Aristophanes · Plutus Πλοῦτος

Aristophanes, Plutus 77–252: Prologue: Wealth reveals himself and the plan to cure him

The stranger tells them that he is Wealth, whom Zeus made blind out of jealousy of the good, so that he could not tell the just from the wicked. Chremylus and Cario argue that Wealth is mightier than Zeus himself, since every sacrifice, craft and ambition of mankind depends on him, and that no one ever has enough of him. Wealth fears the anger of Zeus, but Chremylus promises a cure, sends Cario to fetch his farm-friends and takes Wealth into the house.

Lines 77–252 · 1563 words · click a number to copy its link
Πλοῦτος 77λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. Χρεμύλος ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν; Καρίων 80σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος; ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ; Πλοῦτος ναί. Χρεμύλος ἐκεῖνος αὐτός; Πλοῦτος αὐτότατος. Χρεμύλος πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις; Πλοῦτος ἐκ Πατροκλέους ἔρχομαι, 85ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο. Χρεμύλος τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι. Πλοῦτος ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους 90μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. Χρεμύλος καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. Πλοῦτος ὁμολογῶ σοι. Χρεμύλος φέρε τί οὖν; 95εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

WEALTH Then listen, both: for I, it seems, must needs Reveal the secret I proposed to keep. Know then, I’m Wealth!

CHREMYLUS You most abominable Of all mankind, you, Wealth, and keep it snug!

CARIO You, Wealth, in such a miserable plight!

CHREMYLUS O King Apollo! O ye Gods and daemons! O Zeus! what mean you? are you really HE?

WEALTH I am.

CHREMYLUS Himself?

WEALTH His own self’s self.

CHREMYLUS Whence come you So grimed with dirt?

WEALTH From Patrocles’s house, A man who never washed in all his life.

CHREMYLUS And this, your sad affliction, how came this?

WEALTH ’Twas Zeus that caused it, jealous of mankind. For, when a little chap, I used to brag I’d visit none except the wise and good And orderly; he therefore made me blind, That I might ne’er distinguish which was which, So jealous is he always of the good!

CHREMYLUS And yet ’tis only from the just and good His worship comes.

WEALTH I grant you that.

CHREMYLUS Then tell me, If you could see again as once you could, Would you avoid the wicked?

Πλοῦτος 96bφήμʼ ἐγώ. Χρεμύλος ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις; Πλοῦτος πάνυ μὲν οὖν· πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου. Χρεμύλος καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων. Πλοῦτος 100ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ. Χρεμύλος μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου. Πλοῦτος οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα ἐμέλλετόν μοι; Χρεμύλος καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ, καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ 105ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα. Καρίων μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ. Πλοῦτος ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι, ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ. Χρεμύλος 110ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί. Πλοῦτος μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες. Καρίων οἰμώξει μακρά. Χρεμύλος σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται, 115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας βλέψαι ποιήσας. Πλοῦτος μηδαμῶς τοῦτʼ ἐργάσῃ. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. Χρεμύλος τί φῄς; Καρίων ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει. Πλοῦτος ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ† 120πύθοιτʼ ἂν ἐπιτρίψειε. Χρεμύλος νῦν δʼ οὐ τοῦτο δρᾷ, ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;

WEALTH Yes, I would.

CHREMYLUS And visit all the good?

WEALTH Yes; more by token I have not seen the good for many a day.

CHREMYLUS No more have I, although I’ve got my eyes.

WEALTH Come, let me go; you know my story now.

CHREMYLUS And therefore, truly, hold we on the more.

WEALTH I told you so: you vowed you’d let me go. I knew you wouldn’t.

CHREMYLUS O be guided, pray, And don’t desert me. Search where’er you will You’ll never find a better man than I.

CARIO No more there is, by Zeus—except myself.

WEALTH They all say that; but when in sober earnest—They find they’ve got me, and are wealthy men, They place no limit on their evil ways.

CHREMYLUS Too true! And yet not every one is bad.

WEALTH Yes, every single one.

CARIO (aside) You’ll smart for that.

CHREMYLUS Nay, nay, but hear what benefits you’ll get If you’re persuaded to abide with us. For well I trust,—I trust, with God to aid, That I shall rid you of this eye-disease, And make you see.

WEALTH For mercy’s sake, forbear. I do not wish to see again.

CHREMYLUS Eh? what?

CARIO O why, the man’s a born unfortunate!

WEALTH Let Zeus but hear their follies, and I know He’ll pay me out.

CHREMYLUS And doesn’t he do that now; Letting you wander stumbling through the world?

Πλοῦτος 122οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ. Χρεμύλος ἄληθες ὦ δειλότατε πάντων δαιμόνων; οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα 125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον; Πλοῦτος ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ. Χρεμύλος ἔχʼ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. Πλοῦτος ἐμὲ σύ; Χρεμύλος νὴ τὸν οὐρανόν. 130αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν; Καρίων διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ. Χρεμύλος φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ; Καρίων ὁδί. Χρεμύλος θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί; Καρίων καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς. Χρεμύλος 135οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν; Πλοῦτος ὅτι τί δή; Χρεμύλος ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι, οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν, μὴ βουλομένου σοῦ. Πλοῦτος πῶς; Χρεμύλος ὅπως; οὐκ ἔσθʼ ὅπως 140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος. Πλοῦτος τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ; Χρεμύλος φήμʼ ἐγώ. καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν

WEALTH Eh, but I’m horribly afraid of Zeus!

CHREMYLUS Aye, say you so, you cowardliest God alive? What! do you think the imperial power of Zeus And all his thunderbolts were worth one farthing, Could you but see, for ever so short a time?

WEALTH Ah, don’t say that, you wretches!

CHREMYLUS Don’t be frightened! I’ll prove that you’re far stronger, mightier far Than Zeus.

WEALTH You’ll prove that I am?

CHREMYLUS Easily. Come, what makes Zeus the Ruler of the Gods?

CARIO His silver. He’s the wealthiest of them.

CHREMYLUS Well, Who gives him all his riches?

CARIO Our friend here.

CHREMYLUS And for whose sake do mortals sacrifice To Zeus?

CARIO For his: and pray straight out for wealth,

CHREMYLUS ’Tis all his doing: and ’tis he can quickly Undo it if he will.

WEALTH How mean you that?

CHREMYLUS I mean that nevermore will mortal man Bring ox, or cake, or any sacrifice, If such thy will.

WEALTH How so?

CHREMYLUS How can he buy A gift to offer, if thy power deny The needful silver? Single-handed, thou, If Zeus prove troublesome, canst crush his power.

WEALTH Men sacrifice to Zeus for ME?

CHREMYLUS They do. And whatsoever in the world is bright,

Χρεμύλος 145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται. ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα. Καρίων ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως. Χρεμύλος καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας, 150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν. Καρίων καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν. Χρεμύλος 155οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. Καρίων τί δαί; Χρεμύλος ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς. Καρίων αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. Χρεμύλος 160τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος· Καρίων ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται· Χρεμύλος ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών· Καρίων 165ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ· Χρεμύλος ὁ δὲ γναφεύει γʼ· Καρίων ὁ δέ γε πλύνει κῴδια· Χρεμύλος ὁ δὲ βυρσοδεψεῖ γʼ· Καρίων ὁ δέ γε πωλεῖ κρόμμυα· Χρεμύλος ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. Πλοῦτος οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι. Καρίων 170μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ; Χρεμύλος ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται; Καρίων τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

CHREMYLUS And fair, and graceful, all is done for thee. For every mortal thing subserves to Wealth.

CARIO Hence for a little filthy lucre I’m A slave, forsooth, because I’ve got no wealth.

CHREMYLUS And those Corinthian huzzies, so they say, If he who sues them for their love is poor, Turn up their noses at the man; but grant A wealthy suitor more than he desires.

CARIO So too the boy-loves; just to get some money, And not at all because they love their lovers.

CHREMYLUS Those are the baser, not the nobler sort, These never ask for money.

CARIO No? what then?

CHREMYLUS O one a hunter, one a pack of hounds.

CARIO Ah, they’re ashamed, I warrant, of their vice, And seek to crust it over with a name.

CHREMYLUS And every art existing in the world, And every craft, was for thy sake invented. For thee one sits and cobbles all the day, One works in bronze, another works in wood, One fuses gold—the gold derived from thee—

CARIO One plies the footpad’s, one the burglar’s trade,

CHREMYLUS One is a fuller, one a sheepskin-washer, One is a tanner, one an onion-seller, Through thee the nabbed adulterer gets off plucked.

WEALTH O, and all this I never knew before!

CHREMYLUS Aye, ’tis on him the Great King plumes himself; And our Assemblies all are held for him; Dost thou not man our triremes? Answer that.

Χρεμύλος 173τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει; Καρίων ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται; Χρεμύλος 175ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου; Καρίων Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται; Χρεμύλος Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει; Καρίων ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις; Χρεμύλος ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου; Καρίων 180ὁ Τιμοθέου δὲ πύργος— Χρεμύλος ἐμπέσοι γέ σοι. τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται; μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι. Καρίων κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, 185ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον. Πλοῦτος ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν; Χρεμύλος καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα· ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε. τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή, 190ἔρωτος Καρίων ἄρτων Χρεμύλος μουσικῆς Καρίων τραγημάτων Χρεμύλος τιμῆς Καρίων πλακούντων Χρεμύλος ἀνδραγαθίας Καρίων ἰσχάδων

CHREMYLUS Does he not feed the foreign troop at Corinth? Won’t Pamphilus be brought to grief for him?

CARIO Won’t Pamphilus and the needle-seller too? Does not Agyrrhius flout us all for him?

CHREMYLUS Does not Philepsius tell his tales for thee? Dost thou not make the Egyptians our allies? And Lais love the uncouth Philonides?

CARIO Timotheus’ tower—

CHREMYLUS Pray Heaven it fall and crush you! Aye, everything that’s done is done for thee. Thou art alone, thyself alone, the source Of all our fortunes, good and bad alike. ’Tis so in war; wherever he alights, That side is safe the victory to win.

WEALTH Can I, unaided, do such feats as these?

CHREMYLUS O yes, by Zeus, and many more than these. So that none ever has enough of thee. Of all things else a man may have too much, Of love,

CARIO Of loaves,

CHREMYLUS Of literature,

CARIO Of sweets,

CHREMYLUS Of honour,

CARIO Cheesecakes,

CHREMYLUS Manliness,

CARIO Dried figs,

Χρεμύλος 192φιλοτιμίας Καρίων μάζης Χρεμύλος στρατηγίας Καρίων φακῆς· Χρεμύλος σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε. ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα, 195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα· κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται, ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον. Πλοῦτος εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ· πλὴν ἓν μόνον δέδοικα. Χρεμύλος φράζε τοῦ πέρι; Πλοῦτος 200ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε ἔχειν με, ταύτης δεσπότης γενήσομαι. Χρεμύλος νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς δειλότατόν ἐσθʼ ὁ Πλοῦτος. Πλοῦτος ἥκιστʼ, ἀλλά με τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε 205οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν, εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα· εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν. Χρεμύλος μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα, 210βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως. Πλοῦτος πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν; Χρεμύλος ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην. Πλοῦτος κἀκεῖνος οὖν σύνοιδε ταῦτα; Χρεμύλος φήμʼ ἐγώ. Πλοῦτος 215ὁρᾶτε. Χρεμύλος μὴ φρόντιζε μηδὲν ὦγαθέ.

CHREMYLUS Ambition,

CARIO Barley-meal,

CHREMYLUS Command,

CARIO Pea soup.

CHREMYLUS But no man ever has enough of thee. For give a man a sum of thirteen talents, And all the more he hungers for sixteen; Give him sixteen, and he must needs have forty Or life’s not worth his living, so he says.

WEALTH Ye seem to me to speak extremely well, Yet on one point I’m fearful.

CHREMYLUS What is that?

WEALTH This mighty power which ye ascribe to me, I can’t imagine how I’m going to wield it.

CHREMYLUS O this it is that all the people say, Wealth is the cowardliest thing.

WEALTH It is not true. That is some burglar’s slander; breaking into A wealthy house, he found that everything Was under lock and key, and so got nothing: Wherefore he called my forethought, cowardliness.

CHREMYLUS Well, never mind; assist us in the work And play the man; and very soon I’ll make you Of keener sight than ever Lynceus was.

WEALTH Why, how can you, a mortal man, do that?

CHREMYLUS Good hope have I from that which Phoebus told me, Shaking the Pythian laurel as he spoke.

WEALTH Is Phoebus privy to your plan?

CHREMYLUS He is.

WEALTH Take heed!

CHREMYLUS Don’t fret yourself, my worthy friend.

Χρεμύλος 216ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν, αὐτὸς διαπράξω ταῦτα. Καρίων κἂν βούλῃ γʼ, ἐγώ. Χρεμύλος πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι, ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα. Πλοῦτος 220παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους. Χρεμύλος οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν. ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών— Καρίων τί δρῶ; λέγε. Χρεμύλος τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, 225ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος. Καρίων καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών. Χρεμύλος ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε. 230σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως. Πλοῦτος ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς 235εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ· ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω· κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος 240αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε. ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

CHREMYLUS I am the man: I’ll work the matter through, Though I should die for it.

CARIO And so will I.

CHREMYLUS And many other bold allies will come, Good virtuous men without a grain of—barley.

WEALTH Bless me! a set of rather poor allies.

CHREMYLUS Not when you’ve made them wealthy men once more. Hi, Cario, run your fastest, and

CARIO Do what?

CHREMYLUS Summon my farm-companions from the fields (You’ll find them there, poor fellows, hard at work), And fetch them hither; so that each and all May have, with me, an equal share in Wealth.

CARIO Here goes! I’m off. Come out there, somebody, And carry in my little piece of meat.

CHREMYLUS I’ll see to that: you, run away directly. But thou, dear Wealth, the mightiest Power of all, Come underneath my roof. Here stands the house, Which thou art going evermore to fill With wealth and plenty, by fair means or foul.

WEALTH And yet it irks me, I protest it does, To enter in beneath a stranger’s roof. I never got the slightest good from that. Was it a miser’s house; the miser straight Would dig a hole and pop me underground; And if some worthy neighbour came to beg A little silver for his urgent needs, Would vow he’d never seen me in his life. Or was it some young madcap’s: in a jiffey Squandered and lost amongst his drabs and dice I’m bundled, naked, out of house and home.

Χρεμύλος 245μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε. ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί, χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ. ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι 250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ. Πλοῦτος πείθομαι. Χρεμύλος τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

CHREMYLUS You never chanced upon a moderate man, But now you have; for such a man am I. For much I joy in saving, no man more, And much in spending when ’tis right to spend. So go we in; I long to introduce My wife and only son whom most I love— After yourself of course.

WEALTH That I believe.

CHREMYLUS Why should one say what is not true to you?

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.