Plato · Gorgias Γοργίας

Plato, Gorgias 523a–527e: The myth of the judgment of the dead: Zeus, Rhadamanthus, Minos and Aeacus

Socrates tells a tale that he believes to be true: Zeus, Poseidon and Pluto divided the empire they inherited from their father, and in the time of Cronos the law was that the just went to the Islands of the Blessed and the unjust to Tartarus. Judgment was given on the day of death, by living judges, and Zeus, seeing that the verdicts were bad, ordered Prometheus to take away the foreknowledge of death, and had the dead judged naked, by his sons Minos and Rhadamanthus from Asia and Aeacus from Europe, in the meadow at the parting of the ways. The soul is marked by its deeds as the body by scars, and Rhadamanthus sends the curable to Tartarus to be cured and the incurable to be an example, like Tantalus, Sisyphus and Tityus, who were potentates, and the just, especially the philosopher, to the Islands of the Blessed. Socrates ends that he believes in the story, and that Callicles, who will be unable to help himself before the judge, should follow the life of justice, and that this is better than the life that Callicles recommends.

Sections 523a–527e · 2218 words · click a number to copy its link

ΣΩ. ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς παρέλαβον. ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτι ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες ᾗ μέλλοιεν τελευτᾶν· κακῶς οὖν αἱ δίκαι ἐκρίνοντο. ὅ τε οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι. εἶπεν οὖν ὁ Ζεύς· «ἀλλʼ ἐγώ,» ἔφη, «παύσω τοῦτο γιγνόμενον. νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται. ἀμπεχόμενοι γάρ,» ἔφη, «οἱ κρινόμενοι κρίνονται· ζῶντες γὰρ κρίνονται. πολλοὶ οὖν,» ἦ δʼ ὅς, «ψυχὰς πονηρὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καί, ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μάρτυρες, μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν· οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς αὑτῶν ὀφθαλμοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. ταῦτα δὴ αὐτοῖς πάντα ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων. πρῶτον μὲν οὖν,» ἔφη, «παυστέον ἐστὶν προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ προΐσασι. τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ ὅπως ἂν παύσῃ αὐτῶν. ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ.»

tale, which I dare say that you may be disposed to regard as a fable only, but which, as I believe, is a true tale, for I mean to speak the truth. Homer tells us, how Zeus and Poseidon and Pluto divided the empire which they inherited from their father. Now in the days of Cronos there existed a law respecting the destiny of man, which has always been, and still continues to be in Heaven,—that he who has lived all his life in justice and holiness shall go, when he is dead, to the Islands of the Blessed, and dwell there in perfect happiness out of the reach of evil; but that he who has lived unjustly and impiously shall go to the house of vengeance and punishment, which is called Tartarus. And in the time of Cronos, and even quite lately in the reign of Zeus, the judgment was given on the very day on which the men were to die; the judges were alive, and the men were alive; and the consequence was that the judgments were not well given. Then Pluto and the authorities from the Islands of the Blessed came to Zeus, and said that the souls found their way to the wrong places. Zeus said: “I shall put a stop to this; the judgments are not well given, because the persons who are judged have their clothes on, for they are alive; and there are many who, having evil souls, are apparelled in fair bodies, or encased in wealth or rank, and, when the day of judgment arrives, numerous witnesses come forward and testify on their behalf that they have lived righteously. The judges are awed by them, and they themselves too have their clothes on when judging; their eyes and ears and their whole bodies are interposed as a veil before their own souls. All this is a hindrance to them; there are the clothes of the judges and the clothes of the judged.—What is to be done? I will tell you:—In the first place, I will deprive men of the foreknowledge of death, which they possess at present: this power which they have Prometheus has already received my orders to take from them: in the second place, they shall be entirely stripped before they are judged, for they shall be judged when they are dead; and the judge too shall be naked, that is to say, dead—he with his naked soul shall pierce into the other naked souls; and they shall die suddenly and be deprived of all their kindred, and leave their brave attire strewn upo

ΣΩ. «ἐγὼ μὲν οὖν ταῦτα ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς ὑεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δὲ ἐκ τῆς Εὐρώπης, Αἰακόν· οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός· Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν, ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνα ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις.» ταῦτʼ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι· καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν. ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπʼ ἀλλήλοιν· ἐπειδὰν δὲ διαλυθῆτον ἄρα ἀπʼ ἀλλήλοιν, οὐ πολὺ ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἕξιν τὴν αὑτοῦ ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα ἔνδηλα πάντα. οἷον εἴ τινος μέγα ἦν τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας, καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος, καὶ τἆλλα οὕτως· καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός. μαστιγίας αὖ εἴ τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι ἢ ὑπὸ μαστίγων ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον· ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος ταὐτὰ ταῦτα ἔνδηλα. ἑνὶ δὲ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἢ πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. ταὐτὸν δή μοι δοκεῖ τοῦτʼ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ Καλλίκλεις· ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα ἃ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος ἔσχεν ἐν τῇ ψυχῇ ὁ ἄνθρωπος. ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν, οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ῥαδάμανθυν, ὁ Ῥαδάμανθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου τὴν ψυχήν, οὐκ εἰδὼς ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας,

n the earth—conducted in this manner, the judgment will be just. I knew all about the matter before any of you, and therefore I have made my sons judges; two from Asia, Minos and Rhadamanthus, and one from Europe, Aeacus. And these, when they are dead, shall give judgment in the meadow at the parting of the ways, whence the two roads lead, one to the Islands of the Blessed, and the other to Tartarus. Rhadamanthus shall judge those who come from Asia, and Aeacus those who come from Europe. And to Minos I shall give the primacy, and he shall hold a court of appeal, in case either of the two others are in any doubt:—then the judgment respecting the last journey of men will be as just as possible.”

From this tale, Callicles, which I have heard and believe, I draw the following inferences:—Death, if I am right, is in the first place the separation from one another of two things, soul and body; nothing else. And after they are separated they retain their several natures, as in life; the body keeps the same habit, and the results of treatment or accident are distinctly visible in it: for example, he who by nature or training or both, was a tall man while he was alive, will remain as he was, after he is dead; and the fat man will remain fat; and so on; and the dead man, who in life had a fancy to have flowing hair, will have flowing hair. And if he was marked with the whip and had the prints of the scourge, or of wounds in him when he was alive, you might see the same in the dead body; and if his limbs were broken or misshapen when he was alive, the same appearance would be visible in the dead. And in a word, whatever was the habit of the body during life would be distinguishable after death, either perfectly, or in a great measure and for a certain time. And I should imagine that this is equally true of the soul, Callicles; when a man is stripped of the body, all the natural or acquired affections of the soul are laid open to view.—And when they come to the judge, as those from Asia come to Rhadamanthus, he places them near him and inspects them quite impartially, not knowing whose the soul is: perhaps he may lay hands on the soul of the great king, or of some other king or potentate, who has no soundness in him, but his soul is marked with the

ΣΩ. ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τεθράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατίας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως ταύτην ἀπέπεμψεν εὐθὺ τῆς φρουρᾶς, οἷ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη. προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπʼ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίγνωνται. εἰσὶν δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν· ὅμως δὲ διʼ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφελία καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δʼ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα. ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει πῶλος, καὶ ἄλλον ὅστις ἂν τοιοῦτος τύραννος ᾖ· οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι. μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος· βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκεν τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν· Θερσίτην δέ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκεν μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον—οὐ γὰρ οἶμαι ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν—

whip, and is full of the prints and scars of perjuries and crimes with which each action has stained him, and he is all crooked with falsehood and imposture, and has no straightness, because he has lived without truth. Him Rhadamanthus beholds, full of all deformity and disproportion, which is caused by licence and luxury and insolence and incontinence, and despatches him ignominiously to his prison, and there he undergoes the punishment which he deserves.

Now the proper office of punishment is twofold: he who is rightly punished ought either to become better and profit by it, or he ought to be made an example to his fellows, that they may see what he suffers, and fear and become better. Those who are improved when they are punished by gods and men, are those whose sins are curable; and they are improved, as in this world so also in another, by pain and suffering; for there is no other way in which they can be delivered from their evil. But they who have been guilty of the worst crimes, and are incurable by reason of their crimes, are made examples; for, as they are incurable, the time has passed at which they can receive any benefit. They get no good themselves, but others get good when they behold them enduring for ever the most terrible and painful and fearful sufferings as the penalty of their sins—there they are, hanging up as examples, in the prison-house of the world below, a spectacle and a warning to all unrighteous men who come thither. And among them, as I confidently affirm, will be found Archelaus, if Polus truly reports of him, and any other tyrant who is like him. Of these fearful examples, most, as I believe, are taken from the class of tyrants and kings and potentates and public men, for they are the authors of the greatest and most impious crimes, because they have the power. And Homer witnesses to the truth of this; for they are always kings and potentates whom he has described as suffering everlasting punishment in the world below: such were Tantalus and Sisyphus and Tityus. But no one ever described Thersites, or any private person who was a villain, as suffering everlasting punishment, or as incurable. For to commit the worst crimes, as I am inclined to think, was not in his power, and he was happier than those

ΣΩ. ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ· εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονεν καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοί, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ὅπερ οὖν ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθʼ ὅστις οὔθʼ ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος, ἐάντε ἰάσιμος ἐάντε ἀνίατος δοκῇ εἶναι· ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δʼ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετʼ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ἔγωγέ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ ἐς μακάρων νήσους ἀπέπεμψε. ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός—ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει—ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται, μόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν—χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν. / ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπό τε τούτων τῶν λόγων πέπεισμαι, καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν· χαίρειν οὖν ἐάσας τὰς τιμὰς τὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι ὡς ἂν δύνωμαι βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνῄσκω ἀποθνῄσκειν. παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθʼ ὅσον δύναμαι, καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι, καὶ ὀνειδίζω σοι ὅτι οὐχ οἷός τʼ ἔσῃ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις ἣν νυνδὴ ἐγὼ ἔλεγον,

who had the power. No, Callicles, the very bad men come from the class of those who have power. And yet in that very class there may arise good men, and worthy of all admiration they are, for where there is great power to do wrong, to live and to die justly is a hard thing, and greatly to be praised, and few there are who attain to this. Such good and true men, however, there have been, and will be again, at Athens and in other states, who have fulfilled their trust righteously; and there is one who is quite famous all over Hellas, Aristeides, the son of Lysimachus. But, in general, great men are also bad, my friend.

As I was saying, Rhadamanthus, when he gets a soul of the bad kind, knows nothing about him, neither who he is, nor who his parents are; he knows only that he has got hold of a villain; and seeing this, he stamps him as curable or incurable, and sends him away to Tartarus, whither he goes and receives his proper recompense. Or, again, he looks with admiration on the soul of some just one who has lived in holiness and truth; he may have been a private man or not; and I should say, Callicles, that he is most likely to have been a philosopher who has done his own work, and not troubled himself with the doings of other men in his lifetime; him Rhadamanthus sends to the Islands of the Blessed. Aeacus does the same; and they both have sceptres, and judge; but Minos alone has a golden sceptre and is seated looking on, as Odysseus in Homer declares that he saw him:

“Holding a sceptre of gold, and giving laws to the dead.”

Now I, Callicles, am persuaded of the truth of these things, and I consider how I shall present my soul whole and undefiled before the judge in that day. Renouncing the honours at which the world aims, I desire only to know the truth, and to live as well as I can, and, when I die, to die as well as I can. And, to the utmost of my power, I exhort all other men to do the same. And, in return for your exhortation of me, I exhort you also to take part in the great combat, which is the combat of life, and greater than every other earthly conflict. And I retort your reproach of me, and say, that you will not be able to help yourself when the day of trial and judgment, of which I was speaking, comes upon you; you will go before the judge, the son of Aegina, and, when he has got you in his grip and is carrying you off, you

ΣΩ. ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστήν, τὸν τῆς Αἰγίνης ὑόν, ἐπειδάν σου ἐπιλαβόμενος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ. τάχα δʼ οὖν ταῦτα μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ γραὸς καὶ καταφρονεῖς αὐτῶν, καὶ οὐδέν γʼ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πῃ ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν· νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων. ἀλλʼ ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶν τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν ἀλλὰ τὸ εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ· ἐὰν δέ τις κατά τι κακὸς γίγνηται, κολαστέος ἐστί, καὶ τοῦτο δεύτερον ἀγαθὸν μετὰ τὸ εἶναι δίκαιον, τὸ γίγνεσθαι καὶ κολαζόμενον διδόναι δίκην· καὶ πᾶσαν κολακείαν καὶ τὴν περὶ ἑαυτὸν καὶ τὴν περὶ τοὺς ἄλλους, καὶ περὶ ὀλίγους καὶ περὶ πολλούς, φευκτέον· καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί, καὶ τῇ ἄλλῃ πάσῃ πράξει. ἐμοὶ οὖν πειθόμενος ἀκολούθησον ἐνταῦθα, οἷ ἀφικόμενος εὐδαιμονήσεις καὶ ζῶν καὶ τελευτήσας, ὡς ὁ λόγος σημαίνει. καὶ ἔασόν τινά σου καταφρονῆσαι ὡς ἀνοήτου καὶ προπηλακίσαι, ἐὰν βούληται, καὶ ναὶ μὰ Δία σύ γε θαρρῶν πατάξαι τὴν ἄτιμον ταύτην πληγήν· οὐδὲν γὰρ δεινὸν πείσῃ, ἐὰν τῷ ὄντι ᾖς καλὸς κἀγαθός, ἀσκῶν ἀρετήν. κἄπειτα οὕτω κοινῇ ἀσκήσαντες, τότε ἤδη, ἐὰν δοκῇ χρῆναι, ἐπιθησόμεθα τοῖς πολιτικοῖς, ἢ ὁποῖον ἄν τι ἡμῖν δοκῇ, τότε βουλευσόμεθα, βελτίους ὄντες βουλεύεσθαι ἢ νῦν. αἰσχρὸν γὰρ ἔχοντάς γε ὡς νῦν φαινόμεθα ἔχειν, ἔπειτα νεανιεύεσθαι ὡς τὶ ὄντας, οἷς οὐδέποτε ταὐτὰ δοκεῖ περὶ τῶν αὐτῶν, καὶ ταῦτα περὶ τῶν μεγίστων—εἰς τοσοῦτον ἥκομεν ἀπαιδευσίας—ὥσπερ οὖν ἡγεμόνι τῷ λόγῳ χρησώμεθα τῷ νῦν παραφανέντι, ὃς ἡμῖν σημαίνει ὅτι οὗτος ὁ τρόπος ἄριστος τοῦ βίου, καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἀσκοῦντας καὶ ζῆν καὶ τεθνάναι. τούτῳ οὖν ἑπώμεθα, καὶ τοὺς ἄλλους παρακαλῶμεν, μὴ ἐκείνῳ, ᾧ σὺ πιστεύων ἐμὲ παρακαλεῖς· ἔστι γὰρ οὐδενὸς ἄξιος ὦ Καλλίκλεις.

will gape and your head will swim round, just as mine would in the courts of this world, and very likely some one will shamefully box you on the ears, and put upon you any sort of insult.

Perhaps this may appear to you to be only an old wife’s tale, which you will contemn. And there might be reason in your contemning such tales, if by searching we could find out anything better or truer: but now you see that you and Polus and Gorgias, who are the three wisest of the Greeks of our day, are not able to show that we ought to live any life which does not profit in another world as well as in this. And of all that has been said, nothing remains unshaken but the saying, that to do injustice is more to be avoided than to suffer injustice, and that the reality and not the appearance of virtue is to be followed above all things, as well in public as in private life; and that when any one has been wrong in anything, he is to be chastised, and that the next best thing to a man being just is that he should become just, and be chastised and punished; also that he should avoid all flattery of himself as well as of others, of the few or of the many: and rhetoric and any other art should be used by him, and all his actions should be done always, with a view to justice.

Follow me then, and I will lead you where you will be happy in life and after death, as the argument shows. And never mind if some one despises you as a fool, and insults you, if he has a mind; let him strike you, by Zeus, and do you be of good cheer, and do not mind the insulting blow, for you will never come to any harm in the practice of virtue, if you are a really good and true man. When we have practised virtue together, we will apply ourselves to politics, if that seems desirable, or we will advise about whatever else may seem good to us, for we shall be better able to judge then. In our present condition we ought not to give ourselves airs, for even on the most important subjects we are always changing our minds; so utterly stupid are we! Let us, then, take the argument as our guide, which has revealed to us that the best way of life is to practise justice and every virtue in life and death. This way let us go; and in this exhort all men to follow, not in the way to which you trust and in which you exhort me to follow you; for that way, Callicles, is nothing worth.

People and places in this passage

English translation by Benjamin Jowett (1892). Original text: Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus); English: Benjamin Jowett (trans.), The Dialogues of Plato, 3rd edition, Oxford: Clarendon Press, 1892.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.