα νόσος ἢ γῆρας ἢ καὶ τρόπων χαλεπότης ἢ καὶ σύμπαντα ταῦτα ἔκφρονα ἀπεργάζηται διαφερόντως τῶν πολλῶν, καὶ λανθάνῃ τοὺς ἄλλους πλὴν τῶν συνδιαιτωμένων, οἰκοφθορῇ δὲ ὡς ὢν τῶν αὑτοῦ κύριος, ὁ δὲ ὑὸς ἀπορῇ καὶ ὀκνῇ τὴν τῆς παρανοίας γράφεσθαι δίκην, νόμος αὐτῷ κείσθω πρῶτον μὲν πρὸς τοὺς πρεσβυτάτους τῶν νομοφυλάκων ἐλθόντα διηγήσασθαι τὴν τοῦ πατρὸς συμφοράν, οἱ δὲ κατιδόντες ἱκανῶς συμβουλευόντων ἐάντε δέῃ γράφεσθαι καὶ ἐὰν μὴ τὴν γραφήν, ἐὰν δὲ συμβουλεύσωσιν, γιγνέσθωσαν τῷ γραφομένῳ μάρτυρες ἅμα καὶ σύνδικοι· ὁ δὲ ὀφλὼν τοῦ λοιποῦ χρόνου ἄκυρος ἔστω τῶν αὑτοῦ καὶ τὸ σμικρότατον διατίθεσθαι, καθάπερ παῖς δὲ οἰκείτω τὸν ἐπίλοιπον βίον.
Ath. Now, whereas under another polity a son when disinherited would not necessarily cease to be a citizen, it is necessary in our State (of which these are to be the laws) that the fatherless man should emigrate to another State, since it is impossible that a single household should be added to our 5040; consequently it is necessary that the person upon whom this punishment is to be inflicted legally should be disinherited, not by his father only, but by the whole family. Such cases should be dealt with according to a law such as this:—If any man is urged by a most unhappy impulse of anger to desire, rightly or wrongly, to expel from his own kindred one whom he has begotten and reared, he shall not be permitted to do this informally and immediately, but he shall, first of all, assemble his own kinsfolk as far as cousins and likewise his son’s kinsfolk on the mother’s side, and in the presence of these he shall accuse his son, showing how he deserves at the hands of all to be expelled from the family, and he shall grant to the son an equal length of time for arguing that he does not deserve to suffer any such treatment; and if the father convinces them and gains the votes of more than half the family (votes being given by all the other adults of both sexes, save only the father, the mother, and the son who is defendant), in this way and on these conditions, but not otherwise, the father shall be permitted to disinherit his son. And as regards the man disinherited, if any citizen desires to adopt him as his son, no law shall prevent him from doing so, (for the characters of the young naturally undergo many changes during their life); but if within ten years no one offers to adopt the disinherited man, then the controllers of the surplus children designed for emigration shall take control of these persons also, in order that they may be duly included in the same scheme of emigration. And if a man becomes unusually demented owing to illness or old age or crabbedness, or a combination of these complaints, but his condition remains unnoticed by all except those who are living with him, and if he regards himself as master of his own property and wastes his goods, while his son feels at a loss and scruples to indict him for insanity,—in such a case a law shall be enacted on behalf of the son whereby he shall, in the first instance, go to the eldest of the Law-wardens and report to them his father’s condition, and they, after full enquiry, shall advise whether or not he ought to bring an indictment; and if they advise him to bring an indictment, they shall act for him, when he brings it, both as witnesses and advocates; and the father that is convicted shall thenceforward have no power to administer even the smallest tittle of his property, and shall be counted as a child in the house for the rest of his life.
ΑΘ. ἐὰν δὲ ἀνὴρ καὶ γυνὴ μηδαμῇ συμφέρωνται τρόπων ἀτυχίᾳ χρώμενοι, δέκα μὲν ἄνδρας τῶν νομοφυλάκων ἐπιμελεῖσθαι τῶν τοιούτων ἀεὶ χρεὼν τοὺς μέσους, δέκα δὲ τῶν περὶ γάμους γυναικῶν ὡσαύτως· καὶ ἐὰν μὲν δὴ συναλλάττειν δύνωνται, ταῦτʼ ἔστω κύρια, ἐὰν δʼ αἱ ψυχαὶ κυμαίνωσιν μειζόνως αὐτῶν, ζητεῖν κατὰ δύναμιν οἵτινες ἑκατέρῳ συνοίσουσιν. εἰκὸς δὲ εἶναι τοὺς τοιούτους μὴ πρᾳέσιν ἤθεσιν κεχρημένους· βαθύτερα δὴ τούτοις καὶ πρᾳότερα τρόπων ἤθη σύννομα πειρᾶσθαι προσαρμόττειν. καὶ ὅσοι μὲν ἂν ἄπαιδες αὐτῶν ἢ ὀλιγόπαιδες ὄντες διαφέρωνται, καὶ παίδων ἕνεκα τὴν συνοίκησιν ποιεῖσθαι· ὅσοι δʼ ἂν ἱκανῶν ὄντων παίδων, τῆς συγκαταγηράσεως ἕνεκα καὶ ἐπιμελείας ἀλλήλων τὴν διάζευξίν τε καὶ σύζευξιν ποιεῖσθαι χρεών. ἐὰν δὲ τελευτᾷ γυνὴ καταλείπουσα παῖδας θηλείας τε καὶ ἄρρενας, συμβουλευτικὸς ἂν εἴη νόμος ὁ τιθέμενος, οὐκ ἀναγκαστικός, τρέφειν τοὺς ὄντας παῖδας μὴ μητρυὰν ἐπαγόμενον· μὴ δὲ ὄντων, ἐξ ἀνάγκης γαμεῖν, μέχριπερ ἂν ἱκανοὺς γεννήσῃ παῖδας τῷ τε οἴκῳ καὶ τῇ πόλει. ἢν δὲ ὁ ἀνὴρ ἀποθάνῃ παῖδας ἱκανοὺς λιπών, ἡ μήτηρ τῶν παίδων αὐτοῦ μένουσα τρεφέτω· νεωτέρα δʼ ἂν δοκῇ τοῦ δέοντος εἶναι πρὸς τὸ ζῆν αὖ ὑγιαίνουσα ἄνανδρος, οἱ προσήκοντες πρὸς τὰς τῶν γάμων ἐπιμελουμένας γυναῖκας κοινούμενοι, τὸ δοκοῦν αὑτοῖς τε καὶ ἐκείναις περὶ τῶν τοιούτων ποιούντων, ἐὰν δὲ ἐνδεεῖς τέκνων ὦσιν, καὶ παίδων ἕνεκα, παίδων δὲ ἱκανότης ἀκριβὴς ἄρρην καὶ θήλεια ἔστω τῷ νόμῳ. ὅταν δὲ ὁμολογῆται μὲν τὸ γενόμενον εἶναι τῶν ποιουμένων ἔκγονον, δέηται δὲ κρίσεως τίνι τὸ γεννηθὲν ἕπεσθαι χρεών, δούλη μὲν ἐὰν συμμείξῃ δούλῳ ἢ ἐλευθέρῳ ἢ ἀπελευθέρῳ, πάντως τοῦ δεσπότου ἔστω τῆς δούλης τὸ γεννώμενον, ἐὰν δέ τις ἐλευθέρα δούλῳ συγγίγνηται, τοῦ δεσπότου ἔστω τὸ γιγνόμενον τοῦ δούλου· ἐὰν δʼ ἐξ αὑτοῦ δούλης ἢ ἐκ δούλου ἑαυτῆς, καὶ περιφανὲς τοῦτʼ ᾖ, τὸ μὲν τῆς γυναικὸς αἱ γυναῖκες εἰς ἄλλην χώραν ἐκπεμπόντων σὺν τῷ πατρί, τὸ δὲ τοῦ ἀνδρὸς οἱ νομοφύλακες σὺν τῇ γεννησάσῃ. γονέων δὲ ἀμελεῖν οὔτε θεὸς οὔτε ἄνθρωπος νοῦν ἔχων σύμβουλός ποτε γένοιτʼ ἂν οὐδεὶς οὐδενί· φρονῆσαι δὲ χρὴ περὶ θεῶν θεραπείας τοιόνδε προοίμιον ἂν γενόμενον εἰς τὰς τῶν γεννησάντων τιμάς τε καὶ ἀτιμίας ὀρθῶς συντεταγμένον·
Ath. If a man and his wife, being of unhappy dispositions, in no wise agree together, it is right that they should be under the constant control of ten members of the Board of Law-wardens, of middle age, together with ten of the women in charge of marriage. If these officials are able to bring about a reconciliation, this arrangement shall hold good; but if their passions rage too high for harmony, the officials shall, so far as possible, seek out other suitable unions for each of them. And since it is probable that such persons are not of a gentle disposition, they must endeavor to yoke with them dispositions that are more gentle and sedate. If those who quarrel are childless, or have but few children, they must form unions with a view to children; but if they have children enough, then the object both of the separation and of the new union should be to obtain companionship and mutual assistance in old age. If a man’s wife dies, leaving both male and female children, there shall be a law, advisory rather than compulsory, directing the husband to rear the children without introducing a step-mother; but if there be no children, the widower must of necessity marry, until he has begotten children sufficient alike for his household and the State. And if the husband dies, leaving sufficient children, the mother of the children shall remain there and rear them; but if it be deemed that she is unduly young to be able to live healthfully without a husband, the relatives shall report the case to the women in charge of marriage, and shall take such action as may seem good to them and to themselves; and if there be a lack of children, they shall also act with a view to the supply of children; and the number which constitutes a bare sufficiency of children shall be fixed by the law at one of each sex. Whenever, in spite of agreement as to who a child’s parents are, a decision is required as to which parent the child should follow, the rule is this: in all cases where a slave-woman has been mated with a slave or with a free man or a freedman, the child shall belong to the slave-woman’s master; but if a free woman mates with a slave, the issue shall belong to the slave’s master; and if the child be a master’s by his own slave-woman, or a mistress’s by her own slave, and the facts of the case are quite clear, then the women officials shall send away the woman’s child, together with its father, to another country, and the Law-wardens shall send away the man’s child, together with its mother. Neglect of parents is a thing that no god nor any right-minded man would ever recommend to anyone; and one ought to recognize how fitly a prelude of the following kind, dealing with worship paid to the gods, would apply to the honors and dishonors paid to parents:—
ΑΘ. νόμοι περὶ θεοὺς ἀρχαῖοι κεῖνται πᾶσιν διχῇ. τοὺς μὲν γὰρ τῶν θεῶν ὁρῶντες σαφῶς τιμῶμεν, τῶν δʼ εἰκόνας ἀγάλματα ἱδρυσάμενοι, οὓς ἡμῖν ἀγάλλουσι καίπερ ἀψύχους ὄντας, ἐκείνους ἡγούμεθα τοὺς ἐμψύχους θεοὺς πολλὴν διὰ ταῦτʼ εὔνοιαν καὶ χάριν ἔχειν. πατὴρ οὖν ὅτῳ καὶ μήτηρ ἢ τούτων πατέρες ἢ μητέρες ἐν οἰκίᾳ κεῖνται κειμήλιοι ἀπειρηκότες γήρᾳ, μηδεὶς διανοηθήτω ποτὲ ἄγαλμα αὑτῷ, τοιοῦτον ἐφέστιον ἵδρυμα ἐν οἰκίᾳ ἔχων, μᾶλλον κύριον ἔσεσθαι, ἐὰν δὴ κατὰ τρόπον γε ὀρθῶς αὐτὸ θεραπεύῃ ὁ κεκτημένος.
ΚΛ. τίνα δὴ τὴν ὀρθότητα εἶναι φράζεις;
ΑΘ. ἐγὼ ἐρῶ· καὶ γὰρ οὖν ἄξιον, ὦ φίλοι, ἀκούειν τά γε δὴ τοιαῦτα.
ΚΛ. λέγε μόνον.
ΑΘ. Οἰδίπους, φαμέν, ἀτιμασθεὶς ἐπηύξατο τοῖς αὑτοῦ τέκνοις ἃ δὴ καὶ πᾶς ὑμνεῖ τέλεα καὶ ἐπήκοα γενέσθαι παρὰ θεῶν, Ἀμύντορά τε Φοίνικι τῷ ἑαυτοῦ ἐπαρᾶσθαι παιδὶ θυμωθέντα καὶ Ἱππολύτῳ Θησέα καὶ ἑτέρους ἄλλοις μυρίους μυρίοις, ὧν γέγονε σαφὲς ἐπηκόους εἶναι γονεῦσι πρὸς τέκνα θεούς· ἀραῖος γὰρ γονεὺς ἐκγόνοις ὡς οὐδεὶς ἕτερος ἄλλοις, δικαιότατα. μὴ δή τις ἀτιμαζομένῳ μὲν διαφερόντως πατρὶ πρὸς παίδων καὶ μητρὶ θεὸν ἐπήκοον ἐν εὐχαῖς ἡγείσθω γίγνεσθαι κατὰ φύσιν, τιμωμένῳ δὲ ἄρα καὶ περιχαρεῖ σφόδρα γενομένῳ, καὶ διὰ τὰ τοιαῦτα εὐχαῖς λιπαρῶς εἰς ἀγαθὰ τοῖς παισὶ παρακαλοῦντος θεούς, οὐκ ἄρα τὰ τοιαῦτα ἀκούειν ἐξ ἴσου καὶ νέμειν ἡμῖν αὐτοὺς ἡγησόμεθα; ἀλλʼ οὐκ ἄν ποτε δίκαιοι νομῆς εἶεν ἀγαθῶν, ὃ δή φαμεν ἥκιστα θεοῖς εἶναι πρέπον.
ΚΛ. πολύ γε.
ΑΘ. οὐκοῦν διανοηθῶμεν, ὃ σμικρῷ πρότερον εἴπομεν, ὡς οὐδὲν πρὸς θεῶν τιμιώτερον ἄγαλμʼ ἂν κτησαίμεθα πατρὸς καὶ προπάτορος παρειμένων γήρᾳ καὶ μητέρων τὴν αὐτὴν δύναμιν ἐχουσῶν, οὓς ὅταν ἀγάλλῃ τις τιμαῖς, γέγηθεν ὁ θεός· οὐ γὰρ ἂν ἐπήκοος ἦν αὐτῶν. θαυμαστὸν γὰρ δήπου τὸ προγόνων ἵδρυμα ἡμῖν ἐστιν, διαφερόντως τῶν ἀψύχων· τὰ μὲν γὰρ θεραπευόμενα ὑφʼ ἡμῶν, ὅσα ἔμψυχα, συνεύχεται ἑκάστοτε, καὶ ἀτιμαζόμενα τἀναντία, τὰ δʼ οὐδέτερα, ὥστε ἂν ὀρθῶς τις χρῆται πατρὶ καὶ προπάτορι καὶ πᾶσι τοῖς τοιούτοις, πάντων πρὸς θεοφιλῆ μοῖραν κυριώτατα ἀγαλμάτων ἂν κεκτῇτο.
ΚΛ. κάλλιστʼ εἶπες.
Ath. The ancient laws of all men concerning the gods are two-fold: some of the gods whom we honor we see clearly, but of others we set up statues as images, and we believe that when we worship these, lifeless though they be, the living gods beyond feel great good-will towards us and gratitude. So if any man has a father or a mother, or one of their fathers or mothers, in his house laid up bed-ridden with age, let him never suppose that, while he has such a figure as this upon his hearth, any statue could be more potent, if so be that its owner tends it duly and rightly.
Clin. And what do you say is the right way?
Ath. I will tell you: for in truth, my friends, matters of this sort deserve a hearing.
Clin. Say on.
Ath. Oedipus, when he was dishonored (so our story runs), invoked upon his children curses which, as all men allege, were granted by Heaven and fulfilled; and we tell how Amyntor in his wrath cursed his son Phoenix, and Theseus cursed Hippolytus, and countless other parents cursed countless other sons, which curses of parents upon sons it is clearly proved that the gods grant; for a parent’s curse laid upon his children is more potent than any other man’s curse against any other, and most justly so. Let no man suppose, then, that when a father or a mother is dishonored by the children, in that case it is natural for God to hearken especially to their prayers, whereas when the parent is honored and is highly pleased and earnestly prays the gods, in consequence, to bless his children—are we not to suppose that they hearken equally to prayers of this kind, and grant them to us? For if not, they could never be just dispensers of blessings; and that, as we assert, would be most unbecoming in gods.
Clin. Most, indeed.
Ath. Let us maintain, then,—as we said a moment ago—that in the eyes of the gods we can possess no image more worthy of honor, than a father or forefather laid up with old age, or a mother in the same condition; whom when a man worships with gifts of honor, God is well pleased, for otherwise He would not grant their prayers. For the shrine which is an ancestor is marvellous in our eyes, far beyond that which is a lifeless thing; for while those which are alive pray for us when tended by us and pray against us when dishonored, the lifeless images do neither; so that if a man rightly treats his father and forefather and all such ancestors, he will possess images potent above all others to win for him a heaven-blest lot.
Clin. Most excellent!