ΑΘ. ὅσα τις ἂν ἕτερος ἄλλον πημήνῃ κλέπτων ἢ βιαζόμενος, ἂν μὲν μείζω, μείζονα τὴν ἔκτισιν τῷ πημανθέντι τινέτω, ἐλάττω δὲ ζημιώσας σμικροτέραν, παρὰ πάντα δὲ τοσαύτην ἡλίκα ἂν ἑκάστοτε ζημιώσῃ τίς τινα, μέχριπερ ἂν ἰάσηται τὸ βλαβέν· δίκην δὲ ἕκαστος πρὸς ἑκάστῳ τῷ κακουργήματι σωφρονιστύος ἕνεκα συνεπομένην προσεκτεισάτω, ὁ μὲν ἀνοίᾳ κακουργήσας ἀλλοτρίᾳ, πειθοῖ διὰ νεότητα ἤ τι τοιοῦτον χρησάμενος, ἐλαφροτέραν, ὁ δὲ διὰ οἰκείαν ἄνοιαν ἢ διʼ ἀκράτειαν ἡδονῶν ἢ λυπῶν, ἐν φόβοις δειλίας ἤ τισιν ἐπιθυμίαις ἢ φθόνοις ἢ θυμοῖς δυσιάτοις γιγνόμενος, βαρυτέραν, οὐχ ἕνεκα τοῦ κακουργῆσαι διδοὺς τὴν δίκην—οὐ γὰρ τὸ γεγονὸς ἀγένητον ἔσται ποτέ—τοῦ δʼ εἰς τὸν αὖθις ἕνεκα χρόνον ἢ τὸ παράπαν μισῆσαι τὴν ἀδικίαν αὐτόν τε καὶ τοὺς ἰδόντας αὐτὸν δικαιούμενον, ἢ λωφῆσαι μέρη πολλὰ τῆς τοιαύτης συμφορᾶς. ὧν δὴ πάντων ἕνεκα χρὴ καὶ πρὸς πάντα τὰ τοιαῦτα βλέποντας τοὺς νόμους τοξότου μὴ κακοῦ στοχάζεσθαι δίκην τοῦ τε μεγέθους τῆς κολάσεως ἑκάστων ἕνεκα καὶ παντελῶς τῆς ἀξίας· ταὐτὸν δʼ ἔργον δρῶντα συνυπηρετεῖν δεῖ τῷ νομοθέτῃ τὸν δικαστήν, ὅταν αὐτῷ τις νόμος ἐπιτρέπῃ τιμᾶν ὅτι χρὴ πάσχειν τὸν κρινόμενον ἢ ἀποτίνειν, τὸν δέ, καθάπερ ζωγράφον, ὑπογράφειν ἔργα ἑπόμενα τῇ γραφῇ. ὃ δὴ καὶ νῦν, ὦ Μέγιλλε καὶ Κλεινία, ποιητέον ἡμῖν ὅτι κάλλιστα καὶ ἄριστα· τῶν κλοπαίων τε καὶ βιαίων πάντων τὰς ζημίας λεγομένας οἵας δεῖ γίγνεσθαι, λεκτέον, ὅπως ἂν ἡμῖν παρείκωσιν θεοὶ καὶ θεῶν παῖδες νομοθετεῖν.μαινόμενος δὲ ἄν τις ᾖ, μὴ φανερὸς ἔστω κατὰ πόλιν· οἱ προσήκοντες δʼ ἑκάστων κατὰ τὰς οἰκίας φυλαττόντων αὐτούς, ὅτῳ ἂν ἐπίστωνται τρόπῳ, ἢ ζημίαν ἐκτινόντων, ὁ μὲν τοῦ μεγίστου τιμήματος ἑκατὸν δραχμάς, ἐάντʼ οὖν δοῦλον ἐάντʼ οὖν καὶ ἐλεύθερον περιορᾷ, δευτέρου δὲ τιμήματος τέτταρα μέρη τῆς μνᾶς τῶν πέντε, τρία δʼ ὁ τρίτος, καὶ δύο ὁ τέταρτος. μαίνονται μὲν οὖν πολλοὶ πολλοὺς τρόπους· οὓς μὲν νῦν εἴπομεν, ὑπὸ νόσων, εἰσὶν δὲ οἳ διὰ θυμοῦ κακὴν φύσιν ἅμα καὶ τροφὴν γενομένην, οἳ δὴ σμικρᾶς ἔχθρας γενομένης, πολλὴν φωνὴν ἱέντες κακῶς ἀλλήλους βλασφημοῦντες λέγουσιν, οὐ πρέπον ἐν εὐνόμων πόλει γίγνεσθαι τοιοῦτον οὐδὲν οὐδαμῇ οὐδαμῶς. εἷς δὴ περὶ κακηγορίας ἔστω νόμος περὶ πάντας ὅδε· Μηδένα κακηγορείτω μηδείς. ὁ δὲ ἀμφισβητῶν ἔν τισι λόγοις ἄλλος ἄλλῳ διδασκέτω καὶ μανθανέτω τόν τε ἀμφισβητοῦντα καὶ τοὺς παρόντας ἀπεχόμενος πάντως τοῦ κακηγορεῖν.
Ath. In all cases where one man causes damage to another by acts of robbery or violence, if the damage be great, he shall pay a large sum as compensation to the damaged party, and a small sum if the damage be small; and as a general rule, every man shall in every case pay a sum equal to the damage done, until the loss is made good; and, in addition to this, every man shall pay the penalty which is attached to his crime by way of corrective. The penalty shall be lighter in the case of one who has done wrong owing to another’s folly—the wrong-doer being over-persuaded because of his youth or for some such reason; and it shall be heavier when man has done wrong owing to his own folly, because of his incontinence in respect of pleasures and pains and the overpowering influence of craven fears or of incurable desires, envies and rages. And he shall pay the penalty, not because of the wrongdoing,—for what is done can never be undone,—but in order that for the future both he himself and those who behold his punishment may either utterly loathe his sin or at least renounce to a great extent such lamentable conduct. For all these reasons and with a view to all these objects, the law, like a good archer, must aim in each case at the amount of the punishment, and above all at its fitting amount; and the judge must assist the lawgiver in carrying out this same task, whenever the law entrusts to him the assessment of what the defendant is to suffer or pay, while the lawgiver, like a draughtsman, must give a sketch in outline of cases which illustrate the rules of the written code. And that, O Megillus and Clinias, is the task which we must now execute as fairly and well as we can: we must state what penalties should be ordained for all cases of robbery and violence, in so far as the gods and sons of gods may suffer us to ordain them by law. If any be a madman, he shall not appear openly in the city; the relatives of such persons shall keep them indoors, employing whatever means they know of, or else they shall pay a penalty; a person belonging to the highest property-class shall pay a hundred drachmae, whether the man he is neglecting be a free man or a slave,—one belonging to the second class shall pay four-fifths of a mina—one of the third class, three-fifths,—and one of the fourth class, two-fifths. There are many and various forms of madness: in the cases now mentioned it is caused by disease, but cases also occur where it is due to the natural growth and fostering of an evil temper, by which men in the course of a trifling quarrel abuse one another slanderously with loud cries— a thing which is unseemly and totally out of place in a well-regulated State. Concerning abuse there shall be this one law to cover all cases:—No one shall abuse anyone. If one is disputing with another in argument, he shall either speak or listen, and he shall wholly refrain from abusing either the disputant or the bystanders.
ΑΘ. ἐκ γὰρ τοῦ κατεύχεσθαί τε ἀλλήλοις ἐπαρωμένους καὶ διʼ αἰσχρῶν ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται· πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος. μετεκβαίνειν δὲ αὖ πως εἰώθασιν πάντες θαμὰ ἐν τοῖς τοιούτοις εἰς τό τι γελοῖον περὶ τοῦ ἐναντίου φθέγγεσθαι· ὅ τις ἐθιζόμενος οὐδεὶς πώποτε ὃς οὐ τοῦ σπουδαίου τρόπου ἤτοι τὸ παράπαν διήμαρτεν ἢ μεγαλονοίας ἀπώλεσεν μέρη πολλά. ὧν δὴ χάριν ἐν μὲν ἱερῷ τὸ παράπαν μηδεὶς τοιοῦτον φθέγξηται μηδέποτε μηδὲν μηδʼ ἔν τισι δημοτελέσι θυσίαις, μηδʼ αὖ ἐν ἄθλοις μηδʼ ἐν ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί· κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου. ἐὰν δέ τις ἐν ἄλλοις τόποις λοιδορίας ἄρχων ἢ ἀμυνόμενος ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτερος ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖς ἐξείργων τοὺς θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένους, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ. λέγομεν δὴ τὰ νῦν ὡς λοιδορίαις συμπλεκόμενος ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατός ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ· τί δὲ δή; τὴν τῶν κωμῳδῶν προθυμίαν τοῦ γελοῖα εἰς τοὺς ἀνθρώπους λέγειν ἦ παραδεχόμεθα, ἐὰν ἄνευ θυμοῦ τὸ τοιοῦτον ἡμῖν τοὺς πολίτας ἐπιχειρῶσιν κωμῳδοῦντες λέγειν; ἢ διαλάβωμεν δίχα τῷ παίζειν καὶ μή, καὶ παίζοντι μὲν ἐξέστω τινὶ περί του λέγειν γελοῖον ἄνευ θυμοῦ, συντεταμένῳ δὲ καὶ μετὰ θυμοῦ, καθάπερ εἴπομεν, μὴ ἐξέστω μηδενί; τοῦτο μὲν οὖν οὐδαμῶς ἀναθετέον, ᾧ [δʼ] ἐξέστω καὶ μὴ δέ, τοῦτο νομοθετησώμεθα.
Ath. For from those light things, words, there spring in deed things most heavy to bear, even hatreds and feuds, when men begin by cursing one another and foully abusing one another in the manner of fish-wives; and the man who utters such words is gratifying a thing most ungracious and sating his passion with foul foods, and by thus brutalizing afresh that part of his soul which once was humanized by education, he makes a wild beast of himself through his rancorous life, and wins only gall for gratitude from his passion. In such disputes all men are commonly wont to proceed to indulge in ridicule of their opponent; but everyone who has ever yet indulged in this practice has either failed to achieve a virtuous disposition, or else has lost in great measure his former high-mindedness. No man, therefore, shall ever in any wise utter such words in any holy place or at any public sacrifice or public games, or in the market or the court or any public assembly; in every such case the magistrate concerned shall punish the offender; or, if he fail to do so, he shall be disqualified for any public distinction because of his neglect of the laws and his failure to execute the injunctions of the lawgiver. And if in other places a man abstains not from such language—whether he be the aggressor or acting in self-defence—whosoever meets with him, if he be an older man, shall vindicate the law by driving off with stripes the man who pamper passion, that evil comrade; or, if he fail to do so, he shall be liable to the appointed penalty. We are now asserting that a man who is gripped by the habit of abuse cannot avoid trying to indulge in ridicule; and this is a thing we abuse when it is uttered in passion. What then? Are we to countenance the readiness to ridicule people which is shown by comic writers, provided that in their comedies they employ this sort of language about citizens without any show of passion? Or shall we divide ridicule under the two heads of jest and earnest, and allow anyone to ridicule any other in jest and without passion, but forbid anyone (as we have already said) to do so in real earnest and with passion? We must by no means go back on what we said; but we must determine by law who is to be granted this permission, and who refused.
ΑΘ. ποιητῇ δὴ κωμῳδίας ἤ τινος ἰάμβων ἢ μουσῶν μελῳδίας μὴ ἐξέστω μήτε λόγῳ μήτε εἰκόνι, μήτε θυμῷ μήτε ἄνευ θυμοῦ, μηδαμῶς μηδένα τῶν πολιτῶν κωμῳδεῖν· ἐὰν δέ τις ἀπειθῇ, τοὺς ἀθλοθέτας ἐξείργειν ἐκ τῆς χώρας τὸ παράπαν αὐθημερόν, ἢ ζημιοῦσθαι μναῖς τρισὶν ἱεραῖς τοῦ θεοῦ οὗ ἂν ἀγὼν ᾖ. οἷς δʼ εἴρηται πρότερον ἐξουσίαν εἶναι περί του ποιεῖν, εἰς ἀλλήλους τούτοις ἄνευ θυμοῦ μὲν μετὰ παιδιᾶς ἐξέστω, σπουδῇ δὲ ἅμα καὶ θυμουμένοισιν μὴ ἐξέστω. τούτου δὴ διάγνωσις ἐπιτετράφθω τῷ τῆς παιδεύσεως ὅλης ἐπιμελητῇ τῶν νέων· καὶ ὃ μὲν ἂν οὗτος ἐγκρίνῃ, προφέρειν εἰς τὸ μέσον ἐξέστω τῷ ποιήσαντι, ὃ δʼ ἂν ἀποκρίνῃ, μήτε αὐτὸς ἐπιδεικνύσθω μηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.οἰκτρὸς δʼ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλʼ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται· διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει. διὸ τῷ νομοθέτῃ θεῖναι νόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά· Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος ἡ τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως ἡ χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.δοῦλος δʼ ἂν ἢ δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν, μὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν ἤ τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, ὁ τοῦ βλάψαντος δεσπότης ἢ τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, ἢ τὸν βλάψαντʼ αὐτὸν παραδότω· ἐὰν δʼ ἐπαιτιώμενος ὁ δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας τοῦ δούλου κομιζέσθω ἧς ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω. καὶ ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ κύων ἤ τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην.
Ath. A composer of a comedy or of any iambic or lyric song shall be strictly forbidden to ridicule any of the citizens either by word or by mimicry, whether with or without passion; and if anyone disobeys, the Presidents of the Games shall on the same day banish him wholly from the country, failing which they shall be fined three minas, dedicated to the god whose festival is being held. Those to whom permission has been given, as we previously said, to write songs about one another shall be allowed to ridicule others in jest and without passion; but they shall not be allowed to do so with passion and in earnest. The task of making this distinction shall be entrusted to the minister in charge of the general education of the young: whatever he shall approve, the composer shall be allowed to produce in public, but whatever he shall disapprove, the composer shall be forbidden either personally to exhibit to anyone or to be found teaching to any other person, free man or slave; and if he does so, he shall be held to be a base man and disobedient to the laws. The man who suffers from hunger or the like is not the man who deserves pity, but he who, while possessing temperance or virtue of some sort, or a share thereof gains in addition evil fortune; wherefore it would be a strange thing indeed if in a polity and State that is even moderately well organized, a man of this kind (be he slave or free man) should be so entirely neglected as to come to utter beggary. Wherefore the Lawgiver will be safe in enacting for such cases some such law as this:— There shall be no beggar in our State; and if anyone attempts to beg, and to collect a livelihood by ceaseless prayers, the market-stewards shall expel him from the market, and the Board of city-stewards from the city, and from any other district he shall be driven across the border by the country-stewards, to the end that the land may be wholly purged of such a creature. If a slave, male or female, do any injury to another man’s goods, when the injured man himself has had no share in causing the injury through his own clumsy or careless handling, then the master of him that has done the injury shall fully make good the damage, or else shall hand over the person of the injurer: but if the master brings a charge affirming that the claim is made in order to rob him of his slave by a privy agreement between the injurer and the injured party, then he shall prosecute the man who claims that he has been injured on the charge of conspiracy; and if he wins his case, he shall receive double the price at which the court shall assess the slave, but if he loses he shall not only make good the damage, but he shall also hand over the slave. And if it be a mule or horse or dog any other animal that causes damage to any property belonging to a neighbor, its master shall in like manner pay compensation.