μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθʼ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη. κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ· καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον· εἶτα Σελινοῦς πόλις· εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ· εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δʼ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος· εἶτʼ Ἀνεμούριον ἄκρα καθʼ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα. εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δʼ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων. τούτου δʼ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτʼ Ἀρσινόη πρόσορμον ἔχουσα· εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα. τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος· καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.
Next to the Coracesium is the city Syedra; then Hamaxia, a small town upon a hill, with a harbour, to which is brought down timber for ship-building; the greatest part of it consists of cedar. This country seems to produce this tree in abundance. It was on this account that Antony assigned it to Cleopatra, as being capable of furnishing materials for the construction of her fleet.
Then follows Laertes a fortress, situated upon the crest of a hill, of a pap-like form; a port belongs to it; next, the city Selinus, then Cragus, a precipitous rock on the sea-coast; then Charadrus a fortress, which has a port (above it is the mountain Andriclus) and a rocky shore, called Platanistus, next Anemurium a promontory, where the continent approaches nearest to Cyprus, towards the promontory Crommyum, the passage across being 350 stadia.
From the boundaries of Pamphylia to Anemurium, the voyage along the Cilician coast is 820 stadia; the remainder of it as far as Soli is about 500 stadia (1500?). On this coast, after Anemurium, the first city is Nagidus, then Arsinoë, with a small port; then a place called Melania, and Celenderis a city, with a harbour.
Some writers, among whom is Artemidorus, consider this place as the commencement of Cilicia, and not Coracesium. He says, that from the Pelusiac mouth to Orthosia are 3900 stadia, and to the river Orontes 1130 stadia; then to the gates of Cilicia 525 stadia, and to the borders of Cilicia 1260 stadia.
εἶθʼ Ὅλμοι, ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς, κτισθείσης δʼ ἐπὶ τῷ Καλυκάδνῳ τῆς Σελευκείας ἐκεῖ μετῳκίσθησαν. εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ᾐόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών. πλησίον δʼ ἐστὶ τοῦ Καλυκάδνου καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα· ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου. ἐνταῦθα ἐγένοντο καθʼ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος, ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς· ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος. ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες, τὸ Εὐριπίδου ἔφη ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών. / ὀλίγον δʼ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ᾗ ᾤκει διεφθάρη νύκτωρ γενομένῃ, Ξέναρχος δέ, οὗ ἠκροασάμεθα ἡμεῖς, ἐν οἴκῳ μὲν οὐ πολὺ διέτριψεν, ἐν Ἀλεξανδρείᾳ δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμῃ, τὸν παιδευτικὸν βίον ἑλόμενος· χρησάμενος δὲ καὶ τῇ Ἀρείου φιλίᾳ καὶ μετὰ ταῦτα τῇ Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῇ ἀγόμενος· μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσῳ τὸν βίον.
Next is Holmi, formerly inhabited by the present Seleucians; but when Seleucia on the Calycadnus was built, they removed there. On doubling the coast, which forms a promontory called Sarpedon, we immediately come to the mouth of the Calycadnus. Zephyrium a promontory is near the Calycadnus. The river may be ascended as far as Seleucia, a city well peopled, and the manners of whose inhabitants are very different from those of the people of Cilicia and Pamphylia.
In our time there flourished at that place remarkable persons of the Peripatetic sect of philosophers, Athenaeus and Xenarchus. The former was engaged in the administration of the affairs of state in his own country, and for some time espoused the party of the people; he afterwards contracted a friendship with Murena, with whom he fled, and with whom he was captured, on the discovery of the conspiracy against Augustus Caesar; but he established his innocence, and was set at liberty by Caesar. When he returned from Rome, he addressed the first persons who saluted him, and made their inquiries, in the words of Euripides— I come from the coverts of the dead, and the gates of darkness. He survived his return but a short time, being killed by the fall, during the night, of the house in which he lived.
Xenarchus, whose lectures I myself attended, did not long remain at home, but taught philosophy at Alexandreia, Athens, and Rome. He enjoyed the friendship of Areius, and afterwards of Augustus Caesar; he lived to old age, honoured and respected. Shortly before his death he lost his sight, and died a natural death.
μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν. εἶτʼ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῇ προτέρᾳ, καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα, ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον, ἐν ᾧ ἡ ἀρίστη κρόκος φύεται. ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν· καταβάντι δʼ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες, μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου· παρέσπαρται δὲ καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον. ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος, εὐθὺς καταπίπτοντα ὑπὸ γῆς· ἐνεχθεὶς δʼ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν· καλοῦσι δὲ πικρὸν ὕδωρ.
After the Calycadnus, is the rock called Poecile, which has steps, like those of a ladder, cut in the rock, on the road to Seleucia. Then follows the promontory Anemurium, of the same name with the former, Crambusa an island, and Corycus a promontory, above which, at the distance of 20 stadia, is the Corycian cave, where grows the best saffron. It is a large valley of a circular form, surrounded by a ridge of rock, of considerable height all round. Upon descending into it, the bottom is irregular, and a great part of it rocky, but abounding with shrubs of the evergreen and cultivated kind. There are interspersed spots which produce the saffron. There is also a cave in which rises a river of pure and transparent water. Immediately at its source the river buries itself in the ground, and continues its subterraneous course till it discharges itself into the sea. The name of (Pikron Hydor) bitter water is given to it.
εἶθʼ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον, προσκειμένη τῇ ἠπείρῳ, ἣν συνῴκισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας, καθʼ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα. εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν, πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα, κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων), ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις, οἳ μήτʼ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθʼ ὅπλων. οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῇ Καππαδοκίᾳ τὴν τραχεῖαν Κιλικίαν. εἰσὶ δʼ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.
After Corycus, is the island Elaeussa, lying very near the continent. Here Archelaus resided, and built a palace, after having become master of the whole of Cilicia Tracheiotis, except Seleucia, as Augustus had been before, and as at a still earlier period it was held by Cleopatra. For as the country was well adapted by nature for robbery both by sea and land, (by land, on account of the extent of the mountains, and the nations situated beyond them, who occupy plains, and large tracts of cultivated country easy to be overrun; by sea, on account of the supply of timber for ship-building, the harbours, fortresses, and places of retreat,) for all these reasons the Romans thought it preferable that the country should be under the government of kings, than be subject to Roman governors sent to administer justice, but who would not always be on the spot, nor attended by an army. In this manner Archelaus obtained possession of Cilicia Tracheia, in addition to Cappadocia. Its boundaries between Soli and Elaeussa are the river Lamus, and a village of the same name.
κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον, ἀφʼ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς· ἁλόντος δὲ τοῦ ὄρους τοῦ Ἰσαυρικοῦ, ἐνέπρησεν ἑαυτὸν πανοίκιον. τούτου δʼ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δʼ εἷλεν ὁ Ἰσαυρικός.
At the extremity of the Taurus is Olympus a mountain, the piratical hold of Zenicetus, and a fortress of the same name. It commands a view of the whole of Lycia, Pamphylia, and Pisidia. When the mountain was taken by (Servilius) Isauricus, Zenicetus burnt himself, with all his household. To this robber belonged Corycus, Phaselis, and many strongholds in Pamphylia, all of which were taken by (Servilius) Isauricus.