ΣΩ. ἆρʼ οὖν,ἣν νυνδὴ ἐλέγομεν, ἡ ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;
ΓΟΡ. ἀνάγκη.
ΣΩ. καὶ ἡ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.
ΓΟΡ. ναί.
ΣΩ. τούς γε περὶ τὰ νοσήματα;
ΓΟΡ. μάλιστα.
ΣΩ. οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;
ΓΟΡ. πάνυ γε.
ΣΩ. καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως ἔχουσιν· ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.
ΓΟΡ. φαίνεται.
ΣΩ. τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἣ ἂν ᾖ περὶ λόγους;
ΓΟΡ. ὅτι, ὦ Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων ἐστίν. διὰ ταῦτʼ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.
ΣΩ. ἆρʼ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν; τάχα δὲ εἴσομαι σαφέστερον. ἀλλʼ ἀπόκριναι· εἰσὶν ἡμῖν τέχναι. ἦ γάρ;
ΓΟΡ. ναί.
ΣΩ. πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί. τὰς τοιαύτας μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι· ἢ οὔ;
ΓΟΡ. πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, ὦ Σώκρατες.
ΣΩ. ἕτεραι δέ γέ εἰσι τῶν τεχνῶν αἳ διὰ λόγου πᾶν περαίνουσι, καὶ ἔργου ὡς ἔπος εἰπεῖν ἢ οὐδενὸς προσδέονται ἢ βραχέος πάνυ, οἷον ἡ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ γεωμετρικὴ καὶ πεττευτική γε καὶ ἄλλαι πολλαὶ τέχναι, ὧν ἔνιαι σχεδόν τι ἴσους τοὺς λόγους ἔχουσι ταῖς πράξεσιν, αἱ δὲ πολλαὶ πλείους, καὶ τὸ παράπαν πᾶσα ἡ πρᾶξις καὶ τὸ κῦρος αὐταῖς διὰ λόγων ἐστίν. τῶν τοιούτων τινά μοι δοκεῖς λέγειν τὴν ῥητορικήν.
ΓΟΡ. ἀληθῆ λέγεις.
ΣΩ. ἀλλʼ οὔτοι τούτων γε οὐδεμίαν οἶμαί σε βούλεσθαι ῥητορικὴν καλεῖν, οὐχ ὅτι τῷ ῥήματι οὕτως εἶπες, ὅτι ἡ διὰ λόγου τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν, καὶ ὑπολάβοι ἄν τις, εἰ βούλοιτο δυσχεραίνειν ἐν τοῖς λόγοις, «τὴν ἀριθμητικὴν ἄρα ῥητορικήν, ὦ Γοργία, λέγεις;» ἀλλʼ οὐκ οἶμαί σε οὔτε τὴν ἀριθμητικὴν οὔτε τὴν γεωμετρίαν ῥητορικὴν λέγειν.
now mentioning, also make men able to understand and speak about the sick?
Gorgias. Certainly.
Socrates. Then medicine also treats of discourse?
Gorgias. Yes.
Socrates. Of discourse concerning diseases?
Gorgias. Just so.
Socrates. And does not gymnastic also treat of discourse concerning the good or evil condition of the body?
Gorgias. Very true.
Socrates. And the same, Gorgias, is true of the other arts:—all of them treat of discourse concerning the subjects with which they severally have to do.
Gorgias. Clearly.
Socrates. Then why, if you call rhetoric the art which treats of discourse, and all the other arts treat of discourse, do you not call them arts of rhetoric?
Gorgias. Because, Socrates, the knowledge of the other arts has only to do with some sort of external action, as of the hand; but there is no such action of the hand in rhetoric which works and takes effect only through the medium of discourse. And therefore I am justified in saying that rhetoric treats of discourse.
Socrates. I am not sure whether I entirely understand you, but I dare say I shall soon know better; please to answer me a question:—you would allow that there are arts?
Gorgias. Yes.
Socrates. As to the arts generally, they are for the most part concerned with doing, and require little or no speaking; in painting, and statuary, and many other arts, the work may proceed in silence; and of such arts I suppose you would say that they do not come within the province of rhetoric.
Gorgias. You perfectly conceive my meaning, Socrates.
Socrates. But there are other arts which work wholly through the medium of language, and require either no action or very little, as, for example, the arts of arithmetic, of calculation, of geometry, and of playing draughts; in some of these speech is pretty nearly co-extensive with action, but in most of them the verbal element is greater—they depend wholly on words for their efficacy and power: and I take your meaning to be that rhetoric is an art of this latter sort?
Gorgias. Exactly.
Socrates. And yet I do not believe that you really mean to call any of these arts rhetoric; although the precise expression which you used was, that rhetoric is an art which works and takes effect only through the medium of discourse; and an adversary who wished to be captious might say, “And so, Gorgias, you call arithmetic rhetoric.” But I do not think that you really call arithmetic rhetoric any more than geometry would be so called by you.
GORGIAS:
ΓΟΡ. ὀρθῶς γὰρ οἴει, ὦ Σώκρατες, καὶ δικαίως ὑπολαμβάνεις.
ΣΩ. ἴθι νυν καὶ σὺ τὴν ἀπόκρισιν ἣν ἠρόμην διαπέρανον. ἐπεὶ γὰρ ῥητορικὴ τυγχάνει μὲν οὖσα τούτων τις τῶν τεχνῶν τῶν τὸ πολὺ λόγῳ χρωμένων, τυγχάνουσιν δὲ καὶ ἄλλαι τοιαῦται οὖσαι, πειρῶ εἰπεῖν ἡ περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν. ὥσπερ ἂν εἴ τίς με ἔροιτο ὧν νυνδὴ ἔλεγον περὶ ἡστινοσοῦν τῶν τεχνῶν· «ὦ Σώκρατες, τίς ἐστιν ἡ ἀριθμητικὴ τέχνη;» εἴποιμʼ ἂν αὐτῷ, ὥσπερ σὺ ἄρτι, ὅτι τῶν διὰ λόγου τις τὸ κῦρος ἐχουσῶν. καὶ εἴ με ἐπανέροιτο· «τῶν περὶ τί;» εἴποιμʼ ἂν ὅτι τῶν περὶ τὸ ἄρτιόν τε καὶ περιττὸν [γνῶσις], ὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα. εἰ δʼ αὖ ἔροιτο· «τὴν δὲ λογιστικὴν τίνα καλεῖς τέχνην;» εἴποιμʼ ἂν ὅτι καὶ αὕτη ἐστὶν τῶν λόγῳ τὸ πᾶν κυρουμένων· καὶ εἰ ἐπανέροιτο· «ἡ περὶ τί;» εἴποιμʼ ἂν ὥσπερ οἱ ἐν τῷ δήμῳ συγγραφόμενοι, ὅτι τὰ μὲν ἄλλα καθάπερ ἡ ἀριθμητικὴ ἡ λογιστικὴ ἔχει—περὶ τὸ αὐτὸ γάρ ἐστιν, τό τε ἄρτιον καὶ τὸ περιττόν—διαφέρει δὲ τοσοῦτον, ὅτι καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἡ λογιστική. καὶ εἴ τις τὴν ἀστρονομίαν ἀνέροιτο, ἐμοῦ λέγοντος ὅτι καὶ αὕτη λόγῳ κυροῦται τὰ πάντα, «οἱ δὲ λόγοι οἱ τῆς ἀστρονομίας,» εἰ φαίη, «περὶ τί εἰσιν, ὦ Σώκρατες;» εἴποιμʼ ἂν ὅτι περὶ τὴν τῶν ἄστρων φορὰν καὶ ἡλίου καὶ σελήνης, πῶς πρὸς ἄλληλα τάχους ἔχει.
ΓΟΡ. ὀρθῶς γε λέγων σύ, ὦ Σώκρατες.
ΣΩ. ἴθι δὴ καὶ σύ, ὦ Γοργία. τυγχάνει μὲν γὰρ δὴ ἡ ῥητορικὴ οὖσα τῶν λόγῳ τὰ πάντα διαπραττομένων τε καὶ κυρουμένων· ἦ γάρ;
ΓΟΡ. ἔστι ταῦτα.
ΣΩ. λέγε δὴ τῶν περὶ τί; τί ἐστι τοῦτο τῶν ὄντων, περὶ οὗ οὗτοι οἱ λόγοι εἰσὶν οἷς ἡ ῥητορικὴ χρῆται;
ΓΟΡ. τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, ὦ Σώκρατες, καὶ ἄριστα.
ΣΩ. ἀλλʼ, ὦ Γοργία, ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις καὶ οὐδέν πω σαφές. οἴομαι γάρ σε ἀκηκοέναι ἐν τοῖς συμποσίοις ᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν ᾧ καταριθμοῦνται ᾁδοντες ὅτι ὑγιαίνειν μὲν ἄριστόν ἐστιν, τὸ δὲ δεύτερον καλὸν γενέσθαι, τρίτον δέ, ὥς φησιν ὁ ποιητὴς τοῦ σκολιοῦ, τὸ πλουτεῖν ἀδόλως.
ΓΟΡ. ἀκήκοα γάρ· ἀλλὰ πρὸς τί τοῦτο λέγεις;
You are quite right, Socrates, in your apprehension of my meaning.
Socrates. Well, then, let me now have the rest of my answer:—seeing that rhetoric is one of those arts which works mainly by the use of words, and there are other arts which also use words, tell me what is that quality in words with which rhetoric is concerned:—Suppose that a person asks me about some of the arts which I was mentioning just now; he might say, “Socrates, what is arithmetic?” and I should reply to him, as you replied to me, that arithmetic is one of those arts which take effect through words. And then he would proceed to ask: “Words about what?” and I should reply, Words about odd and even numbers, and how many there are of each. And if he asked again: “What is the art of calculation?” I should say, That also is one of the arts which is concerned wholly with words. And if he further said, “Concerned with what?” I should say, like the clerks in the assembly, “as aforesaid” of arithmetic, but with a difference, the difference being that the art of calculation considers not only the quantities of odd and even numbers, but also their numerical relations to themselves and to one another. And suppose, again, I were to say that astronomy is only words—he would ask, “Words about what, Socrates?” and I should answer, that astronomy tells us about the motions of the stars and sun and moon, and their relative swiftness.
Gorgias. You would be quite right, Socrates.
Socrates. And now let us have from you, Gorgias, the truth about rhetoric: which you would admit (would you not?) to be one of those arts which act always and fulfil all their ends through the medium of words?
Gorgias. True.
Socrates. Words which do what? I should ask. To what class of things do the words which rhetoric uses relate?
Gorgias. To the greatest, Socrates, and the best of human things.
Socrates. That again, Gorgias is ambiguous; I am still in the dark: for which are the greatest and best of human things? I dare say that you have heard men singing at feasts the old drinking song, in which the singers enumerate the goods of life, first health, beauty next, thirdly, as the writer of the song says, wealth honestly obtained.
GORGIAS:
ΣΩ. ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι «ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας· οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλʼ ἡ ἐμή» —εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην· σὺ δὲ τίς ὢν ταῦτα λέγεις; εἴποι ἂν ἴσως ὅτι ἰατρός. τί οὖν λέγεις; ἦ τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν; «πῶς γὰρ οὔ,» φαίη ἂν ἴσως, «ὦ Σώκρατες, ὑγίεια; τί δʼ ἐστὶν μεῖζον ἀγαθὸν ἀνθρώποις ὑγιείας;» εἰ δʼ αὖ μετὰ τοῦτον ὁ παιδοτρίβης εἴποι ὅτι «θαυμάζοιμί τἄν, ὦ Σώκρατες, καὶ αὐτὸς εἴ σοι ἔχοι Γοργίας μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆς αὑτοῦ τέχνης ἢ ἐγὼ τῆς ἐμῆς·» εἴποιμʼ ἂν αὖ καὶ πρὸς τοῦτον· σὺ δὲ δὴ τίς εἶ, ὦ ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον; «παιδοτρίβης,» φαίη ἄν, «τὸ δὲ ἔργον μού ἐστιν καλούς τε καὶ ἰσχυροὺς ποιεῖν τοὺς ἀνθρώπους τὰ σώματα.» μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν ὁ χρηματιστής, ὡς ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων· «σκόπει δῆτα, ὦ Σώκρατες, ἐάν σοι πλούτου φανῇ τι μεῖζον ἀγαθὸν ὂν ἢ παρὰ Γοργίᾳ ἢ παρʼ ἄλλῳ ὁτῳοῦν.» φαῖμεν ἂν οὖν πρὸς αὐτόν· τί δὲ δή; ἦ σὺ τούτου δημιουργός; φαίη ἄν. τίς ὤν; «χρηματιστής.» τί οὖν; κρίνεις σὺ μέγιστον ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον; φήσομεν. «πῶς γὰρ οὔκ;» ἐρεῖ. καὶ μὴν ἀμφισβητεῖ γε Γοργίας ὅδε τὴν παρʼ αὑτῷ τέχνην μείζονος ἀγαθοῦ αἰτίαν εἶναι ἢ τὴν σήν, φαῖμεν ἂν ἡμεῖς. δῆλον οὖν ὅτι τὸ μετὰ τοῦτο ἔροιτʼ ἄν· «καὶ τί ἐστιν τοῦτο τὸ ἀγαθόν; ἀποκρινάσθω Γοργίας.» ἴθι οὖν νομίσας, ὦ Γοργία, ἐρωτᾶσθαι καὶ ὑπʼ ἐκείνων καὶ ὑπʼ ἐμοῦ, ἀπόκριναι τί ἐστιν τοῦτο ὃ φῂς σὺ μέγιστον ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις καὶ σὲ δημιουργὸν εἶναι αὐτοῦ.
ΓΟΡ. ὅπερ ἐστίν, ὦ Σώκρατες, τῇ ἀληθείᾳ μέγιστον ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν ἐλευθερίας αὐτοῖς τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν ἐν τῇ αὑτοῦ πόλει ἑκάστῳ.
ΣΩ. τί οὖν δὴ τοῦτο λέγεις;
ΓΟΡ. τὸ πείθειν ἔγωγʼ οἷόν τʼ εἶναι τοῖς λόγοις καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται. καίτοι ἐν ταύτῃ τῇ δυνάμει δοῦλον μὲν ἕξεις τὸν ἰατρόν, δοῦλον δὲ τὸν παιδοτρίβην· ὁ δὲ χρηματιστὴς οὗτος ἄλλῳ ἀναφανήσεται χρηματιζόμενος καὶ οὐχ αὑτῷ, ἀλλὰ σοὶ τῷ δυναμένῳ λέγειν καὶ πείθειν τὰ πλήθη.
Yes, I know the song; but what is your drift?
Socrates. I mean to say, that the producers of those things which the author of the song praises, that is to say, the physician, the trainer, the money-maker, will at once come to you, and first the physician will say: “O Socrates, Gorgias is deceiving you, for my art is concerned with the greatest good of men and not his.” And when I ask, Who are you? he will reply, “I am a physician.” What do you mean? I shall say. Do you mean that your art produces the greatest good? “Certainly,” he will answer, “for is not health the greatest good? What greater good can men have, Socrates?” And after him the trainer will come and say, “I too, Socrates, shall be greatly surprised if Gorgias can show more good of his art than I can show of mine.” To him again I shall say, Who are you, honest friend, and what is your business? “I am a trainer,” he will reply, “and my business is to make men beautiful and strong in body.” When I have done with the trainer, there arrives the money-maker, and he, as I expect, will utterly despise them all. “Consider Socrates,” he will say, “whether Gorgias or any one else can produce any greater good than wealth.” Well, you and I say to him, and are you a creator of wealth? “Yes,” he replies. And who are you? “A money-maker.” And do you consider wealth to be the greatest good of man? “Of course,” will be his reply. And we shall rejoin: Yes; but our friend Gorgias contends that his art produces a greater good than yours. And then he will be sure to go on and ask, “What good? Let Gorgias answer.” Now I want you, Gorgias, to imagine that this question is asked of you by them and by me; What is that which, as you say, is the greatest good of man, and of which you are the creator? Answer us.
Gorgias. That good, Socrates, which is truly the greatest, being that which gives to men freedom in their own persons, and to individuals the power of ruling over others in their several states.
Socrates. And what would you consider this to be?
Gorgias. What is there greater than the word which persuades the judges in the courts, or the senators in the council, or the citizens in the assembly, or at any other political meeting?—if you have the power of uttering this word, you will have the physician your slave, and the trainer your slave, and the money-maker of whom you talk will be found to gather treasures, not for himself, but for you who are able to speak and to persuade the multitude.
Socrates. Now I think, Gorgias, that you have very accurately explained what you conceive to be the art of rhetoric; and you mean to say, if I am not mistaken, that rhetoric is the