πολλὰ γὰρ δὴ δένδρα παράδοξα ἡ Ἰνδικὴ τρέφει, ὧν ἐστι καὶ τὸ κάτω νεύοντας ἔχον τοὺς κλάδους τὰ δὲ φύλλα ἀσπίδος οὐκ ἐλάττω. Ὀνησίκριτος δὲ καὶ περιεργότερον τὰ ἐν τῇ Μουσικανοῦ διεξιών, ἅ φησι νοτιώτατα εἶναι τῆς Ἰνδικῆς, διηγεῖται μεγάλα δένδρα τινά, ὧν τοὺς κλάδους αὐξηθέντας ἐπὶ πήχεις καὶ δώδεκα, ἔπειτα τὴν λοιπὴν αὔξησιν καταφερῆ λαμβάνειν ὡς ἂν κατακαμπτομένους, ἕως ἂν ἅψωνται τῆς γῆς· ἔπειτα κατὰ γῆς διαδοθέντας ῥιζοῦσθαι ὁμοίως ταῖς κατώρυξιν, εἶτʼ ἀναδοθέντας στελεχοῦσθαι· ἐξ οὗ πάλιν ὁμοίως τῇ αὐξήσει κατακαμφθέντας ἄλλην κατώρυγα ποιεῖν, εἶτʼ ἄλλην, καὶ οὕτως ἐφεξῆς, ὥστʼ ἀφʼ ἑνὸς δένδρου σκιάδιον γίνεσθαι μακρὸν πολυστύλῳ σκηνῇ ὅμοιον. λέγει δὲ καὶ μεγέθη δένδρων ὥστε πέντε ἀνθρώποις δυσπερίληπτα εἶναι τὰ στελέχη. κατὰ δὲ τὸν Ἀκεσίνην καὶ τὴν συμβολὴν τὴν πρὸς Ὑάρωτιν καὶ Ἀριστόβουλος εἴρηκε περὶ τῶν κατακαμπτομένους ἐχόντων τοὺς κλάδους καὶ περὶ τοῦ μεγέθους ὥσθʼ ὑφʼ ἑνὶ δένδρῳ μεσημβρίζειν σκιαζομένους ἱππέας πεντήκοντα· οὗτος δὲ τετρακοσίους. λέγει δὲ ὁ Ἀριστόβουλος καὶ ἄλλο δένδρον οὐ μέγα, λοποὺς ἔχον ὡς ὁ κύαμος δεκαδακτύλους τὸ μῆκος πλήρεις μέλιτος, τοὺς δὲ φαγόντας οὐ ῥᾳδίως σώζεσθαι. ἅπαντας δʼ ὑπερβέβληνται περὶ τοῦ μεγέθους τῶν δένδρων οἱ φήσαντες ἑωρᾶσθαι πέραν τοῦ Ὑαρώτιδος τῶν δένδρων οἱ φήσαντες ταῖς μεσημβρίαις πενταστάδιον. καὶ τῶν ἐριοφόρων δένδρων φησὶν οὗτος τὸ ἄνθος ἔχειν πυρῆνα· ἐξαιρεθέντος δὲ τούτου ξαίνεσθαι τὸ λοιπὸν ὁμοίως ταῖς ἐρέαις.
India produces many singular trees. There is one whose branches incline downwards, and whose leaves are not less in size than a shield. Onesicritus, describing minutely the country of Musicanus, which he says is the most southerly part of India, relates, that there are some large trees the branches of which extend to the length even of twelve cubits. They then grow downwards, as though bent (by force), till they touch the earth, where they penetrate and take root like layers. They next shoot upwards and form a trunk. They again grow as we have described, bending downwards, and implanting one layer after another, and in the above order, so that one tree forms a long shady roof, like a tent, supported by many pillars. In speaking of the size of the trees, he says their trunks could scarcely be clasped by five men.
Aristobulus also, where he mentions the Acesines, and its confluence with the Hyarotis, speaks of trees with their boughs bent downwards and of a size that fifty, but, according to Onesicritus, four hundred horsemen might take shelter at mid-day beneath the shade of a single tree.
Aristobulus mentions another tree, not large, bearing great pods, like the bean, ten fingers in length, full of honey, and says that those who eat it do not easily escape with life. But the accounts of all these writers about the size of the trees have been exceeded by those who assert that there has been seen, beyond the Hyarotis, a tree which casts a shade at noon of five stadia.
Aristobulus says of the wool-bearing trees, that the flower pod contains a kernel, which is taken out, and the remainder is combed like wool.
Ἐν δὲ τῇ Μουσικανοῦ καὶ σῖτον αὐτοφυῆ λέγει πυρῷ παραπλήσιον καὶ ἄμπελον, ὥστʼ οἰνοφορεῖν τῶν ἄλλων ἄοινον λεγόντων τὴν Ἰνδικήν· ὥστε μηδʼ αὐλὸν εἶναι κατὰ τὸν Ἀνάχαρσιν μηδʼ ἄλλο τῶν μουσικῶν ὀργάνων μηδὲν πλὴν κυμβάλων καὶ τυμπάνων καὶ κροτάλων ἃ τοὺς θαυματοποιοὺς κεκτῆσθαι. καὶ πολυφάρμακον δὲ καὶ πολύρριζον τῶν τε σωτηρίων καὶ τῶν ἐναντίων, ὥσπερ καὶ πολυχρώματον, καὶ οὗτος εἴρηκε καὶ ἄλλοι γε· προστίθησι δʼ οὗτος ὅτι καὶ νόμος εἴη τὸν ἀνευρόντα τι τῶν ὀλεθρίων, ἐὰν μὴ προσανεύρῃ καὶ τὸ ἄκος αὐτοῦ, θανατοῦσθαι· ἀνευρόντα δὲ τιμῆς τυγχάνειν παρὰ τοῖς βασιλεῦσιν. ἔχειν δὲ καὶ κιννάμωμον καὶ νάρδον καὶ τὰ ἄλλα ἀρώματα τὴν νότιον γῆν τὴν Ἰνδικὴν ὁμοίως ὥσπερ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν ἔχουσάν τι ἐμφερὰς ἐκείναις κατὰ τοὺς ἡλίους· διαφέρειν δὲ τῷ πλεονασμῷ τῶν ὑδάτων ὥστʼ ἔνικμον εἶναι τὸν ἀέρα καὶ τροφιμώτερον παρὰ τοῦτο καὶ γόνιμον μᾶλλον, ὡς δʼ αὕτως καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ᾗ δὴ καὶ μείζω τά τε χερσαῖα τῶν ζῴων καὶ τὰ καθʼ ὕδατος τὰ ἐν Ἰνδοῖς τῶν παρʼ ἄλλοις εὑρίσκεσθαι. καὶ τὸν Νεῖλον δʼ εἶναι γόνιμον μᾶλλον ἑτέρων καὶ μεγαλοφυῆ γεννᾶν καὶ τἆλλα καὶ τὰ ἀμφίβια, τάς τε γυναῖκας ἔσθʼ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας· Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων.
In the country of Musicanus there grows, he says, spontaneously grain resembling wheat, and a vine that produces wine, whereas other authors affirm that there is no wine in India. Hence, according to Anacharsis, they had no pipes, nor any musical instruments, except cymbals, drums, and crotala, which were used by jugglers.
Both Aristobulus and other writers relate that India produces many medicinal plants and roots, both of a salutary and noxious quality, and plants yielding a variety of colours. He adds, that, by a law, any person discovering a deadly substance is punished with death unless he also discover an antidote; in case he discovers an antidote, he is rewarded by the king.
Southern India, like Arabia and Ethiopia, produces cinnamon, nard, and other aromatics. It resembles these countries as regards the effect of the sun’s rays, but it surpasses them in having a copious supply of water, whence the atmosphere is humid, and on this account more conducive to fertility and fecundity; and this applies to the earth and to the water, hence those animals which inhabit both one and the other are of a larger size than are found in other countries. The Nile contributes to fecundity more than other rivers, and among other animals of large bulk, produces the amphibious kind. The Egyptian women also sometimes have four children at a birth, and Aristotle says that one woman had seven children at one birth. He calls the Nile most fecundating and nutritive, on account of the moderate coction effected by the sun’s rays, which leave behind the nutritious part of substances, and evaporate that which is superfluous.
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοῦτο συμβαίνειν εἰκὸς ὅπερ φησὶν οὗτος, ὅτι τῷ ἡμίσει πυρὶ ἕψει τὸ τοῦ Νείλου ὕδωρ ἢ τὰ ἄλλα. ὅσῳ δέ γε φησὶ τὸ μὲν τοῦ Νείλου ὕδωρ διʼ εὐθείας ἔπεισι πολλὴν χώραν καὶ στενὴν καὶ μεταβάλλει πολλὰ κλίματα καὶ πολλοὺς ἀέρας, τὰ δʼ Ἰνδικὰ ῥεύματα ἐς πεδία ἀναχεῖται μείζω καὶ πλατύτερα ἐνδιατρίβοντα πολὺν χρόνον τοῖς αὐτοῖς κλίμασι, τοσῷδε ἐκεῖνα τούτου τροφιμώτερα, διότι καὶ τὰ κήτη μείζω τε καὶ πλείω· καὶ ἐκ τῶν νεφῶν δὲ ἑφθὸν ἤδη χεῖσθαι τὸ ὕδωρ.
It is perhaps owing to this cause that the water of the Nile boils, as he says, with one half of the heat which other water requires. In proportion however, he says, as the water of the Nile traverses in a straight line, a long and narrow tract of country, passing through a variety of climates and of atmosphere, while the Indian rivers are poured forth into wider and more extensive plains, their course being delayed a long time in the same climate, in the same degree the waters of India are more nutritious than those of the Nile; they produce larger animals of the cetaceous kind, and in greater number (than the Nile), and the water which descends from the clouds has already undergone the process of coction.
τοῦτο δʼ οἱ μὲν περὶ Ἀριστόβουλον οὐκ ἂν συγχωροῖεν οἱ φάσκοντες μὴ ὕεσθαι τὰ πεδία. Ὀνησικρίτῳ δὲ δοκεῖ τόδε τὸ ὕδωρ αἴτιον εἶναι τῶν ἐν τοῖς ζῴοις ἰδιωμάτων, καὶ φέρει σημεῖον τὸ καὶ τὰς χρόας τῶν πινόντων βοσκημάτων ξενικῶν ἀλλάττεσθαι πρὸς τὸ ἐπιχώριον. τοῦτο μὲν οὖν εὖ, οὐκέτι δὲ καὶ τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας ἐν ψιλοῖς τοῖς ὕδασι τὴν αἰτίαν τιθέναι, μέμφεσθαι δὲ τὸν Θεοδέκτην εἰς αὐτὸν τὸν ἥλιον ἀναφέροντα τὸ αἴτιον, ὅς φησιν οὕτως οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματʼ ἀνδρῶν, καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός. ἔχοι δʼ ἄν τινα λόγον· φησὶ γὰρ μήτε ἐγγυτέρω τοῖς Αἰθίοψιν εἶναι τὸν ἥλιον ἢ τοῖς ἄλλοις, ἀλλὰ μᾶλλον κατὰ κάθετον εἶναι, καὶ διὰ τοῦτο ἐπικαίεσθαι πλέον, ὥστʼ οὐκ εὖ λέγεσθαι ἀγχιτέρμονα αὐτοῖς τὸν ἥλιον ἴσον πάντων διέχοντα· μήτε τὸ θάλπος εἶναι τοῦ τοιούτου πάθους αἴτιον· μηδὲ γὰρ τοῖς ἐν γαστρί, ὧν οὐχ ἅπτεται ἥλιος. βελτίους δὲ οἱ τὸν ἥλιον αἰτιώμενοι καὶ τὴν ἐξ αὐτοῦ ἐπίκαυσιν κατʼ ἐπίλειψιν σφοδρὰν τῆς ἐπιπολῆς ἰκμάδος· καθʼ ὃ καὶ τοὺς Ἰνδοὺς μὴ οὐλοτριχεῖν φαμεν, μηδʼ οὕτως ἀπεφεισμένως ἐπικεκαῦσθαι τὴν χρόαν, ὅτι ὑγροῦ κοινωνοῦσιν ἀέρος. ἐν δὲ τῇ γαστρὶ ἤδη κατὰ σπερματικὴν διάδοσιν τοιαῦτα γίνεται οἷα τὰ γεννῶντα· καὶ γὰρ πάθη συγγενικὰ οὕτω λέγεται καὶ ἄλλαι ὁμοιότητες. καὶ τὸ πάντων δʼ ἴσον ἀπέχειν τὸν ἥλιον πρὸς αἴσθησιν λέγεται, οὐ πρὸς λόγον· καὶ πρὸς αἴσθησιν, οὐχ ὡς ἔτυχεν ἀλλʼ ὥς φαμεν σημείου λόγον ἔχειν τὴν γῆν πρὸς τὴν τοῦ ἡλίου σφαῖραν· ἐπεὶ πρός γε τὴν τοιαύτην αἴσθησιν καθʼ ἣν θάλπους ἀντιλαμβανόμεθα, ἐγγύθεν μὲν μᾶλλον πόρρωθεν δὲ ἧττον, οὐκ ἴσον· οὕτω δʼ ἀγχιτέρμων ὁ ἥλιος λέγεται τοῖς Αἰθίοψιν, οὐχ ὡς Ὀνησικρίτῳ δέδοκται.
This would not be admitted by the followers of Aristobulus, who say that the plains are not watered by rain. Onesicritus, however, thinks that rain-water is the cause of the peculiar properties of animals, and alleges in proof, that the colour of foreign herds which drink of it is changed to that of the native animals.
This is a just remark; but it is not proper to attribute to the power of the water merely the cause of the black complexion and the woolly hair of the Ethiopians, and yet he censures Theodectes, who refers these peculiarities to the effects of the sun, in these words, Near these approaching with his radiant car, / The sun their skins with dusky tint doth dye, / And sooty hue; and with unvarying forms / Of fire, crisps their tufted hair. / There may be reason in this, for he says that the sun does not approach nearer to the Ethiopians than to other nations, but shines more perpendicularly, and that on this account the heat is greater; indeed, it cannot be correctly said that the sun approaches near to the Ethiopians, for he is at an equal distance from all nations. Nor is the heat the cause of the black complexion, particularly of children in the womb, who are out of the reach of the sun. Their opinion is to be preferred, who attribute these effects to the sun and to intense solar heat, causing a great deficiency of moisture on the surface of the skin. Hence we say it is that the Indians have not woolly hair, nor is their colour so intensely dark, because they live in a humid atmosphere.
With respect to children in the womb, they resemble their parents (in colour) according to a seminal disposition and constitution, on the same principle that hereditary diseases, and other likenesses, are explained.
The equal distance of the sun from all nations (according to Onesicritus) is an argument addressed to the senses, and not to reason. But it is not an argument addressed to the senses generally, but in the meaning that the earth bears the proportion of a point to the sun, for we may understand such a meaning of an argument addressed to the senses, by which we estimate heat to be more or less, as it is near or at a distance, in which cases it is not the same; and in this meaning, not in that of Onesicritus, the sun is said to be near the Ethiopians.
καὶ τοῦτο δὲ τῶν ὁμολογουμένων ἐστὶ καὶ τῶν σωζόντων τὴν πρὸς τὴν Αἴγυπτον ὁμοιότητα καὶ τὴν Αἰθιοπίαν, ὅτι τῶν πεδίων ὅσα μὴ ἐπίκλυστα, ἄκαρπά ἐστι διὰ τὴν ἀνυδρίαν. Νέαρχος δὲ τὸ ζητούμενον πρότερον ἐπὶ τοῦ Νείλου πόθεν ἡ πλήρωσις αὐτοῦ, διδάσκειν ἔφη τοὺς Ἰνδικοὺς ποταμοὺς ὅτι ἐκ τῶν θερινῶν ὄμβρων συμβαίνει· Ἀλέξανδρον δʼ ἐν μὲν τῷ Ὑδάσπῃ κροκοδείλους ἰδόντα, ἐν δὲ τῷ Ἀκεσίνῃ κυάμους Αἰγυπτίους, εὑρηκέναι δόξαι τὰς τοῦ Νείλου πηγάς, καὶ παρασκευάζεσθαι στόλον εἰς τὴν Αἴγυπτον ὡς τῷ ποταμῷ τούτῳ μέχρι ἐκεῖσε πλευσόμενον· μικρὸν δʼ ὕστερον γνῶναι διότι οὐ δύναται ὃ ἤλπισε· μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτον, εἰς ὃν ἐκδιδόασιν οἱ Ἰνδικοὶ πάντες ποταμοί, ἔπειτα ἡ Ἀριανὴ καὶ ὁ Περσικὸς κόλπος καὶ ὁ Ἀράβιος καὶ αὐτὴ ἡ Ἀραβία καὶ ἡ Τρωγλοδυτική. τὰ μὲν οὖν περὶ τῶν ἀνέμων καὶ τῶν ὄμβρων τοιαῦτα λέγεται καὶ τῆς πληρώσεως τῶν ποταμῶν καὶ τῆς ἐπικλύσεως τῶν πεδίων.
It is admitted by those who maintain the resemblance of India to Egypt and Ethiopia, that the plains which are not overflowed do not produce anything for want of water.
Nearchus says, that the old question respecting the rise of the Nile is answered by the case of the Indian rivers, namely, that it is the effect of summer rains; when Alexander saw crocodiles in the Hydaspes, and Egyptian beans in the Acesines, he thought that he had discovered the sources of the Nile, and was about to equip a fleet with the intention of sailing by this river to Egypt; but he found out shortly afterwards that his design could not be accomplished, for in midway were vast rivers, fearful waters, and first the ocean, into which all the Indian rivers discharge themselves; then Ariana, the Persian and Arabian Gulfs, all Arabia and Troglodytica.
The above is what has been said on the subject of winds and rains, the rising of rivers, and the inundation of plains.