Ἀλέξανδρος ἐμὲ δεῖ προκεκρίσθαι σου, ὦ Λίβυ· ἀμείνων γάρ εἰμι.
Ἀννίβας οὐ μὲν οὖν, ἀλλʼ ἐμέ.
Ἀλέξανδρος οὐκοῦν ὁ Μίνως δικασάτω.
Μίνως τίνες δὲ ἐστέ;
Ἀλέξανδρος οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος, ἐγὼ δὲ Ἀλέξανδρος ὁ Φιλίππου.
Μίνως νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ τίνος ὑμῖν ἡ ἔρις;
Ἀλέξανδρος περὶ προεδρίας· φησὶ γὰρ οὗτος ἀμείνων γεγενῆσθαι στρατηγὸς ἐμοῦ, ἐγὼ δέ, ὥσπερ ἅπαντες ἴσασιν, οὐχὶ τούτου μόνον, ἀλλὰ πάντων σχεδὸν τῶν πρὸ ἐμοῦ φημὶ διενεγκεῖν τὰ πολέμια.
Μίνως οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω, σὺ δὲ πρῶτος ὁ Λίβυς λέγε.
Ἀννίβας ἓν μὲν τοῦτο, ὦ Μίνως, ὠνάμην, ὅτι ἐνταῦθα καὶ τὴν Ἑλλάδα φωνὴν ἐξέμαθον· ὥστε οὐδὲ ταύτῃ πλέον οὗτος ἐνέγκαιτό μου. φημὶ δὲ τούτους μάλιστα ἐπαίνου ἀξίους εἶναι, ὅσοι τὸ μηδὲν ἐξ ἀρχῆς ὄντες ὅμως ἐπὶ μέγα προεχώρησαν διʼ αὑτῶν δύναμίν τε περιβαλόμενοι καὶ ἄξιοι δόξαντες ἀρχῆς. ἔγωγʼ οὖν μετʼ ὀλίγων ἐξορμήσας εἰς τὴν Ἰβηρίαν τὸ πρῶτον ὕπαρχος ὢν τῷ ἀδελφῷ μεγίστων ἠξιώθην ἄριστος κριθείς, καὶ τούς τε Κελτίβηρας εἷλον καὶ Γαλατῶν ἐκράτησα τῶν ἐσπερίων καὶ τὰ μεγάλα ὄρη ὑπερβὰς τὰ περὶ τὸν Ἠριδανὸν ἅπαντα κατέδραμον καὶ ἀναστάτους ἐποίησα τοσαύτας πόλεις καὶ τὴν πεδινὴν Ἰταλίαν ἐχειρωσάμην καὶ μέχρι τῶν προαστείων τῆς προὐχούσης πόλεως ἦλθον καὶ τοσούτους ἀπέκτεινα μιᾶς ἡμέρας, ὥστε τοὺς δακτυλίους αὐτῶν μεδίμνοις ἀπομετρῆσαι καὶ τοὺς ποταμοὺς γεφυρῶσαι νεκροῖς. καὶ ταῦτα πάντα ἔπραξα οὔτε Ἄμμωνος υἱὸς ὀνομαζόμενος οὔτε θεὸς εἶναι προσποιούμενος ἢ ἐνύπνια τῆς μητρὸς διεξιών, ἀλλʼ ἄνθρωπος εἶναι ὁμολογῶν, στρατηγοῖς τε τοῖς συνετωτάτοις ἀντεξεταζόμενος καὶ στρατιώταις τοῖς μαχιμωτάτοις συμπλεκόμενος, οὐ Μήδους καὶ Ἀρμενίους καταγωνιζόμενος ὑποφεύγοντας πρὶν διώκειν τινὰ καὶ τῷ τολμήσαντι παραδιδόντας εὐθὺς τὴν νίκην.
ALEXANDER Libyan, I claim precedence of you. I am the better man.
HANNIBAL Pardon me.
ALEXANDER Then let Minos decide.
MINOS Who are you both?
ALEXANDER This is Hannibal, the Carthaginian: I am Alexander, the son of Philip.
MINOS Bless me, a distinguished pair! And what is the quarrel about?
ALEXANDER It is a question of precedence. He says he is the better general: and I maintain that neither Hannibal nor (I might almost add) any of my predecessors was my equal in strategy; all the world knows that.
MINOS Well, you shall each have your say in turn: the Libyan first.
HANNIBAL Fortunately for me, Minos, I have mastered Greek since I have been here; so that my adversary will not have even that advantage of me. Now I hold that the highest praise is due to those who have won their way to greatness from obscurity; who have clothed themselves in power, and shown themselves fit for dominion. I myself entered Spain with a handful of men, took service under my brother, and was found worthy of the supreme command. I conquered the Celtiberians, subdued Western Gaul, crossed the Alps, overran the valley of the Po, sacked town after town, made myself master of the plains, approached the bulwarks of the capital, and in one day slew such a host, that their finger-rings were measured by bushels, and the rivers were bridged by their bodies. And this I did, though I had never been called a son of Ammon; I never pretended to be a god, never related visions of my mother; I made no secret of the fact that I was mere flesh and blood. My rivals were the ablest generals in the world, commanding the best soldiers in the world; I warred not with Medes or Assyrians, who fly before they are pursued, and yield the victory to him that dares take it.
Ἀννίβας Ἀλέξανδρος δὲ πατρῴαν ἀρχὴν παραλαβὼν ηὔξησε καὶ παρὰ πολὺ ἐξέτεινε χρησάμενος τῇ τῆς τύχης ὁρμῇ. ἐπεὶ δʼ οὖν ἐνίκησέ τε καὶ τὸν ὄλεθρον ἐκεῖνον Δαρεῖον ἐν Ἰσσῷ τε καὶ Ἀρβήλοις ἐκράτησεν, ἀποστὰς τῶν πατρῴων προσκυνεῖσθαι ἠξίου καὶ ἐς δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτὸν καὶ ἐμιαιφόνει ἐν τοῖς συμποσίοις τοὺς φίλους καὶ συνελάμβανεν ἐπὶ θανάτῳ. ἐγὼ δὲ ἦρξα ἐπʼ ἴσης τῆς πατρίδος, καὶ ἐπειδὴ μετεπέμπετο τῶν πολεμίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ, τὰχέως ὑπήκουσα, καὶ ἰδιώτην ἐμαυτὸν παρέσχον καὶ καταδικασθεὶς ἤνεγκα εὐγνωμόνως τὸ πρᾶγμα. καὶ ταῦτα ἔπραξα βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς καὶ οὔτε Ὅμηρον ὥσπερ οὗτος ῥαψῳδῶν οὔτε ὑπʼ Ἀριστοτέλει τῷ σοφιστῇ παιδευθείς, μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. ταῦτά ἐστιν ἃ ἐγὼ Ἀλεξάνδρου ἀμείνων φημὶ εἶναι. εἰ δέ ἐστι καλλίων οὑτοσί, διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο, Μακεδόσι μὲν ἴσως καὶ ταῦτα σεμνά, οὐ μὴν διὰ τοῦτο ἀμείνων δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρὸς τῇ γνώμῃ πλέον ἤπερ τῇ τύχῃ κεχρημένου.
Μίνως ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον οὐδὲ ὡς Λίβυν εἰκὸς ἦν ὑπὲρ αὑτοῦ. σὺ δέ, ὦ Ἀλέξανδρε, τί πρὸς ταῦτα φής;
Alexander, on the other hand, in increasing and extending as he did the dominion which he had inherited from his father, was but following the impetus given to him by Fortune. And this conqueror had no sooner crushed his puny adversary by the victories of Issus and Arbela, than he forsook the traditions of his country, and lived the life of a Persian; accepting the prostrations of his subjects, assassinating his friends at his own table, or handing them over to the executioner. I in my command respected the freedom of my country, delayed not to obey her summons, when the enemy with their huge armament invaded Libya, laid aside the privileges of my office, and submitted to my sentence without a murmur. Yet I was a barbarian all unskilled in Greek culture; I could not recite Homer, nor had I enjoyed the advantages of Aristotle’s instruction; I had to make a shift with such qualities as were mine by nature.—It is on these grounds that I claim the pre-eminence. My rival has indeed all the lustre that attaches to the wearing of a diadem, and—I know not—for Macedonians such things may have charms: but I cannot think that this circumstance constitutes a higher claim than the courage and genius of one who owed nothing to Fortune, and everything to his own resolution.
MINOS Not bad, for a Libyan.—Well, Alexander, what do you say to that?
Ἀλέξανδρος ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν ἀποκρίνασθαι· ἱκανὴ γὰρ ἡ φήμη διδάξαι σε, οἷος μὲν ἐγὼ βασιλεύς, οἷος δὲ οὗτος λῃστὴς ἐγένετο. ὅμως δὲ ὅρα εἰ κατʼ ὀλίγον αὐτοῦ διήνεγκα, ὃς νέος ὢν ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν τεταραγμένην κατέσχον καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον, κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ Στρατηγός τε ὑπʼ αὐτῶν χειροτονηθεὶς οὐκ ἠξίωσα τὴν Μακεδόνων ἀρχὴν περιέπων ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν, ἀλλὰ πᾶσαν ἐπινοήσας τὴν γῆν καὶ δεινὸν ἡγησάμενος, εἰ μὴ ἁπάντων κρατήσαιμι, ὀλίγους ἄγων ἐσέβαλον ἐς τὴν Ἀσίαν, καὶ ἐπί τε Γρανικῷ ἐκράτησα μεγάλῃ μάχῃ καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ Φρυγίαν καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος ἦλθον ἐπὶ Ἰσσόν, ἔνθα Δαρεῖος ὑπέμεινε μυριάδας πολλὰς στρατοῦ ἄγων.
Ἀλέξανδρος καὶ τὸ ἀπὸ τούτου, ὦ Μίνως, ὑμεῖς ἴστε ὅσους ὑμῖν νεκροὺς ἐπὶ μιᾶς ἡμέρας κατέπεμψα· φησὶ γοῦν ὁ πορθμεὺς μὴ διαρκέσαι αὐτοῖς τότε τὸ σκάφος. ἀλλα σχεδίας πηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι. καὶ ταῦτα διέπραττον αὐτὸς προκινδυνεύων καὶ τιτρωσκεσθαι ἀξιῶν· καὶ ἵνα σοὶ μὴ τὰ ἐν Τύρῳ μηδὲ τὰ ἐν Ἀρ βήλοις διηγήσωμαι, ἀλλὰ καὶ μέχρι Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιησάμην τῆς ἀρχῆς καὶ τοὺς ἐλέφαντας αὐτῶν εἷλον καὶ Πῶρον ἐχειρωσάμην, καὶ Σκύθας δὲ οὐκ εὐκαταφρονήτους ἄνδρας ὑπερβὰς τὸν Τάναϊν ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ, καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην. εἰ δὲ καὶ θεὸς ἐδόκουν τοῖς ἀνθρώποις, συγγνωστοὶ ἐκεῖνοι πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι πιστεύσαντες περὶ ἐμοῦ.
Ἀλέξανδρος τὸ δʼ οὖν τελευταῖον ἐγὼ μὲν βασιλεύων ἀπέθανον, οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ ὠμότατον ὄντα· ὡς γὰρ δὴ ἐκράτησε τῶν Ἰταλῶν, ἐῶ λέγειν ὅτι οὐκ ἰσχύι, ἀλλὰ πονηρίᾳ καὶ ἀπιστίᾳ καὶ δόλοις, νόμιμον δὲ ἢ προφανὲς οὐδέν. ἐπεὶ δέ μοι ὠνείδισε τὴν τρυφήν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει ἐν Καπύῃ ἑταίραις συνὼν καὶ τοὺς τοῦ ποκέμου καιροὺς ὁ θαυμάσιος καθηδυπαθῶν. ἐγὼ δὲ εἰ μὴ μικρὰ τὰ ἑσπέρια δόξας ἐπὶ τὴν ἕω μᾶλλον ὥρμησα, τί ἂν μέγα ἔπραξα Ἰταλίαν ἀναιμωτὶ λαβὼν καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος; ἀλλʼ οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα ὑποπτήσσοντα ἤδη καὶ δεσπότην ὁμολογοῦντα. εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε· ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.
Σκηπίων μὴ πρότερον, ἢν μὴ καὶ ἐμοῦ ἀκούσῃς.
Μίνως τίς γὰρ εἶ, ὦ βέλτιστε; ἢ πόθεν ὢν ἐρεῖς;
Σκηπίων Ἰταλιώτης Σκηπίων στρατηγὸς ὁ καθελὼν Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις μάχαις.
Μίνως τί οὖν καὶ σὺ ἐρεῖς;
Σκηπίων Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων, ὃς ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν κατηναγκασα ἀτίμως. πῶς οὖν οὐκ ἀναίσχυντος οὗτος, ὃς προς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδὲ Σκηπίων ἐγὼ ὁ νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι ἀξιῶ;
Μίνως νὴ Δίʼ εὐγνώμονα φής, ὦ Σκηπίων· ὥστε πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετʼ αὐτὸν δὲ σύ, εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας οὐδὲ οὗτος εὐκαταφρόνητος ὤν.
ALEXANDER Silence, Minos, would be the best answer to such confident self-assertion. The tongue of Fame will suffice of itself to convince you that I was a great prince, and my opponent a petty adventurer. But I would have you consider the distance between us. Called to the throne while I was yet a boy, I quelled the disorders of my kingdom, and avenged my father’s murder. By the destruction of Thebes, I inspired the Greeks with such awe, that they appointed me their commander-in-chief; and from that moment, scorning to confine myself to the kingdom that I inherited from my father, I extended my gaze over the entire face of the earth, and thought it shame if I should govern less than the whole. With a small force I invaded Asia, gained a great victory on the Granicus, took Lydia, Ionia, Phrygia,—in short, subdued all that was within my reach, before I commenced my march for Issus, where Darius was waiting for me at the head of his myriads. You know the sequel: yourselves can best say what was the number of the dead whom on one day I dispatched hither. The ferryman tells me that his boat would not hold them; most of them had to come across on rafts of their own construction. In these enterprises, I was ever at the head of my troops, ever courted danger. To say nothing of Tyre and Arbela, I penetrated into India, and carried my empire to the shores of Ocean; I captured elephants; I conquered Porus; I crossed the Tanais, and worsted the Scythians—no mean enemies—in a tremendous cavalry engagement. I heaped benefits upon my friends: I made my enemies taste my resentment. If men took me for a god, I cannot blame them; the vastness of my undertakings might excuse such a belief. But to conclude. I died a king: Hannibal, a fugitive at the court of the Bithynian Prusias—fitting end for villany and cruelty. Of his Italian victories I say nothing; they were the fruit not of honest legitimate warfare, but of treachery, craft, and dissimulation. He taunts me with self-indulgence: my illustrious friend has surely forgotten the pleasant time he spent in Capua among the ladies, while the precious moments fleeted by. Had I not scorned the Western world, and turned my attention to the East, what would it have cost me to make the bloodless conquest of Italy, and Libya, and all, as far West as Gades? But nations that already cowered beneath a master were unworthy of my sword.—I have finished, Minos, and await your decision; of the many arguments I might have used, these shall suffice.
SCIPIO First, Minos, let me speak.
MINOS And who are you, friend? and where do you come from?
SCIPIO I am Scipio, the Roman general, who destroyed Carthage, and gained great victories over the Libyans.
MINOS Well, and what have you to say?
SCIPIO That Alexander is my superior, and I am Hannibal’s, having defeated him, and driven him to ignominious flight. What impudence is this, to contend with Alexander, to whom I, your conqueror, would not presume to compare myself!
MINOS Honestly spoken, Scipio, on my word! Very well, then: Alexander comes first, and you next; and I think we must say Hannibal third. And a very creditable third, too.
Ἀντίλοχος οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, ᾧ μὴ βίοτος πολὺς εἴη, μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ κὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
Ἀχιλλεύς ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής, εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι· μετὰ νεκρῶν δὲ ὁμοτιμία, καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ ὅμοιοι καὶ κατʼ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν Τρώων νεκροὶ δεδίασί με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν, ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός. ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν.
Ἀντίλοχος ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνήσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν ὧδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ηρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.
Ἀχιλλεύς ἑταιρικὴ μὲν ἡ παραίνεσις, ἐμὲ δὲ οὐκ οἶδʼ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθʼ ἡσυχίαν αὐτὸ πάσχοντες.
Ἀντίλοχος οὔκ, ἀλλʼ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν και ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ καὶ σὺ τοιαῦτα εὐχόμενοι.
ANTILOCHUS Achilles, what you were saying to Odysseus the other day about death was very poor-spirited; I should have expected better things from a pupil of Chiron and Phoenix. I was listening; you said you would rather be a servant on earth to some poor hind ‘of scanty livelihood possessed,’ than king of all the dead. Such sentiments might have been very well in the mouth of a poor-spirited cowardly Phrygian, dishonourably in love with life: for the son of Peleus, boldest of all Heroes, so to vilify himself, is a disgrace; it gives the lie to all your life; you might have had a long inglorious reign in Phthia, and your own choice was death and glory.
ACHILLES In those days, son of Nestor, I knew not this place; ignorant whether of those two was the better, I esteemed that flicker of fame more than life; now I see that it is worthless, let folk up there make what verses of it they will. ‘Tis dead level among the dead, Antilochus; strength and beauty are no more; we welter all in the same gloom, one no better than another; the shades of Trojans fear me not, Achaeans pay me no reverence; each may say what he will; a man is a ghost, ‘or be he churl, or be he peer.’ It irks me; I would fain be a servant, and alive.
ANTILOCHUS But what help, Achilles? ‘tis Nature’s decree that by all means all die. We must abide by her law, and not fret at her commands. Consider too how many of us are with you here; Odysseus comes ere long; how else? Is there not comfort in the common fate? ‘tis something not to suffer alone. See Heracles, Meleager, and many another great one; they, methinks, would not choose return, if one would send them up to serve poor destitute men.
ACHILLES Ay, your intent is friendly; but I know not, the thought of the past life irks me—and each of you too, if I mistake not. And if you confess it not, the worse for you, smothering your pain.
ANTILOCHUS Not the worse, Achilles; the better; for we see that speech is unavailing. Be silent, bear, endure—that is our resolve, lest such longings bring mockery on us, as on you.
Αἰακός τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών;
Πρωτεσίλεως ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε τὴν νεόγαμον γυναῖκα.
Αἰακός αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.
Πρωτεσίλεως εὖ λέγεις· ἐκεῖνόν μοι αἰτιατέον.
Μενέλαος οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τα δίκαια ᾤχετο ἁρπάσας· οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλʼ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημένος.
Πρωτεσίλεως ἄμεινον οὕτω· σὲ τοιγαροῦν, ὦ Δύσπαρι, οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.
Πάρις ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα ὁμότεχνον ὄντα σοι· ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστι καί τις ἡμᾶς δαίμων ἄγει ἔνθα ἂν ἐθέλῃ, καὶ ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.
Πρωτεσίλεως εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεῖν δυνατὸν ἦν.
Αἰακός ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπει προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς, διʼ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.
Πρωτεσίλεως οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακἑ, ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος, ἀλλʼ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι.
Αἰακός ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;
AEACUS Now then, Protesilaus, what do you mean by assaulting and throttling Helen?
PROTESILAUS Why, it was all her fault that I died, leaving my house half built, and my bride a widow.
AEACUS You should blame Menelaus, for taking you all to Troy after such a light-o’-love.
PROTESILAUS That is true; he shall answer it.
MENELAUS No, no, my dear sir; Paris surely is the man; he outraged all rights in carrying off his host’s wife with him. He deserves throttling, if you like, and not from you only, but from Greeks and barbarians as well, for all the deaths he brought upon them.
PROTESILAUS Ah, now I have it. Here, you—you Paris! you shall not escape my clutches.
PARIS Oh, come, sir, you will never wrong one of the same gentle craft as yourself. Am I not a lover too, and a subject of your deity? against love you know (with the best will in the world) how vain it is to strive; ‘tis a spirit that draws us whither it will.
PROTESILAUS There is reason in that. Oh, would that I had Love himself here in these hands!
AEACUS Permit me to charge myself with his defence. He does not absolutely deny his responsibility for Paris’s love; but that for your death he refers to yourself, Protesilaus. You forgot all about your bride, fell in love with fame, and, directly the fleet touched the Troad, took that rash senseless leap, which brought you first to shore and to death.
PROTESILAUS Now it is my turn to correct, Aeacus. The blame does not rest with me, but with Fate; so was my thread spun from the beginning.
AEACUS Exactly so; then why blame our good friends here?