Plato · Gorgias Γοργίας

Plato, Gorgias 483a–486e: Callicles: nature against convention, the stronger and the uselessness of philosophy

Callicles says that Polus and Gorgias were tricked because convention and nature are at variance, and the many make laws for themselves, calling it shameful to want more, but nature shows that the better and stronger should have more. He cites Xerxes and his father's invasion of the Scythians, and says that Pindar's saying that law is king of all means that Heracles drove off the oxen of Geryon by natural right. He says that philosophy is a graceful thing in youth, but that a man who goes on with it into later life becomes ridiculous, and cannot speak in the courts or assemblies, and may be slapped on the face with impunity. He quotes the Antiope of Euripides, in which Zethus tells Amphion to leave music and take up the affairs of life, and says that he speaks to Socrates as a friend.

Sections 483a–486e · 1681 words · click a number to copy its link

ΚΑΛ. ὡς τὰ πολλὰ δὲ ταῦτα ἐναντίʼ ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος· ἐὰν οὖν τις αἰσχύνηται καὶ μὴ τολμᾷ λέγειν ἅπερ νοεῖ, ἀναγκάζεται ἐναντία λέγειν. ὃ δὴ καὶ σὺ τοῦτο τὸ σοφὸν κατανενοηκὼς κακουργεῖς ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ νόμον λέγῃ, κατὰ φύσιν ὑπερωτῶν, ἐὰν δὲ τὰ τῆς φύσεως, τὰ τοῦ νόμου. ὥσπερ αὐτίκα ἐν τούτοις, τῷ ἀδικεῖν τε καὶ τῷ ἀδικεῖσθαι, Πώλου τὸ κατὰ νόμον αἴσχιον λέγοντος, σὺ τὸν λόγον ἐδιώκαθες κατὰ φύσιν. φύσει μὲν γὰρ πᾶν αἴσχιόν ἐστιν ὅπερ καὶ κάκιον, τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν. οὐδὲ γὰρ ἀνδρὸς τοῦτό γʼ ἐστὶν τὸ πάθημα, τὸ ἀδικεῖσθαι, ἀλλʼ ἀνδραπόδου τινὸς ᾧ κρεῖττόν ἐστιν τεθνάναι ἢ ζῆν, ὅστις ἀδικούμενος καὶ προπηλακιζόμενος μὴ οἷός τέ ἐστιν αὐτὸς αὑτῷ βοηθεῖν μηδὲ ἄλλῳ οὗ ἂν κήδηται. ἀλλʼ οἶμαι οἱ τιθέμενοι τοὺς νόμους οἱ ἀσθενεῖς ἄνθρωποί εἰσιν καὶ οἱ πολλοί. πρὸς αὑτοὺς οὖν καὶ τὸ αὑτοῖς συμφέρον τούς τε νόμους τίθενται καὶ τοὺς ἐπαίνους ἐπαινοῦσιν καὶ τοὺς ψόγους ψέγουσιν· ἐκφοβοῦντες τοὺς ἐρρωμενεστέρους τῶν ἀνθρώπων καὶ δυνατοὺς ὄντας πλέον ἔχειν, ἵνα μὴ αὐτῶν πλέον ἔχωσιν, λέγουσιν ὡς αἰσχρὸν καὶ ἄδικον τὸ πλεονεκτεῖν, καὶ τοῦτό ἐστιν τὸ ἀδικεῖν, τὸ πλέον τῶν ἄλλων ζητεῖν ἔχειν· ἀγαπῶσι γὰρ οἶμαι αὐτοὶ ἂν τὸ ἴσον ἔχωσιν φαυλότεροι ὄντες. διὰ ταῦτα δὴ νόμῳ μὲν τοῦτο ἄδικον καὶ αἰσχρὸν λέγεται, τὸ πλέον ζητεῖν ἔχειν τῶν πολλῶν, καὶ ἀδικεῖν αὐτὸ καλοῦσιν· ἡ δέ γε οἶμαι φύσις αὐτὴ ἀποφαίνει αὐτό, ὅτι δίκαιόν ἐστιν τὸν ἀμείνω τοῦ χείρονος πλέον ἔχειν καὶ τὸν δυνατώτερον τοῦ ἀδυνατωτέρου. δηλοῖ δὲ ταῦτα πολλαχοῦ ὅτι οὕτως ἔχει, καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ τῶν ἀνθρώπων ἐν ὅλαις ταῖς πόλεσι καὶ τοῖς γένεσιν, ὅτι οὕτω τὸ δίκαιον κέκριται, τὸν κρείττω τοῦ ἥττονος ἄρχειν καὶ πλέον ἔχειν. ἐπεὶ ποίῳ δικαίῳ χρώμενος Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν ἢ ὁ πατὴρ αὐτοῦ ἐπὶ Σκύθας; ἢ ἄλλα μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν. ἀλλʼ οἶμαι οὗτοι κατὰ φύσιν τὴν τοῦ δικαίου ταῦτα πράττουσιν, καὶ ναὶ μὰ Δία κατὰ νόμον γε τὸν τῆς φύσεως, οὐ μέντοι ἴσως κατὰ τοῦτον ὃν ἡμεῖς τιθέμεθα·

Convention and nature are generally at variance with one another: and hence, if a person is too modest to say what he thinks, he is compelled to contradict himself; and you, in your ingenuity perceiving the advantage to be thereby gained, slyly ask of him who is arguing conventionally a question which is to be determined by the rule of nature; and if he is talking of the rule of nature, you slip away to custom: as, for instance, you did in this very discussion about doing and suffering injustice. When Polus was speaking of the conventionally dishonourable, you assailed him from the point of view of nature; for by the rule of nature, to suffer injustice is the greater disgrace because the greater evil; but conventionally, to do evil is the more disgraceful. For the suffering of injustice is not the part of a man, but of a slave, who indeed had better die than live; since when he is wronged and trampled upon, he is unable to help himself, or any other about whom he cares. The reason, as I conceive, is that the makers of laws are the majority who are weak; and they make laws and distribute praises and censures with a view to themselves and to their own interests; and they terrify the stronger sort of men, and those who are able to get the better of them, in order that they may not get the better of them; and they say, that dishonesty is shameful and unjust; meaning, by the word injustice, the desire of a man to have more than his neighbours; for knowing their own inferiority, I suspect that they are too glad of equality. And therefore the endeavour to have more than the many, is conventionally said to be shameful and unjust, and is called injustice, whereas nature herself intimates that it is just for the better to have more than the worse, the more powerful than the weaker; and in many ways she shows, among men as well as among animals, and indeed among whole cities and races, that justice consists in the superior ruling over and having more than the inferior. For on what principle of justice did Xerxes invade Hellas, or his father the Scythians? (not to speak of numberless other examples). Nay, but these are the men who act according to nature; yes, by Heaven, and according to the law of nature: not, perhaps, according to that artificial law, which we invent and impose upon our fellows, of whom we take the best and strongest from their youth upwards, and tame them like young lions,—charming them with the sound

ΚΑΛ. πλάττοντες τοὺς βελτίστους καὶ ἐρρωμενεστάτους ἡμῶν αὐτῶν, ἐκ νέων λαμβάνοντες, ὥσπερ λέοντας, κατεπᾴδοντές τε καὶ γοητεύοντες καταδουλούμεθα λέγοντες ὡς τὸ ἴσον χρὴ ἔχειν καὶ τοῦτό ἐστιν τὸ καλὸν καὶ τὸ δίκαιον. ἐὰν δέ γε οἶμαι φύσιν ἱκανὴν γένηται ἔχων ἀνήρ, πάντα ταῦτα ἀποσεισάμενος καὶ διαρρήξας καὶ διαφυγών, καταπατήσας τὰ ἡμέτερα γράμματα καὶ μαγγανεύματα καὶ ἐπῳδὰς καὶ νόμους τοὺς παρὰ φύσιν ἅπαντας, ἐπαναστὰς ἀνεφάνη δεσπότης ἡμέτερος ὁ δοῦλος, καὶ ἐνταῦθα ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον. δοκεῖ δέ μοι καὶ Πίνδαρος ἅπερ ἐγὼ λέγω ἐνδείκνυσθαι ἐν τῷ ᾁσματι ἐν ᾧ λέγει ὅτι—νόμος ὁ πάντων βασιλεὺς / θνατῶν τε καὶ ἀθανάτων· / οὗτος δὲ δή, φησίν,—ἄγει δικαιῶν τὸ βιαιότατον / ὑπερτάτᾳ χειρί· τεκμαίρομαι / ἔργοισιν Ἡρακλέος, ἐπεὶ—ἀπριάτας— / λέγει οὕτω πως—τὸ γὰρ ᾆσμα οὐκ ἐπίσταμαι—λέγει δʼ ὅτι οὔτε πριάμενος οὔτε δόντος τοῦ Γηρυόνου ἠλάσατο τὰς βοῦς, ὡς τούτου ὄντος τοῦ δικαίου φύσει, καὶ βοῦς καὶ τἆλλα κτήματα εἶναι πάντα τοῦ βελτίονός τε καὶ κρείττονος τὰ τῶν χειρόνων τε καὶ ἡττόνων.τὸ μὲν οὖν ἀληθὲς οὕτως ἔχει, γνώσῃ δέ, ἂν ἐπὶ τὰ μείζω ἔλθῃς ἐάσας ἤδη φιλοσοφίαν. φιλοσοφία γάρ τοί ἐστιν, ὦ Σώκρατες, χαρίεν, ἄν τις αὐτοῦ μετρίως ἅψηται ἐν τῇ ἡλικίᾳ· ἐὰν δὲ περαιτέρω τοῦ δέοντος ἐνδιατρίψῃ, διαφθορὰ τῶν ἀνθρώπων. ἐὰν γὰρ καὶ πάνυ εὐφυὴς ᾖ καὶ πόρρω τῆς ἡλικίας φιλοσοφῇ, ἀνάγκη πάντων ἄπειρον γεγονέναι ἐστὶν ὧν χρὴ ἔμπειρον εἶναι τὸν μέλλοντα καλὸν κἀγαθὸν καὶ εὐδόκιμον ἔσεσθαι ἄνδρα. καὶ γὰρ τῶν νόμων ἄπειροι γίγνονται τῶν κατὰ τὴν πόλιν, καὶ τῶν λόγων οἷς δεῖ χρώμενον ὁμιλεῖν ἐν τοῖς συμβολαίοις τοῖς ἀνθρώποις καὶ ἰδίᾳ καὶ δημοσίᾳ, καὶ τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν τῶν ἀνθρωπείων, καὶ συλλήβδην τῶν ἠθῶν παντάπασιν ἄπειροι γίγνονται. ἐπειδὰν οὖν ἔλθωσιν εἴς τινα ἰδίαν ἢ πολιτικὴν πρᾶξιν, καταγέλαστοι γίγνονται, ὥσπερ γε οἶμαι οἱ πολιτικοί, ἐπειδὰν αὖ εἰς τὰς ὑμετέρας διατριβὰς ἔλθωσιν καὶ τοὺς λόγους, καταγέλαστοί εἰσιν.

of the voice, and saying to them, that with equality they must be content, and that the equal is the honourable and the just. But if there were a man who had sufficient force, he would shake off and break through, and escape from all this; he would trample under foot all our formulas and spells and charms, and all our laws which are against nature: the slave would rise in rebellion and be lord over us, and the light of natural justice would shine forth. And this I take to be the sentiment of Pindar, when he says in his poem, that

“Law is the king of all, of mortals as well as of immortals;”

this, as he says,

“Makes might to be right, doing violence with highest hand; as I infer from the deeds of Heracles, for without buying them—” —I do not remember the exact words, but the meaning is, that without buying them, and without their being given to him, he carried off the oxen of Geryon, according to the law of natural right, and that the oxen and other possessions of the weaker and inferior properly belong to the stronger and superior. And this is true, as you may ascertain, if you will leave philosophy and go on to higher things: for philosophy, Socrates, if pursued in moderation and at the proper age, is an elegant accomplishment, but too much philosophy is the ruin of human life. Even if a man has good parts, still, if he carries philosophy into later life, he is necessarily ignorant of all those things which a gentleman and a person of honour ought to know; he is inexperienced in the laws of the State, and in the language which ought to be used in the dealings of man with man, whether private or public, and utterly ignorant of the pleasures and desires of mankind and of human character in general. And people of this sort, when they betake themselves to politics or business, are as ridiculous as I imagine the politicians to be, when they make their appearance in the arena of philosophy. For, as Euripides says,

“Every man shines in that and pursues that, and devotes the greatest portion of the day to that in which he most excels,”

ΚΑΛ. συμβαίνει γὰρ τὸ τοῦ Εὐριπίδου· λαμπρός τέ ἐστιν ἕκαστος ἐν τούτῳ, καὶ ἐπὶ τοῦτʼ ἐπείγεται,νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, / ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν· / ὅπου δʼ ἂν φαῦλος ᾖ, ἐντεῦθεν φεύγει καὶ λοιδορεῖ τοῦτο, τὸ δʼ ἕτερον ἐπαινεῖ, εὐνοίᾳ τῇ ἑαυτοῦ, ἡγούμενος οὕτως αὐτὸς ἑαυτὸν ἐπαινεῖν. ἀλλʼ οἶμαι τὸ ὀρθότατόν ἐστιν ἀμφοτέρων μετασχεῖν. φιλοσοφίας μὲν ὅσον παιδείας χάριν καλὸν μετέχειν, καὶ οὐκ αἰσχρὸν μειρακίῳ ὄντι φιλοσοφεῖν· ἐπειδὰν δὲ ἤδη πρεσβύτερος ὢν ἄνθρωπος ἔτι φιλοσοφῇ, καταγέλαστον, ὦ Σώκρατες, τὸ χρῆμα γίγνεται, καὶ ἔγωγε ὁμοιότατον πάσχω πρὸς τοὺς φιλοσοφοῦντας ὥσπερ πρὸς τοὺς ψελλιζομένους καὶ παίζοντας. ὅταν μὲν γὰρ παιδίον ἴδω, ᾧ ἔτι προσήκει διαλέγεσθαι οὕτω, ψελλιζόμενον καὶ παῖζον, χαίρω τε καὶ χαρίεν μοι φαίνεται καὶ ἐλευθέριον καὶ πρέπον τῇ τοῦ παιδίου ἡλικίᾳ, ὅταν δὲ σαφῶς διαλεγομένου παιδαρίου ἀκούσω, πικρόν τί μοι δοκεῖ χρῆμα εἶναι καὶ ἀνιᾷ μου τὰ ὦτα καί μοι δοκεῖ δουλοπρεπές τι εἶναι· ὅταν δὲ ἀνδρὸς ἀκούσῃ τις ψελλιζομένου ἢ παίζοντα ὁρᾷ, καταγέλαστον φαίνεται καὶ ἄνανδρον καὶ πληγῶν ἄξιον. ταὐτὸν οὖν ἔγωγε τοῦτο πάσχω καὶ πρὸς τοὺς φιλοσοφοῦντας. παρὰ νέῳ μὲν γὰρ μειρακίῳ ὁρῶν φιλοσοφίαν ἄγαμαι, καὶ πρέπειν μοι δοκεῖ, καὶ ἡγοῦμαι ἐλεύθερόν τινα εἶναι τοῦτον τὸν ἄνθρωπον, τὸν δὲ μὴ φιλοσοφοῦντα ἀνελεύθερον καὶ οὐδέποτε οὐδενὸς ἀξιώσοντα ἑαυτὸν οὔτε καλοῦ οὔτε γενναίου πράγματος· ὅταν δὲ δὴ πρεσβύτερον ἴδω ἔτι φιλοσοφοῦντα καὶ μὴ ἀπαλλαττόμενον, πληγῶν μοι δοκεῖ ἤδη δεῖσθαι, ὦ Σώκρατες, οὗτος ὁ ἀνήρ. ὃ γὰρ νυνδὴ ἔλεγον, ὑπάρχει τούτῳ τῷ ἀνθρώπῳ, κἂν πάνυ εὐφυὴς ᾖ, ἀνάνδρῳ γενέσθαι φεύγοντι τὰ μέσα τῆς πόλεως καὶ τὰς ἀγοράς, ἐν αἷς ἔφη ὁ ποιητὴς τοὺς ἄνδρας ἀριπρεπεῖς γίγνεσθαι, καταδεδυκότι δὲ τὸν λοιπὸν βίον βιῶναι μετὰ μειρακίων ἐν γωνίᾳ τριῶν ἢ τεττάρων ψιθυρίζοντα, ἐλεύθερον δὲ καὶ μέγα καὶ ἱκανὸν μηδέποτε φθέγξασθαι. ἐγὼ δέ, ὦ Σώκρατες, πρὸς σὲ ἐπιεικῶς ἔχω φιλικῶς· κινδυνεύω οὖν πεπονθέναι νῦν ὅπερ ὁ Ζῆθος πρὸς τὸν Ἀμφίονα ὁ Εὐριπίδου, οὗπερ ἐμνήσθην.

but anything in which he is inferior, he avoids and depreciates, and praises the opposite from partiality to himself, and because he thinks that he will thus praise himself. The true principle is to unite them. Philosophy, as a part of education, is an excellent thing, and there is no disgrace to a man while he is young in pursuing such a study; but when he is more advanced in years, the thing becomes ridiculous, and I feel towards philosophers as I do towards those who lisp and imitate children. For I love to see a little child, who is not of an age to speak plainly, lisping at his play; there is an appearance of grace and freedom in his utterance, which is natural to his childish years. But when I hear some small creature carefully articulating its words, I am offended; the sound is disagreeable, and has to my ears the twang of slavery. So when I hear a man lisping, or see him playing like a child, his behaviour appears to me ridiculous and unmanly and worthy of stripes. And I have the same feeling about students of philosophy; when I see a youth thus engaged,—the study appears to me to be in character, and becoming a man of liberal education, and him who neglects philosophy I regard as an inferior man, who will never aspire to anything great or noble. But if I see him continuing the study in later life, and not leaving off, I should like to beat him, Socrates; for, as I was saying, such a one, even though he have good natural parts, becomes effeminate. He flies from the busy centre and the market-place, in which, as the poet says, men become distinguished; he creeps into a corner for the rest of his life, and talks in a whisper with three or four admiring youths, but never speaks out like a freeman in a satisfactory manner. Now I, Socrates, am very well inclined towards you, and my feeling may be compared with that of Zethus towards Amphion, in the play of Euripides, whom I was mentioning just now: for I am disposed to say to you much what Zethus said to his brother, that you, Socrates, are careless about the things of which you ought to be careful; and that you

“Who have a soul so noble, are remarkable for a puerile exterior; Neither in a court of justice could you state a case, or give any reason or proof, Or offer valiant counsel on another’s behalf.”

And you must not be offended, my dear Socrates, for I am speaking out of good-will towards you, if I ask whether you are not ashamed of being thus defenceless; which I affirm to be the condition not of you only but of all those who will carry the study of philosophy too far. For suppose that some one were to take you, or any one of your sort, off to pr

ΚΑΛ. καὶ γὰρ ἐμοὶ τοιαῦτʼ ἄττα ἐπέρχεται πρὸς σὲ λέγειν, οἷάπερ ἐκεῖνος πρὸς τὸν ἀδελφόν, ὅτι «ἀμελεῖς, ὦ Σώκρατες, ὧν δεῖ σε ἐπιμελεῖσθαι, καὶ φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ διατρέπεις μορφώματι, καὶ οὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν ὀρθῶς λόγον, οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν ἂν λάβοις, οὔθʼ ὑπὲρ ἄλλου νεανικὸν βούλευμα βουλεύσαιο.» καίτοι, ὦ φίλε Σώκρατες—καί μοι μηδὲν ἀχθεσθῇς· εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ—οὐκ αἰσχρὸν δοκεῖ σοι εἶναι οὕτως ἔχειν ὡς ἐγὼ σὲ οἶμαι ἔχειν καὶ τοὺς ἄλλους τοὺς πόρρω ἀεὶ φιλοσοφίας ἐλαύνοντας; νῦν γὰρ εἴ τις σοῦ λαβόμενος ἢ ἄλλου ὁτουοῦν τῶν τοιούτων εἰς τὸ δεσμωτήριον ἀπάγοι, φάσκων ἀδικεῖν μηδὲν ἀδικοῦντα, οἶσθʼ ὅτι οὐκ ἂν ἔχοις ὅτι χρήσαιο σαυτῷ, ἀλλʼ ἰλιγγιῴης ἂν καὶ χασμῷο οὐκ ἔχων ὅτι εἴποις, καὶ εἰς τὸ δικαστήριον ἀναβάς, κατηγόρου τυχὼν πάνυ φαύλου καὶ μοχθηροῦ, ἀποθάνοις ἄν, εἰ βούλοιτο θανάτου σοι τιμᾶσθαι. καίτοι πῶς σοφὸν τοῦτό ἐστιν, ὦ Σώκρατες, ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα, μήτε αὐτὸν αὑτῷ δυνάμενον βοηθεῖν μηδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων μήτε ἑαυτὸν μήτε ἄλλον μηδένα, ὑπὸ δὲ τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει; τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην. ἀλλʼ ὠγαθέ, ἐμοὶ πείθου, παῦσαι δὲ ἐλέγχων, πραγμάτων δʼ εὐμουσίαν ἄσκει, καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς, εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις· ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ ταῦτα, ἀλλʼ οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.

ΣΩ. εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἅσμενον εὑρεῖν τούτων τινὰ τῶν λίθων ᾗ βασανίζουσιν τὸν χρυσόν, τὴν ἀρίστην, πρὸς ἥντινα ἔμελλον προσαγαγὼν αὐτήν, εἴ μοι ὁμολογήσειεν ἐκείνη καλῶς τεθεραπεῦσθαι τὴν ψυχήν, εὖ εἴσεσθαι ὅτι ἱκανῶς ἔχω καὶ οὐδέν με δεῖ ἄλλης βασάνου;

ΚΑΛ. πρὸς τί δὴ τοῦτο ἐρωτᾷς, ὦ Σώκρατες;

ΣΩ. ἐγώ σοι ἐρῶ· νῦν οἶμαι ἐγὼ σοὶ ἐντετυχηκὼς τοιούτῳ ἑρμαίῳ ἐντετυχηκέναι.

ΚΑΛ. τί δή;

ison, declaring that you had done wrong when you had done no wrong, you must allow that you would not know what to do:—there you would stand giddy and gaping, and not having a word to say; and when you went up before the Court, even if the accuser were a poor creature and not good for much, you would die if he were disposed to claim the penalty of death. And yet, Socrates, what is the value of

“An art which converts a man of sense into a fool,”

who is helpless, and has no power to save either himself or others, when he is in the greatest danger and is going to be despoiled by his enemies of all his goods, and has to live, simply deprived of his rights of citizenship?—he being a man who, if I may use the expression, may be boxed on the ears with impunity. Then, my good friend, take my advice, and refute no more:

“Learn the philosophy of business, and acquire the reputation of wisdom. But leave to others these niceties,”

whether they are to be described as follies or absurdities:

“For they will only Give you poverty for the inmate of your dwelling.”

Cease, then, emulating these paltry splitters of words, and emulate only the man of substance and honour, who is well to do.

Socrates. If my soul, Callicles, were made of gold, should I not rejoice to discover one of those stones with which they test gold, and the very best possible one to which I might bring my soul; and if the stone and I agreed in approving of her training, then I should know that I was in a satisfactory state, and that no other test was needed by me.

Callicles. What is your meaning, Socrates?

Socrates. I will tell you; I think that I have found in you the desired touchstone.

Callicles. Why?

Socrates. Because I am sure that if you agree with me in any of the opinions which my soul forms, I have at last found the truth indeed. For I consider that if a man is to make a

People and places in this passage

English translation by Benjamin Jowett (1892). Original text: Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus); English: Benjamin Jowett (trans.), The Dialogues of Plato, 3rd edition, Oxford: Clarendon Press, 1892.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.