Plato · Laws Νόμοι

Plato, Laws 957b–959e: Book XII: The courts, the execution of verdicts, and burial

The Athenian says that the Law-wardens shall construct a code for the public courts from the good ordinances of other States, and that once approved it shall be sealed as unchangeable. He lays down that when the year's lawsuits have been judged, the magistrate shall assign to the victor the goods of the convicted party, and sets the rules for payment, for the enforcement of verdicts, and for the penalties on those who obstruct them. He then turns to burial, and forbids an extravagant tomb, saying that a mound shall not be higher than five men can raise in five days, and that no stone pillar shall hold more than a eulogy of four heroic lines.

Sections 957b–959e · 1433 words · click a number to copy its link

ΑΘ. πάντα δʼ οὖν ὁπόσα σμικρὰ καὶ ῥᾴδια νόμιμα εὑρίσκειν, πρεσβύτου νομοθέτου παραλιπόντος, τὸν νέον ἀναπληροῦν χρὴ νομοθέτην. τὰ μὲν ἴδια δικαστήρια ταύτῃ πῃ γιγνόμενα μέτρον ἂν ἔχοι· τὰ δὲ δημόσια καὶ κοινὰ καὶ ὅσοις ἀρχὰς δεῖ χρωμένας τὰ προσήκοντα ἑκάστῃ τῶν ἀρχῶν διοικεῖν, ἔστʼ ἐν πολλαῖς πόλεσιν οὐκ ἀσχήμονα ἐπιεικῶν ἀνδρῶν οὐκ ὀλίγα νομοθετήματα, ὅθεν νομοφύλακας χρὴ τὰ πρέποντα τῇ νῦν γεννωμένῃ πολιτείᾳ κατασκευάζειν συλλογισαμένους καὶ ἐπανορθουμένους, ταῖς ἐμπειρίαις διαβασανίζοντας, ἕως ἂν ἱκανῶς αὐτῶν ἕκαστα δόξῃ κεῖσθαι, τότε δὲ τέλος ἐπιθέντας, ἀκίνητα οὕτως ἐπισφραγισαμένους, χρῆσθαι τὸν ἅπαντα βίον. ὅσα δὲ περί τε σιγὴν δικαστῶν καὶ εὐφημίας καὶ τοὐναντίον, καὶ ὅσα παραλλάττει τῶν πολλῶν ἐν ταῖς ἄλλαις πόλεσιν δικαίων καὶ ἀγαθῶν καὶ καλῶν, τὰ μὲν εἴρηται, τὰ δʼ ἔτι πρὸς τῷ τέλει ῥηθήσεται. πρὸς ἃ πάντα χρὴ τὸν μέλλοντα δικαστὴν ἴσον ἔσεσθαι κατὰ δίκην βλέπειν τε καὶ κεκτημένον γράμματα αὐτῶν πέρι μανθάνειν· πάντων γὰρ μαθημάτων κυριώτατα τοῦ τὸν μανθάνοντα βελτίω γίγνεσθαι τὰ περὶ τοὺς νόμους κείμενα, εἴπερ ὀρθῶς εἴη τεθέντα, γίγνοιτʼ ἄν, ἢ μάτην τοὔνομα νῷ προσῆκον κεκτῇτʼ ἂν ὁ θεῖος ἡμῖν καὶ θαυμαστὸς νόμος. καὶ δὴ καὶ τῶν ἄλλων λόγων ὅσοι τε ἐν ποιήμασιν ἔπαινοι καὶ ψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτʼ ἐν γράμμασιν εἴτε καθʼ ἡμέραν ἐν ταῖς ἄλλαις πάσαις συνουσίαις διὰ φιλονικίας τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανος εἴη σαφὴς τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖς μὲν ἀγαθοῖς μονὰς τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖς δὲ κακοῖς ἐξ ἀμαθίας καὶ ἀκολασίας καὶ δειλίας καὶ συλλήβδην πάσης ἀδικίας εἰς τὸ δυνατὸν μεταβολήν, ὅσοις ἰάσιμοι δόξαι τῶν κακῶν·

Ath. The old lawgiver, however, may pass over all such legal observances as are trivial and easy of discovery, and the young lawgiver shall fill up his omissions. In dealing with the private law courts this method would be reasonable, but in connection with the public courts of the State, and all those which the officials have to use in managing the affairs which belong to their several offices, there exist in many States quite a number of admirable ordinances of worthy men; and from these the Law-wardens must construct a code which is suitable to the polity we are now framing, partly by comparing and amending them, partly by submitting them to the test of experience, until each such ordinance be deemed satisfactory; and when they have been finally approved, and have been sealed as absolutely unchangeable, then the magistrates shall put them into practice all their life long. All rules regarding silence and discreet speech, and the opposite of these, on the part of the judges, and all else that differs from the rules which obtain in the other States concerning justice and goodness,—all these have been stated in part, and in part they will be stated at the end. To all these matters he that purposes to be a righteous and just judge must attend, and that written exposition of them which he possesses he must learn. For of all studies, that of legal regulations, provided they be rightly framed, will prove the most efficacious in making the learner a better man; for were it not so, it would be in vain that our divine and admirable law bears a name akin to reason. Moreover, of all other speeches— whether they be of personal praise or blame, composed in verse or prose, written down or uttered from day to day at some gathering by way of controversy or by way of consent (often of a very futile character),—of all such speeches the writings of the lawgiver will serve as a test; and inasmuch as he possesses these within himself, as a talisman against other speeches, the good judge will guide both himself and the State aright; for the good he will secure both the permanence and the increase of what is just, and for the bad a change as great as possible from their ignorance, intemperance and cowardice, and, in short, from their general iniquity,—that is to say, for all the bad whose opinions are curable;

ΑΘ. οἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι, θάνατον ἴαμα ταῖς οὕτω διατεθείσαις ψυχαῖς διανέμοντες, ὃ δικαίως εἴη πολλάκις ἂν εἰρημένον, ἄξιοι ἐπαίνου γίγνοιντʼ ἂν τῇ πάσῃ πόλει τοιοῦτοι δικασταὶ καὶ δικαστῶν ἡγεμόνες.ἐπειδὰν δὲ αἱ κατʼ ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε· πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι, μετὰ τὴν διαψήφισιν ἑκάστην εὐθὺς ὑπὸ κήρυκος, ἀκουόντων τῶν δικαστῶν· ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα. ἐὰν δὲ μὴ ἔχωσιν ὁπόθεν, ἐλλείπῃ δὲ μὴ ἔλαττον δραχμῆς, μὴ πρότερον εἶναι τούτῳ δίκας πρὸς ἄλλον μηδένα, πρὶν ἂν ἐκπληρώσῃ τὸ χρέος ἅπαν τῷ νικήσαντι· ἄλλοις δὲ πρὸς τοῦτον ἔστωσαν δίκαι κυρίως. ἐὰν δέ τις ἀφῃρῆται τὴν ἀρχὴν τὴν καταδικάσασαν καταδικασθείς, εἰσαγόντων μὲν αὐτὸν εἰς τὸ τῶν νομοφυλάκων δικαστήριον οἱ ἀφαιρεθέντες ἀδίκως, ἐὰν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ὅλην τὴν πόλιν καὶ νόμους φθείρων θανάτῳ ζημιούσθω.ἀνδρὶ δὴ τὸ μετὰ τοῦτο γεννηθέντι καὶ ἐκτραφέντι, καὶ γεννήσαντι καὶ ἐκθρέψαντι τέκνα, καὶ συμμείξαντι συμβόλαια μετρίως, διδόντι τε δίκας εἴ τινα ἠδικήκει καὶ παρʼ ἑτέρου ἐκλαβόντι, σὺν τοῖς νόμοις ἐν μοίρᾳ γηράσαντι τελευτὴ γίγνοιτʼ ἂν κατὰ φύσιν. περὶ τελευτήσαντας δή, εἴτε τις ἄρρην εἴτε τις θῆλυς ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆς θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺς ἐξηγητὰς γίγνεσθαι κυρίους φράζοντας· θήκας δʼ εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸς τοῦτʼ αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτως τοῖς ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖς δὲ ἀνθρώποις ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸς ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τις ἀποθανὼν στερείτω τὸν ζῶνθʼ ἡμῶν.

Ath. but for those whose opinions are really fixed by Fate,—if they assigned death as a cure for souls in this condition (a statement that deserves to be often repeated), such judges and leaders of judges would merit praise from the whole State. When all the lawsuits for the year have been finally adjudged, we must have laws for the execution of the verdicts to this effect:—First, the magistrate who is acting as judge shall assign to the victorious party all the goods of the party convicted, excepting such as the latter must necessarily retain in his possession; and this he shall do in each case immediately after the voting has taken place by means of a herald’s proclamation made in the hearing of the judges; and unless the loser settle with the victor to their mutual satisfaction by the end of the month next to those in which the courts are sitting, the magistrate who has tried the case shall, at the instance of the victor, hand over to him the goods of the loser. And if the means are not forthcoming, and there be a deficiency of not less than a drachma, the loser in question shall be precluded from suing anyone else until he has paid to the full his whole debt to the victor; but others may bring valid actions against him. If anyone, when condemned, obstructs the court which condemned him, the officials thus wrongfully obstructed shall summon him before the court of the Law-wardens, and anyone who is cast in such an action, as being guilty of subverting the whole State and its laws, shall be punished by death. Next, when a man has been born and reared, and has himself begotten and reared up children, and has engaged reasonably in the transactions of business, giving or receiving (as the case may be) compensation for wrongs done,—when he has thus duly grown old in a law-abiding life, his end will come in the course of nature. Touching the dead, male or female, what the sacred rites are which require to be performed in respect of the gods of the underworld, or of this world, shall be declared by the Interpreters as the final authorities: no tombs, however, shall be put in places that are tilled,—whether the monument be small or great,—but they shall fill up those places where the soil is naturally fitted for this purpose only,— namely, to receive and hide the bodies of the dead with the least hurt to the living; but as regards all the places which of their own nature desire to produce food for mankind, of these no one, living or dead, shall deprive us who are alive.

ΑΘ. χῶμα δὲ μὴ χοῦν ὑψηλότερον πέντε ἀνδρῶν ἔργον, ἐν πένθʼ ἡμέραις ἀποτελούμενον· λίθινα δὲ ἐπιστήματα μὴ μείζω ποιεῖν ἢ ὅσα δέχεσθαι τῶν τοῦ τετελευτηκότος ἐγκώμια βίου μὴ πλείω τεττάρων ἡρωικῶν στίχων. τὰς δὲ προθέσεις πρῶτον μὲν μὴ μακρότερον χρόνον ἔνδον γίγνεσθαι τοῦ δηλοῦντος τόν τε ἐκτεθνεῶτα καὶ τὸν ὄντως τεθνηκότα, εἴη δʼ ἂν σχεδόν, ὡς τἀνθρώπινα, μέτρον ἔχουσα τριταία πρὸς τὸ μνῆμα ἐκφορά. πείθεσθαι δʼ ἐστὶ τῷ νομοθέτῃ χρεὼν τά τε ἄλλα καὶ λέγοντι ψυχὴν σώματος εἶναι τὸ πᾶν διαφέρουσαν, ἐν αὐτῷ τε τῷ βίῳ τὸ παρεχόμενον ἡμῶν ἕκαστον τοῦτʼ εἶναι μηδὲν ἀλλʼ ἢ τὴν ψυχήν, τὸ δὲ σῶμα ἰνδαλλόμενον ἡμῶν ἑκάστοις ἕπεσθαι, καὶ τελευτησάντων λέγεσθαι καλῶς εἴδωλα εἶναι τὰ τῶν νεκρῶν σώματα, τὸν δὲ ὄντα ἡμῶν ἕκαστον ὄντως, ἀθάνατον εἶναι ψυχὴν ἐπονομαζόμενον, παρὰ θεοὺς ἄλλους ἀπιέναι δώσοντα λόγον, καθάπερ ὁ νόμος ὁ πάτριος λέγει—τῷ μὲν γὰρ ἀγαθῷ θαρραλέον, τῷ δὲ κακῷ μάλα φοβερόν—βοήθειάν τε αὐτῷ μήτινα μεγάλην εἶναι τετελευτηκότι· ζῶντι γὰρ ἔδει βοηθεῖν πάντας τοὺς προσήκοντας, ὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο τὸν μετὰ τὸν ἐνθάδε βίον. ἐκ δὲ τούτων οὕτως ἐχόντων οὐδέποτε οἰκοφθορεῖν χρή, διαφερόντως νομίζοντα τὸν αὑτοῦ τοῦτον εἶναι τὸν τῶν σαρκῶν ὄγκον θαπτόμενον, ἀλλʼ ἐκεῖνον τὸν ὑὸν ἢ ἀδελφόν, ἢ ὅντινά τις μάλισθʼ ἡγεῖται ποθῶν θάπτειν, οἴχεσθαι περαίνοντα καὶ ἐμπιμπλάντα τὴν αὑτοῦ μοῖραν, τὸ δὲ παρὸν δεῖν εὖ ποιεῖν, τὰ μέτρια ἀναλίσκοντα ὡς εἰς ἄψυχον χθονίων βωμόν· τὸ δὲ μέτριον νομοθέτης ἂν μαντεύσαιτο οὐκ ἀσχημονέστατα. ἔστω δὴ νόμος οὗτος· τῷ μὲν δὴ τοῦ μεγίστου τιμήματος εἰς τὴν πᾶσαν ταφὴν ἀναλισκόμενα μὴ πλέον πέντε μνῶν, τῷ δὲ τοῦ δευτέρου τρεῖς μναῖ, καὶ δύο τῷ τοῦ τρίτου, μνᾶ δὲ τῷ τοῦ τετάρτου μέτρον ἂν ἔχοι τῶν ἀναλωμάτων. νομοφύλαξι δὲ πολλά τε ἄλλα ἀνάγκη πράττειν καὶ πολλῶν ἐπιμελεῖσθαι, τούτων δʼ οὐχ ἥκιστα, ὅπως ἂν παίδων τε καὶ ἀνδρῶν καὶ πάσης ἡλικίας ἐπιμελούμενοι ζῶσι, καὶ δὴ καὶ πρὸς τὸ τέλος ἁπάντων νομοφύλαξ εἷς γέ τις ἐπιστατῇ, ὃν ἂν οἱ τοῦ τετελευτηκότος ἐπίσκοπον οἰκεῖοι παραλάβωσιν, ᾧ καλόν τʼ ἔστω καλῶς καὶ μετρίως τὰ περὶ τὸν τετελευτηκότα γιγνόμενα καὶ μὴ καλῶς αἰσχρόν.

Ath. And they shall not pile up a mound to a height greater than can be made by five men in five days; nor shall they erect stone pillars of a size more than is required to hold, at the most, a eulogy of the dead man’s life consisting of not more than four heroic lines. And as to the laying-out of the corpse, first, it shall remain in the house only for such a time as is required to prove that the man is not merely in a faint, but really dead; and accordingly, in a normal case, the third will be the proper day for the carrying out to burial. As in other matters it is right to trust the lawgiver, so too we must believe him when he asserts that the soul is wholly superior to the body, and that in actual life what makes each of us to be what he is is nothing else than the soul, while the body is a semblance which attends on each of us, it being well said that the bodily corpses are images of the dead, but that which is the real self of each of us, and which we term the immortal soul, departs to the presence of other gods, there (as the ancestral law declares) to render its account,—a prospect to be faced with courage by the good, but with uttermost dread by the evil. But to him who is dead no great help can be given; it was when he was alive that all his relatives should have helped him, so that when living his life might have been as just and holy as possible, and when dead he might be free during the life which follows this life from the penalty for wickedness and sin. This being so, one ought never to spend extravagantly on the dead, through supposing that the carcass of flesh that is being buried is in the truest sense one’s own relative; but one ought rather to suppose that the real son or brother—or whoever else it may be that a man fancies himself to be mournfully burying—has departed in furtherance and fulfillment of his own destiny, and that it is our duty to make a wise use of what we have and to spend in moderation, as it were on a soulless altar to the gods below: and what constitutes moderation the lawgiver will most properly divine. Let this, then, be the law:—An expenditure on the whole funeral not exceeding five minas for a man of the highest property-class, three minas for one of the second class, two for one of the third, and one mina for one of the fourth class, shall be held to be moderate amounts. The Law-wardens must of necessity perform many other duties and supervise many other matters, but by no means the least of their duties is to live keeping a constant watch over children and men and people of every age; and at the end of his life above all everyone must have some one Law-warden to take charge of him—that one who is called in as overseer by the relatives of the dead man; and it shall stand to his credit if the arrangements about the dead man are carried out in a proper and moderate way, but if improperly, to his discredit.

English translation by Robert Gregg Bury (1926). Original text: Robert Gregg Bury (trans.), Plato X-XI: Laws, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.