Aristophanes · Lysistrata Λυσιστράτη

Aristophanes, Lysistrata 387–613: Episode: the Magistrate confronts Lysistrata

A Magistrate, attended by Scythian archers, complains of women's wantonness and tries to break open the treasury with crowbars. Lysistrata and other women come out and beat off the archers, and she explains to him that the women will keep the money and so end the war, comparing the tangled affairs of the city to a skein of wool that women know how to untangle. The women dress him in a veil and give him a wool-basket, and then mock him with the preparations for his funeral.

Lines 387–613 · 2681 words · click a number to copy its link

MAGISTRATE

387ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ

Has then the women’s wantonness blazed out,

Πρόβουλος 388χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, 390οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων· 395ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα. Χορὸς γερόντων τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν; 400αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. Πρόβουλος νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα 405ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί· ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας 410ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα· σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει 415νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·

MAGISTRATE Their constant timbrels and Sabaziuses, And that Adonis-dirge upon the roof Which once I heard in full Assembly-time. ’Twas when Demostratus (beshrew him) moved To sail to Sicily: and from the roof A woman, dancing, shrieked Woe, woe, Adonis! And he proposed to enrol Zacynthian hoplites; And she upon the roof, the maudlin woman, Cried Wail Adonis! yet he forced it through, That God-detested, vile Ill-temprian. Such are the wanton follies of the sex.

CHORUS OF MEN What if you heard their insolence to-day, Their vile, outrageous goings on? And look, See how they’ve drenched and soused us from their pitchers, Till we can wring out water from our clothes.

MAGISTRATE Ay, by Poseidon, and it serves us right. ’Tis all our fault: they’ll never know their place, These pampered women, whilst we spoil them so. Hear how we talk in every workman’s shop. Goldsmith, says one, this necklace that you made, My gay young wife was dancing yester-eve, And “Lost, sweet soul, the fastening of the clasp; Do please reset it, Goldsmith. Or, again, O Shoemaker, my wife’s new sandal pinches

Πρόβουλος 416ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ. 420τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα, ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, 425ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν; οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ 430ξυνεκμοχλεύσω. Λυσιστράτη μηδὲν ἐκμοχλεύετε· ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν; οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. Πρόβουλος ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης; ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. Λυσιστράτη 435εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. Πρόβουλος ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον; Γυνὴ Α εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον 440τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. Πρόβουλος ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης; ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ. Γυνὴ Β εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν

MAGISTRATE Her little toe, the tender, delicate child, Make it fit easier, please—Hence all this nonsense! Yea, things have reached a pretty pass, indeed, When I, the State’s Director, wanting money To purchase oar-blades, find the Treasury gates Shut in my face by these preposterous women. Nay, but no dallying now: bring up the crowbars, And I’ll soon stop your insolence, my dears. What! gaping, fool? and you, can you do nothing But stare about with tavern-squinting eye? Push in the crowbars underneath the gates, You, stand that side and heave them: I’ll stop here And heave them here.

LYSISTRATA O let your crowbars be. Lo, I come out unfetched! What need of crowbars? ’Tis wits, not crowbars, that ye need to-day.

MAGISTRATE Ay, truly, traitress, say you so? Here, Archer! Arrest her, tie her hands behind her back.

LYSISTRATA And if he touch me with his finger-tip, The public scum! ’Fore Artemis, he’ll rue it.

MAGISTRATE What, man, afeared? why, catch her round the waist. And you go with him, quick, and bind her fast.

CALONICE (coming out) And if you do but lay one hand upon her, ’Fore Pandrosus, I’ll stamp your vitals out.

MAGISTRATE Vitals, ye hag? Another Archer, ho! Seize this one first, because she chatters so.

MYRRHINA (coming out) And if you touch her with your fingertip,

Γυνὴ Β 444ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. Πρόβουλος 445τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου. Γυνὴ Γ εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. Πρόβουλος οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης. 450ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι ξυνταξάμενοι. Λυσιστράτη νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. Πρόβουλος 455ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. Λυσιστράτη ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε; 460οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε; παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. Πρόβουλος οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν. Λυσιστράτη ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει 465χολὴν ἐνεῖναι; Πρόβουλος νὴ τὸν Ἀπόλλω καὶ μάλα πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ. Χορὸς γερόντων ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς, τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;

MYRRHINA ’Fore Phosphorus, you’ll need a cupping shortly.

MAGISTRATE Tcha! what’s all this? lay hold of this one, Archer! I’ll stop this sallying out, depend upon it.

STRATYLLIS And if he touch her, ’fore the Queen of Tauris, I’ll pull his squealing hairs out, one by one.

MAGISTRATE O dear! all’s up! I’ve never an archer left. Nay, but I swear we won’t be done by women. Come, Scythians, close your ranks, and all together Charge! Charge away, my hearties, and you’ll soon Know that we’ve here, impatient for the fight, Four woman-squadrons, armed from top to toe.

MAGISTRATE Attack them, Scythians, twist their hands behind them.

LYSISTRATA Forth to the fray, dear sisters, bold allies! O egg-and-seed-and-potherb-market-girls, O garlic-selling-barmaid-baking-girls, Charge to the rescue, smack and whack, and thwack them, Slang them, I say: show them what jades ye be. Fall back! retire! forbear to strip the slain.

MAGISTRATE Hillo! my archers got the worst of that.

LYSISTRATA What did the fool expect? Was it to fight With staves you came? Think you we Women feel No thirst for glory?

MAGISTRATE Thirst enough, I trow; No doubt of that, when there’s a tavern handy.

CHORUS OF MEN O thou who wastest many words, Director of this nation, Why wilt thou with such brutes as these thus hold negotiation?

Χορὸς γερόντων 469οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι 470ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας; Χορὸς Γυναικῶν ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος, 475ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ. Χορὸς γερόντων ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις; ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ 480ὅ τι βουλόμεναί ποτε τὴν Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε μεγαλόπετρον ἄβατον ἀκρόπολιν ἱερὸν τέμενος. ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους, 485ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας. Πρόβουλος καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.

CHORUS OF MEN Dost thou not see the bath wherewith the sluts have dared to lave me, Whilst all my clothes were on, and ne’er a bit of soap they gave me?

CHORUS OF WOMEN For ’tis not right, nor yet polite, to strike a harmless neighbour, And if you do, ’tis needful too that she your eyes belabour. Full fain would I, a maiden shy, in maiden peace be resting, Not making here the slightest stir, nor any soul molesting, Unless indeed some rogue should strive. to rifle and despoil my hive.

CHORUS OF MEN O how shall we treat, Lord Zeus, such creatures as these? Let us ask the cause for which they have dared to seize, To seize this fortress of ancient and high renown, This shrine where never a foot profane hath trod. The lofty-rocked, inaccessible Cranaan town, The holy Temple of God. Now to examine them closely and narrowly, robing them here and sounding them there, Shame if we fail to completely unravel the intricate web of this tangled affair.

MAGISTRATE Foremost and first I would wish to inquire of them, what is this silly disturbance about? Why have ye ventured to seize the Acropolis, locking the gates and barring us out?

Λυσιστράτη 488ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό. Πρόβουλος διὰ τἀργύριον πολεμοῦμεν γάρ; Λυσιστράτη καὶ τἄλλα γε πάντʼ ἐκυκήθη. 490ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες, ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν. Πρόβουλος ἀλλὰ τί δράσεις; Λυσιστράτη τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό. Πρόβουλος ὑμεῖς ταμιεύσετε τἀργύριον; Λυσιστράτη τί δὲ δεινὸν τοῦτο νομίζεις; 495οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; Πρόβουλος ἀλλʼ οὐ ταὐτόν. Λυσιστράτη πῶς οὐ ταὐτόν; Πρόβουλος πολεμητέον ἔστʼ ἀπὸ τούτου. Λυσιστράτη ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. Πρόβουλος πῶς γὰρ σωθησόμεθʼ ἄλλως; Λυσιστράτη ἡμεῖς ὑμᾶς σώσομεν. Πρόβουλος ὑμεῖς; Λυσιστράτη ἡμεῖς μέντοι. Πρόβουλος σχέτλιόν γε. Λυσιστράτη ὡς σωθήσει, κἂν μὴ βούλῃ. Πρόβουλος δεινόν γε λέγεις. Λυσιστράτη ἀγανακτεῖς. 500ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως. Πρόβουλος νὴ τὴν Δήμητρʼ ἄδικόν γε. Λυσιστράτη σωστέον ὦ τᾶν. Πρόβουλος κεἰ μὴ δέομαι; Λυσιστράτη τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.

LYSISTRATA Keeping the silver securely in custody, lest for its sake ye continue the war.

MAGISTRATE What, is the war for the sake of the silver, then?

LYSISTRATA Yes; and all other disputes that there are. Why is Peisander for ever embroiling us, why do the rest of our officers feel Always a pleasure in strife and disturbances? Simply to gain an occasion to steal. Act as they please for the future, the treasury never a penny shall yield them, I vow.

MAGISTRATE How, may I ask, will you hinder their getting it?

LYSISTRATA We will ourselves be the Treasurers now.

MAGISTRATE You, woman, you be the treasurers?

LYSISTRATA Certainly. Ah, you esteem us unable, perchance! Are we not skilled in domestic economy, do we not manage the household finance?

MAGISTRATE O, that is different.

LYSISTRATA Why is it different?

MAGISTRATE This is required for the fighting, my dear.

LYSISTRATA Well, but the fighting itself isn’t requisite.

MAGISTRATE Only, without it, we’re ruined, I fear.

LYSISTRATA WE will deliver you.

MAGISTRATE You will deliver us!

LYSISTRATA Truly we will.

MAGISTRATE What a capital notion!

LYSISTRATA Whether you like it or not, we’ll deliver you.

MAGISTRATE Impudent hussy!

LYSISTRATA You seem in commotion. Nevertheless we will do as we promise you.

MAGISTRATE That were a terrible shame, by Demeter.

LYSISTRATA Friend, we must save you.

Πρόβουλος 502ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν; Λυσιστράτη ἡμεῖς φράσομεν. Πρόβουλος λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς, Λυσιστράτη ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν. Πρόβουλος ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ 505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. Γυνὴ Α κλαύσει τοίνυν πολὺ μᾶλλον. Πρόβουλος τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε. Λυσιστράτη ταῦτα ποιήσω. ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα † ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε. οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς. 510ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα· εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι, τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.

MAGISTRATE But how if I wish it not?

LYSISTRATA That will but make our resolve the completer.

MAGISTRATE Fools! what on earth can possess you to meddle with matters of war, and matters of peace?

LYSISTRATA Well, I will tell you the reason.

MAGISTRATE And speedily, else you will rue it.

STRATYLLIS Then listen, and cease Clutching and clenching your fingers so angrily; keep yourself peaceable.

MAGISTRATE Hanged if I can; Such is the rage that I feel at your impudence.

STRATYLLIS Then it is you that will rue it, my man.

MAGISTRATE Croak your own fate, you ill-omened antiquity. (To Lysistrata) You be the spokeswoman, lady.

LYSISTRATA I will. Think of our old moderation and gentleness, think how we bore with your pranks, and were still, All through the days of your former pugnacity, all through the war that is over and spent: Not that (be sure) we approved of your policy; never our griefs you allowed us to vent. Well we perceived your mistakes and mismanagement. Often at home on our housekeeping cares, Often we heard of some foolish proposal you made for conducting the public affairs. Then would we question you mildly and pleasantly, inwardly grieving, but outwardly gay; Husband, how goes it abroad? we would ask of him; what have ye done in Assembly to-day? What would ye write on the side of the Treaty stone? Husband says angrily, What’s that to you?

Λυσιστράτη 515οὐ σιγήσει; κἀγὼ ἐσίγων. Γυνὴ Α ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων. Πρόβουλος κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας. Λυσιστράτη τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων. […] ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν· εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως; ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω, 520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει. Πρόβουλος ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος. Λυσιστράτη πῶς ὀρθῶς ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη, οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις· 525μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. Πρόβουλος ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. Λυσιστράτη σιώπα.

LYSISTRATA You, hold your tongue! And I held it accordingly.

STRATYLLIS That is a thing which I Never would do!

MAGISTRATE Ma’am, if you hadn’t, you’d soon have repented it.

LYSISTRATA Therefore I held it, and spake not a word. Soon of another tremendous absurdity, wilder and worse than the former we heard. Husband, say, with a tender solicitude, Why have ye passed such a foolish decree? Vicious, moodily, glaring askance at me, Stick to your spinning, my mistress, says he, Else you will speedily find it the worse for you, War IS THE CARE AND THE BUSINESS OF MEN!

MAGISTRATE Zeus! ’twas a worthy reply, and an excellent!

LYSISTRATA What! you unfortunate, shall we not then, Then, when we see you perplexed and incompetent, shall we not tender advice to the State? So when aloud in the streets and the thoroughfares sadly we heard you bewailing of late, Is there a Man to defend and deliver us? No, says another, there’s none in the land; Then by the Women assembled in conference jointly a great Revolution was planned, Hellas to save from her grief and perplexity. Where is the use of a longer delay? Shift for the future our parts and our characters; you, as the women, in silence obey; We, as the men, will harangue and provide for you; then shall the State be triumphant again, Then shall we do what is best for the citizens.

MAGISTRATE Women to do what is best for the men! That were a shameful reproach and unbearable!

LYSISTRATA Silence, old gentleman.

Πρόβουλος 530σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; μή νυν ζῴην. Λυσιστράτη ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι, παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα 535καὶ τοῦτον τὸν καλαθίσκον. κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων· πόλεμος δὲ γυναιξὶ μελήσει. Χορὸς Γυναικῶν αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν 540ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη, †οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†· ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς 545ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις ἀρετὴ φρόνιμος. ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,

MAGISTRATE Silence for you? Stop for a wench with a wimple enfolding her? No, by the Powers, may I die if I do!

LYSISTRATA Do not, my pretty one, do not, I pray, Suffer my wimple to stand in the way. Here, take it, and wear it, and gracefully tie it, Enfolding it over your head, and be quiet. Now to your task.

CALONICE Here is an excellent spindle to pull.

MYRRHINA Here is a basket for carding the wool.

LYSISTRATA Now to your— Haricots chawing up, petti-oats drawing up, Off to your carding, your combing, your trimming, War IS THE CARE AND THE BUSINESS OF WOMEN.

CHORUS OF WOMEN Up, up, and leave the pitchers there, and on, resolved and eager, Our own allotted part to bear in this illustrious leaguer. I will dance with resolute, tireless feet all day; My limbs shall never grow faint, my strength give way; I will march all lengths with the noble hearts and the true, For theirs is the ready wit and the patriot hand, And womanly grace, and courage to dare and do, And Love of our own bright land. Children of stiff and intractable grandmothers, heirs of the stinging viragoes that bore you,

Χορὸς Γυναικῶν 550χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε. Λυσιστράτη ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι. Πρόβουλος 555τί ποιησάσας; Λυσιστράτη ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους. Γυνὴ Α νὴ τὴν Παφίαν Ἀφροδίτην. Λυσιστράτη νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες. Πρόβουλος νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους. Λυσιστράτη καὶ μὴν τό γε πρᾶγμα γέλοιον, 560ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους. Γυνὴ Α νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός· ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,

CHORUS OF WOMEN On, with an eager, unyielding tenacity, wind in your sails, and the haven before you.

LYSISTRATA Only let Love, the entrancing, the fanciful, only let Queen Aphrodite to-day Breathe on our persons a charm and a tenderness, lend us their own irresistible sway, Drawing the men to admire us and long for us; then shall the war everlastingly cease, Then shall the people revere us and honour us, givers of Joy, and givers of Peace.

MAGISTRATE Tell us the mode and the means of your doing it.

LYSISTRATA First we will stop the disorderly crew, Soldiers in arms promenading and marketing.

STRATYLLIS Yea, by divine Aphrodite, ’tis true.

LYSISTRATA Now in the market you see them like Corybants, jangling about with their armour of mail. Fiercely they stalk in the midst of the crockery, sternly parade by the cabbage and kail.

MAGISTRATE Right, for a soldier should always be soldierly!

LYSISTRATA Troth, ’tis a mighty ridiculous jest, Watching them haggle for shrimps in the market-place, grimly accoutred with shield and with crest.

STRATYLLIS Lately I witnessed a captain of cavalry, proudly the while on his charger he sat, Witnessed him, soldierly, buying an omelet, stowing it all in his cavalry hat. Comes, like a Tereus, a Thracian irregular, shaking his dart and his target to boot;

Γυνὴ Α 564ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν. Πρόβουλος 565πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι; Λυσιστράτη φαύλως πάνυ. Πρόβουλος πῶς; ἀπόδειξον. Λυσιστράτη ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ, 570διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε. Πρόβουλος ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ παύσειν οἴεσθʼ ὦ ἀνόητοι; Λυσιστράτη κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα. Πρόβουλος πῶς δή; φέρʼ ἴδω. Λυσιστράτη πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ 575ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς

FIRST WOMAN Off runs a shop-girl, appalled at the sight of him, down he sits soldierly, gobbles her fruit.

MAGISTRATE You, I presume, could adroitly and gingerly settle this intricate, tangled concern: You in a trice could relieve our perplexities.

LYSISTRATA Certainly.

MAGISTRATE How? permit me to learn.

LYSISTRATA Just as a woman, with nimble dexterity, thus with her hands disentangles a skein, Hither and thither her spindles unravel it, drawing it out, and pulling it plain. So would this weary Hellenic entanglement soon be resolved by our womanly care, So would our embassies neatly unravel it, drawing it here and pulling it there.

MAGISTRATE Wonderful, marvellous feats, not a doubt of it, you with your skeins and your spindles can show; Fools! do you really expect to unravel a terrible war like a bundle of tow?

LYSISTRATA Ah, if you only could manage your politics just in the way that we deal with a fleece!

MAGISTRATE Tell us the recipe.

LYSISTRATA First, in the washing-tub plunge it, and scour it, and cleanse it from grease, Purging away all the filth and the nastiness; then on the table expand it and lay, Beating out all that is worthless and mischievous, picking the burrs and the thistles away. Next, for the clubs, the cabals, and the coteries, banding unrighteously, office to win,

Λυσιστράτη 578ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι· εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας 580καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας 585δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. Πρόβουλος οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν, αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου; Λυσιστράτη καὶ μὴν ὦ παγκατάρατε πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι 590κἀκπέμψασαι παῖδας ὁπλίτας. Πρόβουλος σίγα, μὴ μνησικακήσῃς. Λυσιστράτη εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.

LYSISTRATA Treat them as clots in the wool, and dissever them, lopping the heads that are forming therein Then you should card it, and comb it, and mingle it, all in one Basket of love and of unity, Citizens, visitors, strangers, and sojourners, all the entire, undivided community. Know you a fellow in debt to the Treasury? Mingle him merrily in with the rest. Also remember the cities, our colonies, outlying states in the east and the west, Scattered about to a distance surrounding us, these are our shreds and our fragments of wool; These to one mighty political aggregate tenderly, carefully, gather and pull, Twining them all in one thread of good fellowship; thence a magnificent bobbin to spin, Weaving a garment of comfort and dignity, worthily wrapping the People therein.

MAGISTRATE Heard any ever the like of their impudence, these who have nothing to do with the war, Preaching of bobbins, and beatings, and washing-tubs?

LYSISTRATA Nothing to do with it, wretch that you are! We are the people who feel it the keenliest, doubly on us the affliction is cast; Where are the sons that we sent to your battle-fields?

MAGISTRATE Silence! a truce to the ills that are past.

LYSISTRATA Then in the glory and grace of our womanhood, all in the May and the morning of life, Lo, we are sitting forlorn and disconsolate, what has a soldier to do with a wife? We might endure it, but ah! for the younger ones, still in their maiden apartments they stay, Waiting the husband that never approaches them, watching the years that are gliding away.

Πρόβουλος 594οὔκουν χἄνδρες γηράσκουσιν; Λυσιστράτη μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον. 595ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται. Πρόβουλος ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς— Λυσιστράτη σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις; 600†χωρίον ἐστί·† σορὸν ὠνήσει· μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. λαβὲ ταυτὶ καὶ στεφάνωσαι. Γυνὴ Α καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ. Γυνὴ Β καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Λυσιστράτη 605τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν· ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι. Πρόβουλος εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ; νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς 610ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. Λυσιστράτη μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.

MAGISTRATE Men, I suppose, have their youth everlastingly.

LYSISTRATA Nay, but it isn’t the same with a man: Grey though he be when he comes from the battlefield, still if he wishes to marry, he can. Brief is the spring and the flower of our womanhood, once let it slip, and it comes not again; Sit as we may with our spells and our auguries, never a husband will marry us then.

MAGISTRATE Truly whoever is able to wed—

LYSISTRATA Truly, old fellow, ’tis time you were dead. So a pig shall be sought, and an urn shall be bought, And I’ll bake you and make you a funeral cake. Take it and go.

CALONICE Here are the fillets all ready to wear.

MYRRHINA Here is the chaplet to bind in your hair.

LYSISTRATA Take it and go. What are you prating for? What are you waiting for? Charon is staying, delaying his crew, Charon is calling and bawling for you.

MAGISTRATE See, here’s an outrage! here’s a scandalous shame! I’ll run and show my fellow magistrates The woeful, horrid, dismal plight I’m in.

LYSISTRATA Grumbling because we have not laid you out? Wait for three days, and then with dawn will come, All in good time, the third-day funeral rites.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

Lysistrata 387–613: The Magistrate confronts Lysistrata