ΣΩ. ἕνεκα γάρ που τῶν ἀγαθῶν ἅπαντα ἡμῖν ἔδοξεν πρακτέον εἶναι, εἰ μνημονεύεις, ἐμοί τε καὶ Πώλῳ. ἆρα καὶ σοὶ συνδοκεῖ οὕτω, τέλος εἶναι ἁπασῶν τῶν πράξεων τὸ ἀγαθόν, καὶ ἐκείνου ἕνεκα δεῖν πάντα τἆλλα πράττεσθαι ἀλλʼ οὐκ ἐκεῖνο τῶν ἄλλων; σύμψηφος ἡμῖν εἶ καὶ σὺ ἐκ τρίτων;
ΚΑΛ. ἔγωγε.
ΣΩ. τῶν ἀγαθῶν ἄρα ἕνεκα δεῖ καὶ τἆλλα καὶ τὰ ἡδέα πράττειν, ἀλλʼ οὐ τἀγαθὰ τῶν ἡδέων.
ΚΑΛ. πάνυ γε.
ΣΩ. ἆρʼ οὖν παντὸς ἀνδρός ἐστιν ἐκλέξασθαι ποῖα ἀγαθὰ τῶν ἡδέων ἐστὶν καὶ ὁποῖα κακά, ἢ τεχνικοῦ δεῖ εἰς ἕκαστον;
ΚΑΛ. τεχνικοῦ.
ΣΩ. ἀναμνησθῶμεν δὴ ὧν αὖ ἐγὼ πρὸς Πῶλον καὶ Γοργίαν ἐτύγχανον λέγων. ἔλεγον γὰρ αὖ, εἰ μνημονεύεις, ὅτι εἶεν παρασκευαὶ αἱ μὲν μέχρι ἡδονῆς, αὐτὸ τοῦτο μόνον παρασκευάζουσαι, ἀγνοοῦσαι δὲ τὸ βέλτιον καὶ τὸ χεῖρον, αἱ δὲ γιγνώσκουσαι ὅτι τε ἀγαθὸν καὶ ὅτι κακόν· καὶ ἐτίθην τῶν μὲν περὶ τὰς ἡδονὰς τὴν μαγειρικὴν ἐμπειρίαν ἀλλὰ οὐ τέχνην, τῶν δὲ περὶ τὸ ἀγαθὸν τὴν ἰατρικὴν τέχνην. καὶ πρὸς Φιλίου, ὦ Καλλίκλεις, μήτε αὐτὸς οἴου δεῖν πρὸς ἐμὲ παίζειν μηδʼ ὅτι ἂν τύχῃς παρὰ τὰ δοκοῦντα ἀποκρίνου, μήτʼ αὖ τὰ παρʼ ἐμοῦ οὕτως ἀποδέχου ὡς παίζοντος· ὁρᾷς γὰρ ὅτι περὶ τούτου ἡμῖν εἰσιν οἱ λόγοι, οὗ τί ἂν μᾶλλον σπουδάσειέ τις καὶ σμικρὸν νοῦν ἔχων ἄνθρωπος, ἢ τοῦτο, ὅντινα χρὴ τρόπον ζῆν, πότερον ἐπὶ ὃν σὺ παρακαλεῖς ἐμέ, τὰ τοῦ ἀνδρὸς δὴ ταῦτα πράττοντα, λέγοντά τε ἐν τῷ δήμῳ καὶ ῥητορικὴν ἀσκοῦντα καὶ πολιτευόμενον τοῦτον τὸν τρόπον ὃν ὑμεῖς νῦν πολιτεύεσθε, ἢ [ἐπὶ] τόνδε τὸν βίον τὸν ἐν φιλοσοφίᾳ, καὶ τί ποτʼ ἐστὶν οὗτος ἐκείνου διαφέρων. ἴσως οὖν βέλτιστόν ἐστιν, ὡς ἄρτι ἐγὼ ἐπεχείρησα, διαιρεῖσθαι, διελομένους δὲ καὶ ὁμολογήσαντας ἀλλήλοις, εἰ ἔστιν τούτω διττὼ τὼ βίω, σκέψασθαι τί τε διαφέρετον ἀλλήλοιν καὶ ὁπότερον βιωτέον αὐτοῖν. ἴσως οὖν οὔπω οἶσθα τί λέγω.
ΚΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ ἐγώ σοι σαφέστερον ἐρῶ. ἐπειδὴ ὡμολογήκαμεν ἐγώ τε καὶ σὺ εἶναι μέν τι ἀγαθόν, εἶναι δέ τι ἡδύ, ἕτερον δὲ τὸ ἡδὺ τοῦ ἀγαθοῦ, ἑκατέρου δὲ αὐτοῖν μελέτην τινὰ εἶναι καὶ παρασκευὴν τῆς κτήσεως, τὴν μὲν τοῦ ἡδέος θήραν, τὴν δὲ τοῦ ἀγαθοῦ—αὐτὸ δέ μοι τοῦτο πρῶτον ἢ σύμφαθι ἢ μή. σύμφῃς;
ΚΑΛ. οὕτως φημί.
the good;—and will you agree with us in saying, that the good is the end of all our actions, and that all our actions are to be done for the sake of the good, and not the good for the sake of them?—will you add a third vote to our two?
Callicles. I will.
Socrates. Then pleasure, like everything else, is to be sought for the sake of that which is good, and not that which is good for the sake of pleasure?
Callicles. To be sure.
Socrates. But can every man choose what pleasures are good and what are evil, or must he have art or knowledge of them in detail?
Callicles. He must have art.
Socrates. Let me now remind you of what I was saying to Gorgias and Polus; I was saying, as you will not have forgotten, that there were some processes which aim only at pleasure, and know nothing of a better and worse, and there are other processes which know good and evil. And I considered that cookery, which I do not call an art, but only an experience, was of the former class, which is concerned with pleasure, and that the art of medicine was of the class which is concerned with the good. And now, by the god of friendship, I must beg you, Callicles, not to jest, or to imagine that I am jesting with you; do not answer at random and contrary to your real opinion—for you will observe that we are arguing about the way of human life; and to a man who has any sense at all, what question can be more serious than this?—whether he should follow after that way of life to which you exhort me, and act what you call the manly part of speaking in the assembly, and cultivating rhetoric, and engaging in public affairs, according to the principles now in vogue; or whether he should pursue the life of philosophy;—and in what the latter way differs from the former. But perhaps we had better first try to distinguish them, as I did before, and when we have come to an agreement that they are distinct, we may proceed to consider in what they differ from one another, and which of them we should choose. Perhaps, however, you do not even now understand what I mean?
Callicles. No, I do not.
Socrates. Then I will explain myself more clearly: seeing that you and I have agreed that there is such a thing as good, and that there is such a thing as pleasure, and that pleasure is not the same as good, and that the pursuit and process of acquisition of the one, that is pleasure, is different from the pursuit and process of acquisition of the other, which is good—I wish that you would tell me whether you agree with me thus far or not—do you agree?
Callicles. I do.
Socrates. Then I will proceed, and ask whether you also agree with me, and whether you think that I spoke the truth when I further said to Gorgias and Polus that cookery in my opinion is only an experien
ΣΩ. ἴθι δή, ἃ καὶ πρὸς τούσδε ἐγὼ ἔλεγον, διομολόγησαί μοι, εἰ ἄρα σοι ἔδοξα τότε ἀληθῆ λέγειν. ἔλεγον δέ που ὅτι ἡ μὲν ὀψοποιικὴ οὔ μοι δοκεῖ τέχνη εἶναι ἀλλʼ ἐμπειρία, ἡ δʼ ἰατρική, λέγων ὅτι ἡ μὲν τούτου οὗ θεραπεύει καὶ τὴν φύσιν ἔσκεπται καὶ τὴν αἰτίαν ὧν πράττει, καὶ λόγον ἔχει τούτων ἑκάστου δοῦναι, ἡ ἰατρική· ἡ δʼ ἑτέρα τῆς ἡδονῆς, πρὸς ἣν ἡ θεραπεία αὐτῇ ἐστιν ἅπασα, κομιδῇ ἀτέχνως ἐπʼ αὐτὴν ἔρχεται, οὔτε τι τὴν φύσιν σκεψαμένη τῆς ἡδονῆς οὔτε τὴν αἰτίαν, ἀλόγως τε παντάπασιν ὡς ἔπος εἰπεῖν οὐδὲν διαριθμησαμένη, τριβῇ καὶ ἐμπειρίᾳ μνήμην μόνον σῳζομένη τοῦ εἰωθότος γίγνεσθαι, ᾧ δὴ καὶ πορίζεται τὰς ἡδονάς. ταῦτʼ οὖν πρῶτον σκόπει εἰ δοκεῖ σοι ἱκανῶς λέγεσθαι, καὶ εἶναί τινες καὶ περὶ ψυχὴν τοιαῦται ἄλλαι πραγματεῖαι, αἱ μὲν τεχνικαί, προμήθειάν τινα ἔχουσαι τοῦ βελτίστου περὶ τὴν ψυχήν, αἱ δὲ τούτου μὲν ὀλιγωροῦσαι, ἐσκεμμέναι δʼ αὖ, ὥσπερ ἐκεῖ, τὴν ἡδονὴν μόνον τῆς ψυχῆς, τίνα ἂν αὐτῇ τρόπον γίγνοιτο, ἥτις δὲ ἢ βελτίων ἢ χείρων τῶν ἡδονῶν, οὔτε σκοπούμεναι οὔτε μέλον αὐταῖς ἄλλο ἢ χαρίζεσθαι μόνον, εἴτε βέλτιον εἴτε χεῖρον. ἐμοὶ μὲν γάρ, ὦ Καλλίκλεις, δοκοῦσίν τε εἶναι, καὶ ἔγωγέ φημι τὸ τοιοῦτον κολακείαν εἶναι καὶ περὶ σῶμα καὶ περὶ ψυχὴν καὶ περὶ ἄλλο ὅτου ἄν τις τὴν ἡδονὴν θεραπεύῃ, ἀσκέπτως ἔχων τοῦ ἀμείνονός τε καὶ τοῦ χείρονος· σὺ δὲ δὴ πότερον συγκατατίθεσαι ἡμῖν περὶ τούτων τὴν αὐτὴν δόξαν ἢ ἀντίφῃς;
ΚΑΛ. οὐκ ἔγωγε, ἀλλὰ συγχωρῶ, ἵνα σοι καὶ περανθῇ ὁ λόγος καὶ Γοργίᾳ τῷδε χαρίσωμαι.
ΣΩ. πότερον δὲ περὶ μὲν μίαν ψυχὴν ἔστιν τοῦτο, περὶ δὲ δύο καὶ πολλὰς οὐκ ἔστιν;
ΚΑΛ. οὔκ, ἀλλὰ καὶ περὶ δύο καὶ περὶ πολλάς.
ΣΩ. οὐκοῦν καὶ ἁθρόαις ἅμα χαρίζεσθαι ἔστι, μηδὲν σκοπούμενον τὸ βέλτιστον;
ΚΑΛ. οἶμαι ἔγωγε.
ΣΩ. ἔχεις οὖν εἰπεῖν αἵτινές εἰσιν αἱ ἐπιτηδεύσεις αἱ τοῦτο ποιοῦσαι; μᾶλλον δέ, εἰ βούλει, ἐμοῦ ἐρωτῶντος, ἣ μὲν ἄν σοι δοκῇ τούτων εἶναι, φάθι, ἣ δʼ ἂν μή, μὴ φάθι. πρῶτον δὲ σκεψώμεθα τὴν αὐλητικήν. οὐ δοκεῖ σοι τοιαύτη τις εἶναι, ὦ Καλλίκλεις, τὴν ἡδονὴν ἡμῶν μόνον διώκειν, ἄλλο δʼ οὐδὲν φροντίζειν;
ΚΑΛ. ἔμοιγε δοκεῖ.
ΣΩ. οὐκοῦν καὶ αἱ τοιαίδε ἅπασαι, οἷον ἡ κιθαριστικὴ ἡ ἐν τοῖς ἀγῶσιν;
ΚΑΛ. ναί.
ce, and not an art at all; and that whereas medicine is an art, and attends to the nature and constitution of the patient, and has principles of action and reason in each case, cookery in attending upon pleasure never regards either the nature or reason of that pleasure to which she devotes herself, but goes straight to her end, nor ever considers or calculates anything, but works by experience and routine, and just preserves the recollection of what she has usually done when producing pleasure. And first, I would have you consider whether I have proved what I was saying, and then whether there are not other similar processes which have to do with the soul—some of them processes of art, making a provision for the soul’s highest interest—others despising the interest, and, as in the previous case, considering only the pleasure of the soul, and how this may be acquired, but not considering what pleasures are good or bad, and having no other aim but to afford gratification, whether good or bad. In my opinion, Callicles, there are such processes, and this is the sort of thing which I term flattery, whether concerned with the body or the soul, or whenever employed with a view to pleasure and without any consideration of good and evil. And now I wish that you would tell me whether you agree with us in this notion, or whether you differ.
Callicles. I do not differ; on the contrary, I agree; for in that way I shall soonest bring the argument to an end, and shall oblige my friend Gorgias.
Socrates. And is this notion true of one soul, or of two or more?
Callicles. Equally true of two or more.
Socrates. Then a man may delight a whole assembly, and yet have no regard for their true interests?
Callicles. Yes.
Socrates. Can you tell me the pursuits which delight mankind—or rather, if you would prefer, let me ask, and do you answer, which of them belong to the pleasurable class, and which of them not? In the first place, what say you of flute-playing? Does not that appear to be an art which seeks only pleasure, Callicles, and thinks of nothing else?
Callicles. I assent.
Socrates. And is not the same true of all similar arts, as, for example, the art of playing the lyre at festivals?
Callicles. Yes.
Socrates. And what do you say of the choral art and of dithyrambic poetry?—are not they of the same nature? Do you imagine that Cinesias the son of Meles cares about what will tend to the moral improvement of his hearers, or about what will
ΣΩ. τί δὲ ἡ τῶν χορῶν διδασκαλία καὶ ἡ τῶν διθυράμβων ποίησις; οὐ τοιαύτη τίς σοι καταφαίνεται; ἢ ἡγῇ τι φροντίζειν Κινησίαν τὸν Μέλητος, ὅπως ἐρεῖ τι τοιοῦτον ὅθεν ἂν οἱ ἀκούοντες βελτίους γίγνοιντο, ἢ ὅτι μέλλει χαριεῖσθαι τῷ ὄχλῳ τῶν θεατῶν;
ΚΑΛ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, Κινησίου γε πέρι.
ΣΩ. τί δὲ ὁ πατὴρ αὐτοῦ Μέλης; ἦ πρὸς τὸ βέλτιστον βλέπων ἐδόκει σοι κιθαρῳδεῖν; ἢ ἐκεῖνος μὲν οὐδὲ πρὸς τὸ ἥδιστον; ἠνία γὰρ ᾁδων τοὺς θεατάς. ἀλλὰ δὴ σκόπει· οὐχὶ ἥ τε κιθαρῳδικὴ δοκεῖ σοι πᾶσα καὶ ἡ τῶν διθυράμβων ποίησις ἡδονῆς χάριν ηὑρῆσθαι;
ΚΑΛ. ἔμοιγε.
ΣΩ. τί δὲ δὴ ἡ σεμνὴ αὕτη καὶ θαυμαστή, ἡ τῆς τραγῳδίας ποίησις, ἐφʼ ᾧ ἐσπούδακεν; πότερόν ἐστιν αὐτῆς τὸ ἐπιχείρημα καὶ ἡ σπουδή, ὡς σοὶ δοκεῖ, χαρίζεσθαι τοῖς θεαταῖς μόνον, ἢ καὶ διαμάχεσθαι, ἐάν τι αὐτοῖς ἡδὺ μὲν ᾖ καὶ κεχαρισμένον, πονηρὸν δέ, ὅπως τοῦτο μὲν μὴ ἐρεῖ, εἰ δέ τι τυγχάνει ἀηδὲς καὶ ὠφέλιμον, τοῦτο δὲ καὶ λέξει καὶ ᾁσεται, ἐάντε χαίρωσιν ἐάντε μή; ποτέρως σοι δοκεῖ παρεσκευάσθαι ἡ τῶν τραγῳδιῶν ποίησις;
ΚΑΛ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὅτι πρὸς τὴν ἡδονὴν μᾶλλον ὥρμηται καὶ τὸ χαρίζεσθαι τοῖς θεαταῖς.
ΣΩ. οὐκοῦν τὸ τοιοῦτον, ὦ Καλλίκλεις, ἔφαμεν νυνδὴ κολακείαν εἶναι;
ΚΑΛ. πάνυ γε.
ΣΩ. φέρε δή, εἴ τις περιέλοι τῆς ποιήσεως πάσης τό τε μέλος καὶ τὸν ῥυθμὸν καὶ τὸ μέτρον, ἄλλο τι ἢ λόγοι γίγνονται τὸ λειπόμενον;
ΚΑΛ. ἀνάγκη.
ΣΩ. οὐκοῦν πρὸς πολὺν ὄχλον καὶ δῆμον οὗτοι λέγονται οἱ λόγοι;
ΚΑΛ. φημί.
ΣΩ. δημηγορία ἄρα τίς ἐστιν ἡ ποιητική.
ΚΑΛ. φαίνεται.
ΣΩ. οὐκοῦν ῥητορικὴ δημηγορία ἂν εἴη· ἢ οὐ ῥητορεύειν δοκοῦσί σοι οἱ ποιηταὶ ἐν τοῖς θεάτροις;
ΚΑΛ. ἔμοιγε.
ΣΩ. νῦν ἄρα ἡμεῖς ηὑρήκαμεν ῥητορικήν τινα πρὸς δῆμον τοιοῦτον οἷον παίδων τε ὁμοῦ καὶ γυναικῶν καὶ ἀνδρῶν, καὶ δούλων καὶ ἐλευθέρων, ἣν οὐ πάνυ ἀγάμεθα· κολακικὴν γὰρ αὐτήν φαμεν εἶναι.
ΚΑΛ. πάνυ γε.
ΣΩ. εἶεν· τί δὲ ἡ πρὸς τὸν Ἀθηναίων δῆμον ῥητορικὴ καὶ τοὺς ἄλλους τοὺς ἐν ταῖς πόλεσιν δήμους τοὺς τῶν ἐλευθέρων ἀνδρῶν, τί ποτε ἡμῖν αὕτη ἐστίν; πότερόν σοι δοκοῦσιν πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι, ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὑτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι, καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ, ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα, οὐδὲν φροντίζουσιν;
give pleasure to the multitude?
Callicles. There can be no mistake about Cinesias, Socrates.
Socrates. And what do you say of his father, Meles the harp-player? Did he perform with any view to the good of his hearers? Could he be said to regard even their pleasure? For his singing was an infliction to his audience. And of harp-playing and dithyrambic poetry in general, what would you say? Have they not been invented wholly for the sake of pleasure?
Callicles. That is my notion of them.
Socrates. And as for the Muse of Tragedy, that solemn and august personage—what are her aspirations? Is all her aim and desire only to give pleasure to the spectators, or does she fight against them and refuse to speak of their pleasant vices, and willingly proclaim in word and song truths welcome and unwelcome?—which in your judgment is her character?
Callicles. There can be no doubt, Socrates, that Tragedy has her face turned towards pleasure and the gratification of the audience.
Socrates. And is not that the sort of thing, Callicles, which we were just now describing as flattery?
Callicles. Quite true.
Socrates. Well now, suppose that we strip all poetry of song and rhythm and metre, there will remain speech?
Callicles. To be sure.
Socrates. And this speech is addressed to a crowd of people?
Callicles. Yes.
Socrates. Then poetry is a sort of rhetoric?
Callicles. True.
Socrates. And do not the poets in the theatres seem to you to be rhetoricians?
Callicles. Yes.
Socrates. Then now we have discovered a sort of rhetoric which is addressed to a crowd of men, women, and children, freemen and slaves. And this is not much to our taste, for we have described it as having the nature of flattery.
Callicles. Quite true.
Socrates. Very good. And what do you say of that other rhetoric which addresses the Athenian assembly and the assemblies of freemen in other states? Do the rhetoricians appear to you always to aim at what is best, and do they seek to improve the citizens by their speeches, or are they too, like the rest of mankind, bent upon giving them pleasure, forgetting the public good in the thought of their own interest, playing with the people as with children, and trying to amuse them, but never considering whether they are better or worse for this?
Callicles. I must distinguish. There are some who have a real
ΚΑΛ. οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς· εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶν δὲ καὶ οἵους σὺ λέγεις.
ΣΩ. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλόν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαί, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτε ἀηδέστερα ἔσται τοῖς ἀκούουσιν. ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τινα ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐχὶ καὶ ἐμοὶ αὐτὸν ἔφρασας τίς ἐστιν;
ΚΑΛ. ἀλλὰ μὰ Δία οὐκ ἔχω ἔγωγέ σοι εἰπεῖν τῶν γε νῦν ῥητόρων οὐδένα.
ΣΩ. τί δέ; τῶν παλαιῶν ἔχεις τινὰ εἰπεῖν διʼ ὅντινα αἰτίαν ἔχουσιν Ἀθηναῖοι βελτίους γεγονέναι, ἐπειδὴ ἐκεῖνος ἤρξατο δημηγορεῖν, ἐν τῷ πρόσθεν χρόνῳ χείρους ὄντες; ἐγὼ μὲν γὰρ οὐκ οἶδα τίς ἐστιν οὗτος.
ΚΑΛ. τί δέ; Θεμιστοκλέα οὐκ ἀκούεις ἄνδρα ἀγαθὸν γεγονότα καὶ Κίμωνα καὶ Μιλτιάδην καὶ Περικλέα τουτονὶ τὸν νεωστὶ τετελευτηκότα, οὗ καὶ σὺ ἀκήκοας;
ΣΩ. εἰ ἔστιν γε, ὦ Καλλίκλεις, ἣν πρότερον σὺ ἔλεγες ἀρετήν, ἀληθής, τὸ τὰς ἐπιθυμίας ἀποπιμπλάναι καὶ τὰς αὑτοῦ καὶ τὰς τῶν ἄλλων· εἰ δὲ μὴ τοῦτο, ἀλλʼ ὅπερ ἐν τῷ ὑστέρῳ λόγῳ ἠναγκάσθημεν ἡμεῖς ὁμολογεῖν—ὅτι αἳ μὲν τῶν ἐπιθυμιῶν πληρούμεναι βελτίω ποιοῦσι τὸν ἄνθρωπον, ταύτας μὲν ἀποτελεῖν, αἳ δὲ χείρω, μή, τοῦτο δὲ τέχνη τις εἴη—τοιοῦτον ἄνδρα τούτων τινὰ [γεγονέναι] οὐκ ἔχω ἔγωγε πῶς εἴπω.
ΚΑΛ. ἀλλʼ ἐὰν ζητῇς καλῶς, εὑρήσεις.
ΣΩ. ἴδωμεν δὴ οὑτωσὶ ἀτρέμα σκοπούμενοι εἴ τις τούτων τοιοῦτος γέγονεν· φέρε γάρ, ὁ ἀγαθὸς ἀνὴρ καὶ ἐπὶ τὸ βέλτιστον λέγων, ἃ ἂν λέγῃ ἄλλο τι οὐκ εἰκῇ ἐρεῖ, ἀλλʼ ἀποβλέπων πρός τι; ὥσπερ καὶ οἱ ἄλλοι πάντες δημιουργοὶ [βλέποντες] πρὸς τὸ αὑτῶν ἔργον ἕκαστος οὐκ εἰκῇ ἐκλεγόμενος προσφέρει [πρὸς τὸ ἔργον τὸ αὑτῶν,] ἀλλʼ ὅπως ἂν εἶδός τι αὐτῷ σχῇ τοῦτο ὃ ἐργάζεται.
care of the public in what they say, while others are such as you describe.
Socrates. I am contented with the admission that rhetoric is of two sorts; one, which is mere flattery and disgraceful declamation; the other, which is noble and aims at the training and improvement of the souls of the citizens, and strives to say what is best, whether welcome or unwelcome, to the audience; but have you ever known such a rhetoric; or if you have, and can point out any rhetorician who is of this stamp, who is he?
Callicles. But, indeed, I am afraid that I cannot tell you of any such among the orators who are at present living.
Socrates. Well, then, can you mention any one of a former generation, who may be said to have improved the Athenians, who found them worse and made them better, from the day that he began to make speeches? for, indeed, I do not know of such a man.
Callicles. What! did you never hear that Themistocles was a good man, and Cimon and Miltiades and Pericles, who is just lately dead, and whom you heard yourself?
Socrates. Yes, Callicles, they were good men, if, as you said at first, true virtue consists only in the satisfaction of our own desires and those of others; but if not, and if, as we were afterwards compelled to acknowledge, the satisfaction of some desires makes us better, and of others, worse, and we ought to gratify the one and not the other, and there is an art in distinguishing them,—can you tell me of any of these statesmen who did distinguish them?
Callicles. No, indeed, I cannot.
Socrates. Yet, surely, Callicles, if you look you will find such a one. Suppose that we just calmly consider whether any of these was such as I have described. Will not the good man, who says whatever he says with a view to the best, speak with a reference to some standard and not at random; just as all other artists, whether the painter, the builder, the shipwright, or any other look all of them to their own work, and do not select and apply at random what they apply, but strive to give a definite form to it? The artist disposes all things in order, and compels the one part to harmonize and accord with t