Aristophanes · Plutus Πλοῦτος

Aristophanes, Plutus 627–770: Episode: Cario reports the cure of Wealth

Cario comes out to tell the Chorus and the master's wife that Wealth has recovered his sight at the temple of Asclepius. He describes how they bathed Wealth in the sea and laid him in the temple at night, and how he himself stole a bowl of broth from beside an old woman while the priest swept the altar of its cakes. The god then came with two serpents that licked Wealth's eyelids, and Wealth rose seeing, to the joy of the honest men who now follow him.

Lines 627–770 · 1171 words · click a number to copy its link
Καρίων 627ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις, ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε, 630ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου. Χορός τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων; φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος. Καρίων ὁ δεσπότης πέπραγεν εὐτυχέστατα, μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ 635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας, Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών. Χορός λέγεις μοι χαράν, λέγεις μοι βοάν. Καρίων πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή. Χορός ἀναβοάσομαι τὸν εὔπαιδα καὶ 640μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν. Γυνή τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι ἔνδον κάθημαι περιμένουσα τουτονί. Καρίων ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα 645καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα· ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω. Γυνή καὶ ποῦ στιν; Καρίων ἐν τοῖς λεγομένοις εἴσει τάχα. Γυνή πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ. Καρίων ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα 650ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.

CARIO Here’s joy, here’s happiness, old friends, for you Who, at the feast of Theseus, many a time Have ladled up small sops of barley-broth! Here’s joy for you and all good folk besides.

CHORUS How now, you best of all your fellow-knaves? You seem to come a messenger of good.

CARIO With happiest fortune has my master sped, Or rather Wealth himself; no longer blind, He hath relumed the brightness of his eyes, So kind a Healer hath Asclepius proved.

CHORUS (singing) Joy for the news you bring. Joy! Joy! with shouts I sing.

CARIO Aye, will you, nill you, it is joy indeed.

CHORUS (singing) Sing we with all our might Asclepius first and best, To men a glorious light, Sire in his offspring blest.

WIFE What means this shouting? Has good news arrived? For I’ve been sitting till I’m tired within Waiting for him, and longing for good news.

CARIO Bring wine, bring wine, my mistress; quaff yourself The flowing bowl; (you like it passing well). I bring you here all blessings in a lump.

WIFE Where?

Γυνή 651μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν. Καρίων μὴ τἀγαθὰ ἃ νῦν γεγένηται; Γυνή μὴ μὲν οὖν τὰ πράγματα. Καρίων ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον 655νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα, πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν, ἔπειτʼ ἐλοῦμεν. Γυνή νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος. Καρίων ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. 660ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα καθωσιώθη πέλανος Ἡφαίστου φλογί, κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν· ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο. Γυνή ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ; Καρίων 665εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν· ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ 670ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου, 675ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,

WIFE Not on my head, I pray you.

CARIO Not the blessings We have all got?

WIFE Not all that striking business.

CARIO Soon as we reached the Temple of the God Bringing the man, most miserable then, But who so happy, who so prosperous now? Without delay we took him to the sea And bathed him there.

WIFE O what a happy man, The poor old fellow bathed in the cold sea!

CARIO Then to the precincts of the God we went. There on the altar honey-cakes and bakemeats Were offered, food for the Hephaestian flame. There laid we Wealth as custom bids; and we Each for himself stitched up a pallet near.

WIFE Were there no others waiting to be healed?

CARIO Neocleides was, for one; the purblind man, Who in his thefts out-shoots the keenest-eyed. And many others, sick with every form Of ailment. Soon the Temple servitor Put out the lights, and bade us fall asleep, Nor stir, nor speak, whatever noise we heard. So down we lay in orderly repose. And I could catch no slumber, not one wink, Struck by a nice tureen of broth which stood A little distance from an old wife’s head, Whereto I marvellously longed to creep. Then, glancing upwards, I behold the priest Whipping the cheese-cakes and the figs from off The holy table; thence he coasted round

Καρίων 680εἴ που πόπανον εἴη τι καταλελειμμένον· ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι. Γυνή ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν; Καρίων 685νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα· ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ 690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων· 695ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην. Γυνή ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν; Καρίων οὐδέπω. μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου. Γυνή 700ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο. Καρίων οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω. Γυνή αὐτὸς δʼ ἐκεῖνος; Καρίων οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν. Γυνή 705λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν. Καρίων μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον. Γυνή αἲ τάλαν.

CARIO And everything he found he consecrated Into a sort of sack; so I, concluding This was the right and proper thing to do, Arose at once to tackle that tureen.

WIFE Unhappy man! Did you not fear the God?

CARIO Indeed I did, lest he should cut in first, Garlands and all, and capture my tureen. For so the priest forewarned me he might do. Then the old lady when my steps she heard Reached out a stealthy hand; I gave a hiss, And mouthed it gently like a sacred snake. Back flies her hand; she draws her coverlets More tightly round her, and, beneath them, lies In deadly terror like a frightened cat. Then of the broth I gobbled down a lot Till I could eat no more, and then I stopped.

WIFE Did not the God approach you?

CARIO Not till later. And then I did a thing will make you laugh. For as he neared me, by some dire mishap My wind exploded like a thunder-clap.

WIFE I guess the God was awfully disgusted.

CARIO No, but Iaso blushed a rosy red And Panacea turned away her head Holding her nose: my wind’s not frankincense.

WIFE But he himself?

CARIO Observed it not, nor cared.

WIFE O why, you’re making out the God a clown!

CARIO No, no; an ordure-taster.

WIFE Oh! you wretch.

Καρίων 707μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα σκοπῶν περιῄει πάντα κοσμίως πάνυ. 710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον. Γυνή λίθινον; Καρίων μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον. Γυνή σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε, ὃς ἐγκεκαλύφθαι φῄς; Καρίων διὰ τοῦ τριβωνίου· 715ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν 720καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη· ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, 725ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας. Γυνή ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός. Καρίων μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο, καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο, ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν 730τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν. ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ ὑπερφυεῖς τὸ μέγεθος. Γυνή ὦ φίλοι θεοί.

CARIO So then, alarmed, I muffled up my head, Whilst he went round, with calm and quiet tread, To every patient, scanning each disease. Then by his side a servant placed a stone Pestle and mortar; and a medicine chest.

WIFE A stone one?

CARIO Hang it, not the medicine chest.

WIFE How saw you this, you villain, when your head, You said just now, was muffled?

CARIO Through my cloak. Full many a peep-hole has that cloak, I trow. Well, first he set himself to mix a plaster For Neocleides, throwing in three cloves Of Tenian garlic; and with these he mingled Verjuice and squills; and brayed them up together Then drenched the mass with Sphettian vinegar, And turning up the eyelids of the man Plastered their inner sides, to make the smart More painful. Up he springs with yells and roars In act to flee; then laughed the God, and said, Nay, sit thou there, beplastered; I’ll restrain thee, Thou reckless swearer, from the Assembly now.

WIFE O what a clever, patriotic God!

CARIO Then, after this, he sat him down by Wealth, And first he felt the patient’s head, and next Taking a linen napkin, clean and white, Wiped both his lids, and all around them, dry. Then Panacea with a scarlet cloth Covered his face and head; then the God clucked, And out there issued from the holy shrine Two great enormous serpents.

Καρίων 735τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ· καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων· ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς 740τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών. οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα. 745ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν. Γυνή ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα. ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος; Καρίων ἔρχεται. 750ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς· ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν 755οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα. οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. 760ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε· οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. Γυνή νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι

WIFE O good heavens!

CARIO And underneath the scarlet cloth they crept And licked his eyelids, as it seemed to me; And, mistress dear, before you could have drunk Of wine ten goblets, Wealth arose and saw. O then for joy I clapped my hands together And woke my master, and, hey presto! both The God and serpents vanished in the shrine. And those who lay by Wealth, imagine how They blessed and greeted him, nor closed their eyes The whole night long till daylight did appear. And I could never praise the God enough For both his deeds, enabling Wealth to see, And making Neocleides still more blind.

WIFE O Lord and King, what mighty power is thine! But prithee where is Wealth?

CARIO He’s coming here, With such a crowd collected at his heels. For all the honest fellows, who before Had scanty means of living, flocking round, Welcomed the God and clasped his hand for joy. —Though others, wealthy rascals, who had gained Their pile of money by unrighteous means, Wore scowling faces, knitted up in frowns,— But those went following on, begarlanded, With smiles and blessings; and the old men’s shoes Rang out in rhythmic progress as they marched. Now therefore all, arise with one accord, And skip, and bound, and dance the choral dance, For nevermore, returning home, ye’ll hear Those fatal words No barley in the bin!

WIFE By Hecate, for this good news you bring

Γυνή 765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτʼ ἀπαγγείλαντα. Καρίων μή νυν μέλλʼ ἔτι, ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν. Γυνή φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ. Καρίων 770ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.

WIFE I’ve half a mind to crown you with a wreath Of barley loaves.

CARIO Well, don’t be loitering now. The men, by this, are nearly at your gates.

WIFE Then I will in, and fetch the welcoming-gifts Wherewith to greet these newly-purchased—eyes?

CARIO And I will out, and meet them as they come.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

Plutus 627–770: Episode: Cario reports the cure of Wealth