ΣΩ. ἀλλὰ μὲν δὴ καὶ ὥς γε σὺ λέγεις δεινὸς ὁ βίος. οὐ γάρ τοι θαυμάζοιμʼ ἂν εἰ Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων—τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, / τὸ κατθανεῖν δὲ ζῆν; […] / καὶ ἡμεῖς τῷ ὄντι ἴσως τέθναμεν· ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν ὡς νῦν ἡμεῖς τέθναμεν καὶ τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο ἐν ᾧ ἐπιθυμίαι εἰσὶ τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν κομψὸς ἀνήρ, ἴσως Σικελός τις ἢ Ἰταλικός, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ πειστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους, τῶν δʼ ἀνοήτων τοῦτο τῆς ψυχῆς οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς τετρημένος εἴη πίθος, διὰ τὴν ἀπληστίαν ἀπεικάσας. τοὐναντίον δὴ οὗτος σοί, ὦ Καλλίκλεις, ἐνδείκνυται ὡς τῶν ἐν Ἅιδου—τὸ ἀιδὲς δὴ λέγων—οὗτοι ἀθλιώτατοι ἂν εἶεν, οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ τοιούτῳ τετρημένῳ κοσκίνῳ. τὸ δὲ κόσκινον ἄρα λέγει, ὡς ἔφη ὁ πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι· τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπῄκασεν τὴν τῶν ἀνοήτων ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν διʼ ἀπιστίαν τε καὶ λήθην. ταῦτʼ ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ὃ ἐγὼ βούλομαί σοι ἐνδειξάμενος, ἐάν πως οἷός τε ὦ, πεῖσαι μεταθέσθαι, ἀντὶ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς καὶ ἐξαρκούντως ἔχοντα βίον ἑλέσθαι. ἀλλὰ πότερον πείθω τί σε καὶ μετατίθεσθαι εὐδαιμονεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων, ἢ οὐδʼ ἂν ἄλλα πολλὰ τοιαῦτα μυθολογῶ, οὐδέν τι μᾶλλον μεταθήσῃ;
ΚΑΛ. τοῦτʼ ἀληθέστερον εἴρηκας, ὦ Σώκρατες.
ΣΩ. φέρε δή, ἄλλην σοι εἰκόνα λέγω ἐκ τοῦ αὐτοῦ γυμνασίου τῇ νῦν. σκόπει γὰρ εἰ τοιόνδε λέγεις περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου, ὁ δὲ μέλιτος, ὁ δὲ γάλακτος, καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολλῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα·
say that at this moment we are actually dead, and that the body (soma) is our tomb (sema), and that the part of the soul which is the seat of the desires is liable to be tossed about by words and blown up and down; and some ingenious person, probably a Sicilian or an Italian, playing with the word, invented a tale in which he called the soul—because of its believing and make-believe nature—a vessel (An untranslatable pun,—dia to pithanon te kai pistikon onomase pithon.), and the ignorant he called the uninitiated or leaky, and the place in the souls of the uninitiated in which the desires are seated, being the intemperate and incontinent part, he compared to a vessel full of holes, because it can never be satisfied. He is not of your way of thinking, Callicles, for he declares, that of all the souls in Hades, meaning the invisible world (aeides), these uninitiated or leaky persons are the most miserable, and that they pour water into a vessel which is full of holes out of a colander which is similarly perforated. The colander, as my informer assures me, is the soul, and the soul which he compares to a colander is the soul of the ignorant, which is likewise full of holes, and therefore incontinent, owing to a bad memory and want of faith. These notions are strange enough, but they show the principle which, if I can, I would fain prove to you; that you should change your mind, and, instead of the intemperate and insatiate life, choose that which is orderly and sufficient and has a due provision for daily needs. Do I make any impression on you, and are you coming over to the opinion that the orderly are happier than the intemperate? Or do I fail to persuade you, and, however many tales I rehearse to you, do you continue of the same opinion still?
Callicles. The latter, Socrates, is more like the truth.
Socrates. Well, I will tell you another image, which comes out of the same school:—Let me request you to consider how far you would accept this as an account of the two lives of the temperate and intemperate in a figure:—There are two men, both of whom have a number of casks; the one man has his casks sound and full, one of wine, another of honey, and a third of milk, besides others filled with other liquids, and the streams which fill them are few and scanty, and he can only obtain them with a great deal of toil and difficulty; but when his casks are once filled he has no need to feed them any more, and has no further trouble with them or care about them. The other, in like manner, can procure streams, though not without difficulty; but his vessels are leaky and unsoun
ΣΩ. ὁ μὲν οὖν ἕτερος πληρωσάμενος μήτʼ ἐποχετεύοι μήτε τι φροντίζοι, ἀλλʼ ἕνεκα τούτων ἡσυχίαν ἔχοι· τῷ δʼ ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ, δυνατὰ μὲν πορίζεσθαι, χαλεπὰ δέ, τὰ δʼ ἀγγεῖα τετρημένα καὶ σαθρά, ἀναγκάζοιτο δʼ ἀεὶ καὶ νύκτα καὶ ἡμέραν πιμπλάναι αὐτά, ἢ τὰς ἐσχάτας λυποῖτο λύπας· ἆρα τοιούτου ἑκατέρου ὄντος τοῦ βίου, λέγεις τὸν τοῦ ἀκολάστου εὐδαιμονέστερον εἶναι ἢ τὸν τοῦ κοσμίου; πείθω τί σε ταῦτα λέγων συγχωρῆσαι τὸν κόσμιον βίον τοῦ ἀκολάστου ἀμείνω εἶναι, ἢ οὐ πείθω;
ΚΑΛ. οὐ πείθεις, ὦ Σώκρατες. τῷ μὲν γὰρ πληρωσαμένῳ ἐκείνῳ οὐκέτʼ ἔστιν ἡδονὴ οὐδεμία, ἀλλὰ τοῦτʼ ἔστιν, ὃ νυνδὴ ἐγὼ ἔλεγον, τὸ ὥσπερ λίθον ζῆν, ἐπειδὰν πληρώσῃ, μήτε χαίροντα ἔτι μήτε λυπούμενον. ἀλλʼ ἐν τούτῳ ἐστὶν τὸ ἡδέως ζῆν, ἐν τῷ ὡς πλεῖστον ἐπιρρεῖν.
ΣΩ. οὐκοῦν ἀνάγκη γʼ, ἂν πολὺ ἐπιρρέῃ, πολὺ καὶ τὸ ἀπιὸν εἶναι, καὶ μεγάλʼ ἄττα τὰ τρήματα εἶναι ταῖς ἐκροαῖς;
ΚΑΛ. πάνυ μὲν οὖν.
ΣΩ. χαραδριοῦ τινα αὖ σὺ βίον λέγεις, ἀλλʼ οὐ νεκροῦ οὐδὲ λίθου. καί μοι λέγε· τὸ τοιόνδε λέγεις οἷον πεινῆν καὶ πεινῶντα ἐσθίειν;
ΚΑΛ. ἔγωγε.
ΣΩ. καὶ διψῆν γε καὶ διψῶντα πίνειν;
ΚΑΛ. λέγω, καὶ τὰς ἄλλας ἐπιθυμίας ἁπάσας ἔχοντα καὶ δυνάμενον πληροῦντα χαίροντα εὐδαιμόνως ζῆν.
ΣΩ. εὖγε, ὦ βέλτιστε· διατέλει γὰρ ὥσπερ ἤρξω, καὶ ὅπως μὴ ἀπαισχυνῇ. δεῖ δέ, ὡς ἔοικε, μηδʼ ἐμὲ ἀπαισχυνθῆναι. καὶ πρῶτον μὲν εἰπὲ εἰ καὶ ψωρῶντα καὶ κνησιῶντα, ἀφθόνως ἔχοντα τοῦ κνῆσθαι, κνώμενον διατελοῦντα τὸν βίον εὐδαιμόνως ἔστι ζῆν.
ΚΑΛ. ὡς ἄτοπος εἶ, ὦ Σώκρατες, καὶ ἀτεχνῶς δημηγόρος.
ΣΩ. τοιγάρτοι, ὦ Καλλίκλεις, Πῶλον μὲν καὶ Γοργίαν καὶ ἐξέπληξα καὶ αἰσχύνεσθαι ἐποίησα, σὺ δὲ οὐ μὴ ἐκπλαγῇς οὐδὲ μὴ αἰσχυνθῇς· ἀνδρεῖος γὰρ εἶ. ἀλλʼ ἀποκρίνου μόνον.
ΚΑΛ. φημὶ τοίνυν καὶ τὸν κνώμενον ἡδέως ἂν βιῶναι.
ΣΩ. οὐκοῦν εἴπερ ἡδέως, καὶ εὐδαιμόνως;
ΚΑΛ. πάνυ γε.
ΣΩ. πότερον εἰ τὴν κεφαλὴν μόνον κνησιῷ—ἢ ἔτι τί σε ἐρωτῶ; ὅρα, ὦ Καλλίκλεις, τί ἀποκρινῇ, ἐάν τίς σε τὰ ἐχόμενα τούτοις ἐφεξῆς ἅπαντα ἐρωτᾷ. καὶ τούτων τοιούτων ὄντων κεφάλαιον, ὁ τῶν κιναίδων βίος, οὗτος οὐ δεινὸς καὶ αἰσχρὸς καὶ ἄθλιος; ἢ τούτους τολμήσεις λέγειν εὐδαίμονας εἶναι, ἐὰν ἀφθόνως ἔχωσιν ὧν δέονται;
ΚΑΛ. οὐκ αἰσχύνῃ εἰς τοιαῦτα ἄγων, ὦ Σώκρατες, τοὺς λόγους;
d, and night and day he is compelled to be filling them, and if he pauses for a moment, he is in an agony of pain. Such are their respective lives:—And now would you say that the life of the intemperate is happier than that of the temperate? Do I not convince you that the opposite is the truth?
Callicles. You do not convince me, Socrates, for the one who has filled himself has no longer any pleasure left; and this, as I was just now saying, is the life of a stone: he has neither joy nor sorrow after he is once filled; but the pleasure depends on the superabundance of the influx.
Socrates. But the more you pour in, the greater the waste; and the holes must be large for the liquid to escape.
Callicles. Certainly.
Socrates. The life which you are now depicting is not that of a dead man, or of a stone, but of a cormorant; you mean that he is to be hungering and eating?
Callicles. Yes.
Socrates. And he is to be thirsting and drinking?
Callicles. Yes, that is what I mean; he is to have all his desires about him, and to be able to live happily in the gratification of them.
Socrates. Capital, excellent; go on as you have begun, and have no shame; I, too, must disencumber myself of shame: and first, will you tell me whether you include itching and scratching, provided you have enough of them and pass your life in scratching, in your notion of happiness?
Callicles. What a strange being you are, Socrates! a regular mob-orator.
Socrates. That was the reason, Callicles, why I scared Polus and Gorgias, until they were too modest to say what they thought; but you will not be too modest and will not be scared, for you are a brave man. And now, answer my question.
Callicles. I answer, that even the scratcher would live pleasantly.
Socrates. And if pleasantly, then also happily?
Callicles. To be sure.
Socrates. But what if the itching is not confined to the head? Shall I pursue the question? And here, Callicles, I would have you consider how you would reply if consequences are pressed upon you, especially if in the last resort you are asked, whether the life of a catamite is not terrible, foul, miserable? Or would you venture to say, that they too are happy, if they only get enough of what they want?
Callicles. Are you not ashamed, Socrates, of introducing such topics into the argument?
Socrates. Well, my fine friend, but am I the introducer of these topics, or he who says without any qualification that all who feel pleasure in whatever manner are happy, and who admits of no distinction between good and bad pleasures? And I
ΣΩ. ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν, εὐδαίμονας εἶναι, καὶ μὴ διορίζηται τῶν ἡδονῶν ὁποῖαι ἀγαθαὶ καὶ κακαί; ἀλλʼ ἔτι καὶ νῦν λέγε πότερον φῂς εἶναι τὸ αὐτὸ ἡδὺ καὶ ἀγαθόν, ἢ εἶναί τι τῶν ἡδέων ὃ οὐκ ἔστιν ἀγαθόν;
ΚΑΛ. ἵνα δή μοι μὴ ἀνομολογούμενος ᾖ ὁ λόγος, ἐὰν ἕτερον φήσω εἶναι, τὸ αὐτό φημι εἶναι.
ΣΩ. διαφθείρεις, ὦ Καλλίκλεις, τοὺς πρώτους λόγους, καὶ οὐκ ἂν ἔτι μετʼ ἐμοῦ ἱκανῶς τὰ ὄντα ἐξετάζοις, εἴπερ παρὰ τὰ δοκοῦντα σαυτῷ ἐρεῖς.
ΚΑΛ. καὶ γὰρ σύ, ὦ Σώκρατες.
ΣΩ. οὐ τοίνυν ὀρθῶς ποιῶ οὔτʼ ἐγώ, εἴπερ ποιῶ τοῦτο, οὔτε σύ. ἀλλʼ, ὦ μακάριε, ἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν, τὸ πάντως χαίρειν· ταῦτά τε γὰρ τὰ νυνδὴ αἰνιχθέντα πολλὰ καὶ αἰσχρὰ φαίνεται συμβαίνοντα, εἰ τοῦτο οὕτως ἔχει, καὶ ἄλλα πολλά.
ΚΑΛ. ὡς σύ γε οἴει, ὦ Σώκρατες.
ΣΩ. σὺ δὲ τῷ ὄντι, ὦ Καλλίκλεις, ταῦτα ἰσχυρίζῃ;
ΚΑΛ. ἔγωγε.
ΣΩ. ἐπιχειρῶμεν ἄρα τῷ λόγῳ ὡς σοῦ σπουδάζοντος;
ΚΑΛ. πάνυ γε σφόδρα.
ΣΩ. ἴθι δή μοι, ἐπειδὴ οὕτω δοκεῖ, διελοῦ τάδε· ἐπιστήμην που καλεῖς τι;
ΚΑΛ. ἔγωγε.
ΣΩ. οὐ καὶ ἀνδρείαν νυνδὴ ἔλεγές τινα εἶναι μετὰ ἐπιστήμης;
ΚΑΛ. ἔλεγον γάρ.
ΣΩ. ἄλλο τι οὖν ὡς ἕτερον τὴν ἀνδρείαν τῆς ἐπιστήμης δύο ταῦτα ἔλεγες;
ΚΑΛ. σφόδρα γε.
ΣΩ. τί δέ; ἡδονὴν καὶ ἐπιστήμην ταὐτὸν ἢ ἕτερον;
ΚΑΛ. ἕτερον δήπου, ὦ σοφώτατε σύ.
ΣΩ. ἦ καὶ ἀνδρείαν ἑτέραν ἡδονῆς;
ΚΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. φέρε δὴ ὅπως μεμνησόμεθα ταῦτα, ὅτι Καλλικλῆς ἔφη Ἀχαρνεὺς ἡδὺ μὲν καὶ ἀγαθὸν ταὐτὸν εἶναι, ἐπιστήμην δὲ καὶ ἀνδρείαν καὶ ἀλλήλων καὶ τοῦ ἀγαθοῦ ἕτερον.
ΚΑΛ. Σωκράτης δέ γε ἡμῖν ὁ Ἀλωπεκῆθεν οὐχ ὁμολογεῖ ταῦτα. ἢ ὁμολογεῖ;
ΣΩ. οὐχ ὁμολογεῖ· οἶμαι δέ γε οὐδὲ Καλλικλῆς, ὅταν αὐτὸς αὑτὸν θεάσηται ὀρθῶς. εἰπὲ γάρ μοι, τοὺς εὖ πράττοντας τοῖς κακῶς πράττουσιν οὐ τοὐναντίον ἡγῇ πάθος πεπονθέναι;
ΚΑΛ. ἔγωγε.
ΣΩ. ἆρʼ οὖν, εἴπερ ἐναντία ἐστὶν ταῦτα ἀλλήλοις, ἀνάγκη περὶ αὐτῶν ἔχειν ὥσπερ περὶ ὑγιείας ἔχει καὶ νόσου; οὐ γὰρ ἅμα δήπου ὑγιαίνει τε καὶ νοσεῖ ὁ ἄνθρωπος, οὐδὲ ἅμα ἀπαλλάττεται ὑγιείας τε καὶ νόσου.
ΚΑΛ. πῶς λέγεις;
would still ask, whether you say that pleasure and good are the same, or whether there is some pleasure which is not a good?
Callicles. Well, then, for the sake of consistency, I will say that they are the same.
Socrates. You are breaking the original agreement, Callicles, and will no longer be a satisfactory companion in the search after truth, if you say what is contrary to your real opinion.
Callicles. Why, that is what you are doing too, Socrates.
Socrates. Then we are both doing wrong. Still, my dear friend, I would ask you to consider whether pleasure, from whatever source derived, is the good; for, if this be true, then the disagreeable consequences which have been darkly intimated must follow, and many others.
Callicles. That, Socrates, is only your opinion.
Socrates. And do you, Callicles, seriously maintain what you are saying?
Callicles. Indeed I do.
Socrates. Then, as you are in earnest, shall we proceed with the argument?
Callicles. By all means.
Socrates. Well, if you are willing to proceed, determine this question for me:—There is something, I presume, which you would call knowledge?
Callicles. There is.
Socrates. And were you not saying just now, that some courage implied knowledge?
Callicles. I was.
Socrates. And you were speaking of courage and knowledge as two things different from one another?
Callicles. Certainly I was.
Socrates. And would you say that pleasure and knowledge are the same, or not the same?
Callicles. Not the same, O man of wisdom.
Socrates. And would you say that courage differed from pleasure?
Callicles. Certainly.
Socrates. Well, then, let us remember that Callicles, the Acharnian, says that pleasure and good are the same; but that knowledge and courage are not the same, either with one another, or with the good.
Callicles. And what does our friend Socrates, of Foxton, say—does he assent to this, or not?
Socrates. He does not assent; neither will Callicles, when he sees himself truly. You will admit, I suppose, that good and evil fortune are opposed to each other?
Callicles. Yes.
Socrates. And if they are opposed to each other, then, like health and disease, they exclude one another; a man cannot have them both, or be without them both, at the same time?
Callicles. What do you mean?
Socrates. Take the case of any bodily affection:—a man may