Aristophanes · Plutus Πλοῦτος

Aristophanes, Plutus 959–1096: Episode: the Old Lady and the Youth

An Old Lady asks Chremylus for help, saying that the young man she kept in presents has deserted her now that he is rich. The Youth arrives with a torch and mocks her wrinkles and her few teeth, and Chremylus teases them both. The Youth says that he will not fight her but must go in to give his wreaths to the god, and the Old Lady follows him close behind.

Lines 959–1096 · 1285 words · click a number to copy its link
Γραῦς 959ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν 960ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ, ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν; Χορός ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς. Γραῦς φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά. Χρεμύλος 965μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα. ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν. Γραῦς πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε· ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν, ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον. Χρεμύλος 970τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια εν ταῖς γυναιξὶν ἦσθα; Γραῦς μὰ Δίʼ ἐγὼ μὲν οὔ.

OLD LADY Pray, have we really reached, you dear old men, The very dwelling where this new God dwells? Or have we altogether missed the way?

CHORUS No, you have really reached his very door, You dear young girl; for girl-like is your speech.

OLD LADY O, then, I’ll summon one of those within.

CHREMYLUS Nay, for, unsummoned, I have just come out. So tell me freely what has brought you here.

OLD LADY O, sad, my dear, and anguished is my lot, For ever since this God began to see My life’s been not worth living; all through him.

CHREMYLUS What, were you too a she-informer then Amongst the women?

OLD LADY No indeed, not I.

Χρεμύλος 972ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι; Γραῦς σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα. Χρεμύλος οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα; Γραῦς 975ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον, πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ, ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς· ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν. Χρεμύλος 980τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε; Γραῦς οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο. ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα· καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον 985ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον· πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων. Χρεμύλος οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο. Γραῦς καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας 990αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. Χρεμύλος λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα. Γραῦς ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ. 995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα

CHREMYLUS Or, not elected, sat you judging—wine?

OLD LADY You jest; but I, poor soul, am misery-stung.

CHREMYLUS What kind of misery stings you? tell me quick.

OLD LADY Then listen. I’d a lad that loved me well, Poor, but so handsome, and so fair to see, Quite virtuous too; whate’er I wished, he did In such a nice and gentlemanly way; And what he wanted, I in turn supplied.

CHREMYLUS What were the things he asked you to supply?

OLD LADY Not many: so prodigious the respect In which he held me. ’Twould be twenty drachmas To buy a cloak and, maybe, eight for shoes; Then for his sisters he would want a gown, And just one mantle for his mother’s use, And twice twelve bushels of good wheat perchance.

CHREMYLUS Not many truly were the gifts he asked! ’Tis plain he held you in immense respect.

OLD LADY And these he wanted not for greed, he swore, But for love’s sake, that when my robe he wore, He might, by that, remember me the more.

CHREMYLUS A man prodigiously in love indeed!

OLD LADY Aye, but the scamp’s quite other-minded now. He’s altogether changed from what he was. So when I sent him this delicious cake, And all these bon-bons here upon the tray,

Γραῦς 997ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι εἰς ἑσπέραν ἥξοιμι— Χρεμύλος τί σʼ ἔδρασʼ; εἰπέ μοι. Γραῦς ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί, 1000ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι, καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. Χρεμύλος δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν, ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ· 1005πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν. Γραῦς καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν. Χρεμύλος ἐπʼ ἐκφοράν; Γραῦς μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον ἐρῶν ἀκοῦσαι. Χρεμύλος τοῦ λαβεῖν μὲν οὖν χάριν. Γραῦς 1010καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με, νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο. Χρεμύλος ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα. Γραῦς μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, 1015ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν. Χρεμύλος μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων. Γραῦς καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη. Χρεμύλος ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν. Γραῦς 1020ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. Χρεμύλος εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία. Γραῦς τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

OLD LADY Adding a whispered message that I hoped To come at even—

CHREMYLUS Tell me what he did?

OLD LADY He sent them back, and sent this cream-cake too, Upon condition that I come no more; And said withal, Long since, in war’s alarms Were the Milesians lusty men-at-arms.

CHREMYLUS O, then the lad’s not vicious; now he’s rich He cares for broth no longer, though before, When he was poor, he snapped up anything.

OLD LADY O, by the Twain, and every day before, He used to come, a suppliant, to my door.

CHREMYLUS What, for your funeral?

OLD LADY No, he was but fain My voice to hear.

CHREMYLUS Your bounty to obtain.

OLD LADY When in the dumps, he’d smother me with love, Calling me “little duck” and “little dove.”

CHREMYLUS And then begged something for a pair of shoes.

OLD LADY And if perchance, when riding in my coach At the Great Mysteries, some gallant threw A glance my way, he’d beat me black and blue, So very jealous had the young man grown.

CHREMYLUS Aye, aye, he liked to eat his cake alone.

OLD LADY He vowed my hands were passing fair and white.

CHREMYLUS With twenty drachmas in them—well he might.

OLD LADY And much he praised the fragrance of my skin.

CHREMYLUS No doubt, no doubt, if Thasian you poured in.

OLD LADY And then he swore my glance was soft and sweet.

Χρεμύλος 1023οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. Γραῦς 1025ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί. Χρεμύλος τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται. Γραῦς ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν, 1030ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν. Χρεμύλος οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι; Γραῦς ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη. Χρεμύλος ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται. Γραῦς ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε. Χρεμύλος 1035οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς. Γραῦς διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις. Χρεμύλος εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία. Γραῦς καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω· 1040ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν. Χρεμύλος φαίνεται. στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται. Νεανίας ἀσπάζομαί σε. Γραῦς τί φησιν; Νεανίας ἀρχαία φίλη, πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν. Γραῦς τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι. Χρεμύλος 1045ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι. Γραῦς ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν; Χρεμύλος τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα· μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει. Γραῦς οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους. Νεανίας 1050ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

CHREMYLUS He was no fool: he knew the way to eat The goodly substance of a fond old dame.

OLD LADY O then, my dear, the God is much to blame. He said he’d right the injured, every one.

CHREMYLUS What shall he do? speak, and the thing is done.

OLD LADY He should, by Zeus, this graceless youth compel To recompense the love that loved him well; Or no good fortune on the lad should light.

CHREMYLUS Did he not then repay you every night?

OLD LADY He’d never leave me all my life, he said.

CHREMYLUS And rightly too; but now he counts you dead.

OLD LADY My dear, with love’s fierce pangs I’ve pined away.

CHREMYLUS Nay rather, grown quite rotten, I should say.

OLD LADY O, you could draw me through a ring, I know.

CHREMYLUS A ring? A hoop that round a sieve could go.

OLD LADY O, here comes he of whom I’ve been complaining All this long while; this is that very lad! Bound to some revel surely.

CHREMYLUS So it seems. At least, he has got the chaplets and the torch.

YOUTH Friends, I salute you.

OLD LADY Eh?

YOUTH Mine ancient flame, How very suddenly you’ve got grey hair.

OLD LADY O me, the insults I am forced to bear.

CHREMYLUS ’Tis years since last he saw you, I dare say.

OLD LADY What years, you wretch? He saw me yesterday!

CHREMYLUS Why then, his case is different from the rest; When in his cups, methinks, he sees the best.

OLD LADY No, this is just his naughty, saucy way.

YOUTH O Gods of eld! Poseidon of the Main! What countless wrinkles does her face contain!

Γραῦς 1052ἆ ἆ, τὴν δᾷδα μή μοι πρόσφερʼ. Χρεμύλος εὖ μέντοι λέγει. ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται. Νεανίας 1055βούλει διὰ χρόνου πρός με παῖσαι; Γραῦς ποῖ τάλαν; Νεανίας αὐτοῦ, λαβοῦσα κάρυα. Γραῦς παιδιὰν τίνα; Νεανίας πόσους ἔχεις ὀδόντας. Χρεμύλος ἀλλὰ γνώσομαι κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας. Νεανίας ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ. Γραῦς 1060ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. Νεανίας ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε. Χρεμύλος οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, 1065ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. Γραῦς γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς. Νεανίας πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ. Γραῦς μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ. Χρεμύλος 1070μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν. ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα μισεῖν σε ταύτην. Νεανίας ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ. Χρεμύλος καὶ μὴν κατηγορεῖ γέ σου. Νεανίας τί κατηγορεῖ;

OLD LADY O! O! Keep your torch off me, do.

CHREMYLUS In that she’s right. For if one spark upon her skin should light, ’Twould set her blazing, like a shrivelled wreath.

YOUTH Come, shall we play together?

OLD LADY Where? for shame!

YOUTH Here with some nuts.

OLD LADY And what’s your little game?

YOUTH How many teeth you’ve got.

CHREMYLUS How many teeth? I’ll make a guess at that. She’s three, no, four.

YOUTH Pay up; you’ve lost: one grinder, and no more.

OLD LADY Wretch, are you crazy that you make your friend A washing-pot before so many men?

YOUTH Were you well washed, ’twould do you good belike.

CHREMYLUS No, no, she’s got up for the market now. But if her white-lead paint were washed away, Too plain you’d see the tatters of her face.

OLD LADY So old and saucy! Are you crazy too?

YOUTH What, is he trying to corrupt you, love, Toying and fondling you when I’m not looking?

OLD LADY By Aphrodite, no, you villain you!

CHREMYLUS No, no, by Hecate, I’m not so daft. But come, my boy, I really can’t allow you To hate the girl.

YOUTH Hate her? I love her dearly

CHREMYLUS Yet she complains of—

Χρεμύλος 1074εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι 1075πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. Νεανίας ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. Χρεμύλος τὸ τί; Νεανίας αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν· νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα. Χρεμύλος 1080οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως εἶναι μετʼ αὐτῆς. Γραῦς ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς; Νεανίας οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. Χρεμύλος ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους 1085πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα. Νεανίας ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά. Χρεμύλος οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται. Νεανίας ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω. Γραῦς 1090ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι. Νεανίας ἐγὼ δέ γʼ οὐκ εἴσειμι. Χρεμύλος θάρρει, μὴ φοβοῦ. οὐ γὰρ βιάσεται. Νεανίας πάνυ καλῶς τοίνυν λέγεις. ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον. Γραῦς βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι. Χρεμύλος 1095ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

YOUTH What?

CHREMYLUS Your flouts and jeers, Sending her word Long since, in war’s alarms Were the Milesians lusty men-at-arms.

YOUTH Well, I won’t fight you for her sake.

CHREMYLUS How mean you?

YOUTH For I respect your age, since be you sure It is not everybody I’d permit To take my girl. You, take her and begone.

CHREMYLUS I know, I know your drift; no longer now You’d keep her company.

OLD LADY Who’ll permit that?

YOUTH I won’t have anything to do with one Who has been the sport of thirteen thousand—suns.

CHREMYLUS But, howsoever, as you drank the wine, You should, in justice, also drink the dregs.

YOUTH Pheugh! they’re such very old and fusty dregs!

CHREMYLUS Won’t a dreg-strainer remedy all that?

YOUTH Well, go ye in. I want to dedicate The wreaths I am wearing to this gracious God.

OLD LADY Aye then, I want to tell him something too.

YOUTH Aye then, I’ll not go in.

CHREMYLUS Come, don’t be frightened. Why, she won’t ravish you.

YOUTH I’m glad to hear it. I’ve had enough of her in days gone by.

OLD LADY Come, go you on; I’ll follow close behind.

CHREMYLUS O Zeus and King, the ancient woman sticks Tight as a limpet to her poor young man.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

Plutus 959–1096: The Old Lady and the Youth | Aristophanes