Aristophanes · Lysistrata Λυσιστράτη

Aristophanes, Lysistrata 829–1013: Episode: Myrrhine teases Cinesias; the Spartan herald

Cinesias comes to the Acropolis in a plainly wretched state, and Lysistrata and Myrrhine, his wife, agree to torment him. Myrrhine comes down, refuses to give in until he promises to vote for peace, and keeps leaving him to fetch a bed, a pillow, a coverlet and a flask of scent, until she slips away and leaves him unsatisfied. A Spartan herald arrives in the same state, and the Magistrate tells him to go home and send envoys with full powers to make peace.

Lines 829–1013 · 1646 words · click a number to copy its link
Λυσιστράτη 829ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ 830ταχέως. Γυνή τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; Λυσιστράτη ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. Γυνή 835ποῦ δʼ ἐστὶν ὅστις ἐστί; Λυσιστράτη παρὰ τὸ τῆς Χλόης. Γυνή ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε; Λυσιστράτη ὁρᾶτε· γιγνώσκει τις ὑμῶν; Μυρρίνη νὴ Δία ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας. Λυσιστράτη σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν 840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. Μυρρίνη ἀμέλει ποιήσω ταῦτʼ ἐγώ. Λυσιστράτη καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε. Κινησίας 845οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει

LYSISTRATA Ho, ladies! ladies! quick, this way, this way!

FIRST WOMAN O what’s the matter and what means that cry?

LYSISTRATA A man! a man! I see a man approaching Wild with desire, beside himself with love.

FIRST WOMAN O lady of Cyprus, Paphos, and Cythera, Keep on, straight on, the way you are going now! But where’s the man?

LYSISTRATA (pointing) Down there, by Chloé’s chapel.

FIRST WOMAN O so he is: whoever can he be!

LYSISTRATA Know you him, anyone?

MYRRHINA O yes, my dear, I know him. That’s Cinesias, my husband.

LYSISTRATA O then ’tis yours to roast and bother him well; Coaxing, yet coy: enticing, fooling him, Going all lengths, save what our Oath forbids.

MYRRHINA Ay, ay, trust me.

LYSISTRATA And I’ll assist you, dear; I’ll take my station here, and help befool And roast our victim. All the rest, retire.

CINESIAS O me! these pangs and paroxysms of love,

Κινησίας 846χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. Λυσιστράτη τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς; Κινησίας ἐγώ. Λυσιστράτη ἀνήρ; Κινησίας ἀνὴρ δῆτʼ. Λυσιστράτη οὐκ ἄπει δῆτʼ ἐκποδών; Κινησίας σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ; Λυσιστράτη ἡμεροσκόπος. Κινησίας 850πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. Λυσιστράτη ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ; Κινησίας ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας. Λυσιστράτη ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον. 855ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα. κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ τουτὶ γένοιτο, φησίν. Κινησίας ὢ πρὸς τῶν θεῶν. Λυσιστράτη νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ 860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν. Κινησίας ἴθι νυν κάλεσον αὐτήν. Λυσιστράτη τί οὖν; δώσεις τί μοι; Κινησίας ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ· ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι. Λυσιστράτη φέρε νυν καλέσω καταβᾶσά σοι. Κινησίας ταχύ νυν πάνυ. 865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας· ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.

CINESIAS Riving my heart, keen as a torturer’s wheel!

LYSISTRATA Who’s this within the line of sentries?

CINESIAS I.

LYSISTRATA A man?

CINESIAS A man, no doubt.

LYSISTRATA Then get you gone.

CINESIAS Who bids me go?

LYSISTRATA I, guard on outpost duty.

CINESIAS O call me out, I pray you, Myrrhina.

LYSISTRATA Call you out Myrrhina! And who are you?

CINESIAS Why, I’m her husband, I’m Cinesias.

LYSISTRATA O welcome, welcome, dearest man; your name Is not unknown nor yet unhonoured here. Your wife for ever has it on her lips. She eats no egg, no apple, but she says This to Cinesias!

CINESIAS O, good heaven! good heaven!

LYSISTRATA She does, indeed: and if we ever chance To talk of men, she vows that all the rest Are veriest trash beside Cinesias.

CINESIAS Ah! call her out.

LYSISTRATA And will you give me aught?

CINESIAS O yes, I’ll give you anything I’ve got.

LYSISTRATA Then I’ll go down and call her.

CINESIAS Pray be quick. I have no joy, no happiness in life, Since she, my darling, left me. When I enter My vacant home I weep; and all the world Seems desolate and bare: my very meals Give me no joy, now Myrrhina is gone.

Μυρρίνη 870φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει. Κινησίας ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς; κατάβηθι δεῦρο. Μυρρίνη μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ. Κινησίας ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη; Μυρρίνη 875οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. Κινησίας ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν. Μυρρίνη ἄπειμι. Κινησίας μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν; Παῖς Κινησίου μαμμία, μαμμία, μαμμία. Κινησίας 880αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν; Μυρρίνη ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ ἔστιν. Κινησίας κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ. Μυρρίνη οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω; Κινησίας 885ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν· χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ. Μυρρίνη ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός, 890φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. Κινησίας τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς αὐτή τε λυπεῖ; Μυρρίνη μὴ πρόσαγε τὴν χεῖρά μοι. Κινησίας τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα 895χεῖρον διατίθης. Μυρρίνη ὀλίγον αὐτῶν μοι μέλει.

MYRRHINA (within) Ay, ay, I love, I love him, but he won’t Be loved by me: call me not out to him.

CINESIAS What mean you, Myrrhina, my sweet, sweet love? Do, do come down.

MYRRHINA No, no, sir, not to you.

CINESIAS What, won’t you when I call you, Myrrhina?

MYRRHINA Why, though you call me, yet you want me not.

CINESIAS Not want you, Myrrhina! I’m dying for you.

MYRRHINA Good-bye.

CINESIAS Nay, nay, but listen to the child At all events: speak to Mama, my child.

CHILD Mama! Mama! Mama!

CINESIAS Have you no feeling, mother, for your child, Six days unwashed, unsuckled?

MYRRHINA Ay, ’tis I That feel for baby, ’tis Papa neglects him.

CINESIAS Come down and take him, then?

MYRRHINA O what it is To be a mother! I must needs go down.

CINESIAS She looks, methinks, more youthful than she did, More gentle-loving, and more sweet by far. Her very airs, her petulant, saucy ways, They do but make me love her, love her more.

MYRRHINA O my sweet child, a naughty father’s child, Mama’s own darling, let me kiss you, pet.

CINESIAS Why treat me thus, you baggage, letting others Lead you astray: making me miserable And yourself too?

MYRRHINA Hands off! don’t touch me, sir,

CINESIAS And all our household treasures, yours and mine, Are gone to wrack and ruin.

MYRRHINA I don’t care.

Κινησίας 896ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων; Μυρρίνη ἔμοιγε νὴ Δία. Κινησίας τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν; Μυρρίνη 900μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε. Κινησίας τοιγάρ, ἢν δοκῇ, ποιήσομεν καὶ ταῦτα. Μυρρίνη τοιγάρ, ἢν δοκῇ, κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα. Κινησίας σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου. Μυρρίνη 905οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ. Κινησίας φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον; Μυρρίνη ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου; Κινησίας μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε. ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών, 910σὺ δʼ οὐ κατακλίνει. Μυρρίνη ποῦ γὰρ ἄν τις καὶ τάλαν δράσειε τοῦθʼ; Κινησίας ὅπου; τὸ τοῦ Πανὸς καλόν. Μυρρίνη καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν; Κινησίας κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ. Μυρρίνη ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν; Κινησίας 915εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς. Μυρρίνη φέρε νυν ἐνέγκω κλινίδιον νῷν. Κινησίας μηδαμῶς. ἀρκεῖ χαμαὶ νῷν. Μυρρίνη μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

CINESIAS Not care, although the fowls are in the house Pulling your threads to pieces?

MYRRHINA Not a bit.

CINESIAS Nor though the sacred rites of wedded love Have been so long neglected? won’t you come?

MYRRHINA No, no, I won’t, unless you stop the war, And all make friends.

CINESIAS Well, then, if such your will, We’ll e’en do this.

MYRRHINA Well, then, if such your will, I’ll e’en come home: but now I’ve sworn I won’t.

CINESIAS Come to my arms, do, after all this time!

MYRRHINA No, no—and yet I won’t say I don’t love you.

CINESIAS You love me? then come to my arms, my dearie!

MYRRHINA You silly fellow, and the baby here?

CINESIAS O, not at all—(to slave) here, take the baby home. There now: the baby’s gone out of the way; Come to my arms!

MYRRHINA Good heavens, where, I ask you!

CINESIAS Pan’s grotto will do nicely.

MYRRHINA Oh, indeed! How shall I make me pure to ascend the Mount??

CINESIAS Easy enough: bathe in the Clepsydra.

MYRRHINA I’ve sworn an oath, and shall I break it, man?

CINESIAS On my head be it: never mind the oath.

MYRRHINA Well, let me bring a pallet.

CINESIAS Not at all; The ground will do.

MYRRHINA What—one so much to me? I swear I’ll never let you lie on the ground.

Κινησίας 919ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς. Μυρρίνη 920ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι. καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα. Κινησίας ποία ψίαθος; μὴ μοί γε. Μυρρίνη νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. Κινησίας δός μοί νυν κύσαι. Μυρρίνη ἰδού. Κινησίας παπαιάξ· ἧκέ νυν ταχέως πάνυ. Μυρρίνη 925ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. Κινησίας ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε. Μυρρίνη νὴ Δίʼ ἀλλʼ ἐγώ. Κινησίας ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται. Μυρρίνη ἀνίστασʼ, ἀναπήδησον. Κινησίας ἤδη πάντʼ ἔχω. Μυρρίνη 930ἅπαντα δῆτα. Κινησίας δεῦρό νυν ὦ χρύσιον. Μυρρίνη τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν· μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν. Κινησίας νὴ Δίʼ ἀπολοίμην ἆρα. Μυρρίνη σισύραν οὐκ ἔχεις. Κινησίας μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι. Μυρρίνη 935ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι. Κινησίας ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα. Μυρρίνη ἔπαιρε σαυτόν. Κινησίας ἀλλʼ ἐπῆρται τοῦτό γε. Μυρρίνη βούλει μυρίσω σε; Κινησίας μὰ τὸν Ἀπόλλω μὴ μέ γε.

CINESIAS The woman loves me, plain enough, you see.

MYRRHINA There, lie down, do make haste; I’ll take my things off But wait a minute, I must find a mattress.

CINESIAS Bother the mattress, not for me.

MYRRHINA Why yes, It’s nasty on the cords.

CINESIAS Give me a kiss.

MYRRHINA There then.

CINESIAS Smack, smack. Come back, look sharp about it?

MYRRHINA There now, lie down, see, I take off my things— But wait minute—what about a pillow?

CINESIAS But I don’t want a pillow.

MYRRHINA I do, though.

CINESIAS A veritable feast of Barmecides!

MYRRHINA Up with your head, hop up!

CINESIAS I’ve all I want.

MYRRHINA What, all?

CINESIAS Yes, all but you; come here, my precious!

MYRRHINA There goes the girdle. But remember now, You must not play me false about the peace.

CINESIAS God damn me if I do!

MYRRHINA You have no rug.

CINESIAS I want no rug, I want you in my arms.

MYRRHINA Oh, all right, you shall have me, I’ll be quick.

CINESIAS She’ll be the death of me with all these bedclothes!

MYRRHINA Up now!

CINESIAS I’m up enough, be sure of that.

MYRRHINA Some nice sweet ointment?

CINESIAS By Apollo, no!

Μυρρίνη 939νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή. Κινησίας 940εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. Μυρρίνη πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών. Κινησίας οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων. Μυρρίνη τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον. Κινησίας 945ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία. Μυρρίνη ληρεῖς ἔχων. Κινησίας κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον. Μυρρίνη λαβὲ τόνδε τὸν ἀλάβαστον. Κινησίας ἀλλʼ ἕτερον ἔχω. ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε μηδέν. Μυρρίνη ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν. 950ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατε σπονδὰς ποιεῖσθαι ψηφιεῖ. Κινησίας βουλεύσομαι. ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται. οἴμοι τί πάθω; τίνα βινήσω 955τῆς καλλίστης πασῶν ψευσθείς; πῶς ταυτηνὶ παιδοτροφήσω; ποῦ Κυναλώπηξ; μίσθωσόν μοι τὴν τίτθην. Χορὸς γερόντων ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ 960τείρει ψυχὴν ἐξαπατηθείς. κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ. ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δʼ ὄρχεις, ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος

MYRRHINA By Aphrodite, yes! say what you like.

CINESIAS Lord Zeus, I pray the ointment may be spilt

MYRRHINA Put out your hand, take some, anoint yourself.

CINESIAS I swear this stuff is anything but sweet, The brand is Wait-and-see, no marriage smell!

MYRRHINA How stupid! here I’ve brought the Rhodian kind.

CINESIAS It’s good enough, my dear.

MYRRHINA Rubbish, good man!

CINESIAS Perdition take the man that first made ointment!

MYRRHINA Here, take this flask.

CINESIAS I’ve all the flask I want. Come to my arms, you wretched creature you! No more things, please!

MYRRHINA I will, by Artemis. There go my shoes, at least. Now don’t forget, You’ll vote for peace, my dearest.

CINESIAS Oh, I’ll see. The creature’s done for me, bamboozled me, Gone off and left me in this wretched state. What will become of me? whom shall I fondle Robbed of the fairest fair? Who will be ready this orphan to dandle? Where’s Cynalopex’? where? Find me a nurse!

CHORUS OF MEN She’s left you a curse. Oh I’m so sorry, O I grieve for ye, ’Tis more than a man can bear: Not a soul, not a loin, not a heart, not a groin,

Χορὸς γερόντων 965κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους; Κινησίας ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν. Χορὸς γερόντων ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ ἡ παμβδελυρὰ καὶ παμμυσαρά. Κινησίας 970μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά. Χορὸς γερόντων ποία γλυκερά; μιαρὰ μιαρά. Κινησίας μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ· εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι 975ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν, κᾆτʼ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη. Κῆρυξ Λακεδαιμονίων 980πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον. Κινησίας σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος; Κῆρυξ Λακεδαιμονίων κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. Κινησίας 985κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων; Κῆρυξ Λακεδαιμονίων οὐ τὸν Δίʼ οὐκ ἐγών γα. Κινησίας ποῖ μεταστρέφει; τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ; Κῆρυξ Λακεδαιμονίων παλαιόρ γα ναὶ τὸν Κάστορα ὥνθρωπος. Κινησίας ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.

CHORUS OF MEN Can endure such pangs of despair.

CINESIAS O Zeus, what pangs and throes I bear!

CHORUS OF MEN All this woe she has wrought you, she only, the Utterly hateful, the utterly vile.

CHORUS OF WOMEN Not so; but the darling, the utterly sweet.

CHORUS OF MEN Sweet, sweet, do you call her? Vile, vile, I repeat. Zeus, send me a storm and a whirlwind, I pray, To whisk her away, like a bundle of hay, Up, up, to the infinite spaces, And toss her and swirl her, and twist her, and twirl her, Till, tattered and torn, to the earth she is borne, To be crushed—in my ardent embraces. (Enter Herald)

HERALD Whaur sall a body fin’ the Athanian senate, Or the gran’ lairds? Ha’ gotten news to tell.

MAGISTRATE News have you, friend? And what in the world are you?

HERALD A heralt, billie! jist a Spartian heralt, Come, by the Twa, anent a Peace, ye ken.

MAGISTRATE And so you come with a spear beneath your armpit!

HERALD Na, na, not I.

MAGISTRATE Why do you turn away? Why cast your cloak before you? Is your groin A trifle swollen from the march?

HERALD By Castor This loon’s a rogue.

MAGISTRATE Look at yourself, you brute!

Κῆρυξ Λακεδαιμονίων 990οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη. Κινησίας τί δʼ ἐστί σοι τοδί; Κῆρυξ Λακεδαιμονίων σκυτάλα Λακωνικά. Κινησίας εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική. ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι; Κῆρυξ Λακεδαιμονίων 995ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ. Κινησίας ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; ἀπὸ Πανός; Κῆρυξ Λακεδαιμονίων οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα 1000γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. Κινησίας πῶς οὖν ἔχετε; Κῆρυξ Λακεδαιμονίων μογίομες. ἂν γὰρ τὰν πόλιν ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες. ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν 1005ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα. Κινησίας τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω. ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν 1010αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί. ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. Κῆρυξ Λακεδαιμονίων ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.

HERALD There’s naught amiss wi’ me, don’t play the fule.

MAGISTRATE Why then, what’s this?

HERALD A Spartan letter-staff.

MAGISTRATE (pointing to himself) Yes, if this is a Spartan letter-staff! Well, and how fare the Spartans? tell me that: And tell me truly, for I know the fact.

HERALD They’re bad eneugh, they canna weel be waur; They’re sair bested, Spartans, allies, an’ a’.

MAGISTRATE And how and whence arose this trouble first? From Pan?

HERALD Na, na, ’twer’ Lampito, I ween, First set it gangin’: then our hizzies, Risin’ like rinners at ane signal word, Loupit, an’ jibbed, an’ dang the men awa’.

MAGISTRATE How like ye that?

HERALD Och, we’re in waefu’ case. They stan’ abeigh, the lassies do, an’ vow They’ll no be couthie wi’ the laddies mair Till a’ mak’ Peace, and throughly en’ the War.

MAGISTRATE This is a plot they have everywhere been hatching, These villainous women: now I see it all. Run home, my man, and bid your people send Envoys with absolute powers to treat for peace, And I will off with all the speed I can, And get our Council here to do the same.

HERALD Nebbut, I’se fly, ye rede me weel, I’m thinkin’.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.