μετὰ δʼ οὖν τὰ Δαίδαλα τὸ τῶν Λυκίων ὄρος πλησίον ἐστὶ Τελεμησσὸς πολίχνη Λυκίων, καὶ Τελεμησσὶς ἄκρα λιμένα ἔχουσα. ἔλαβε δὲ τὸ χωρίον τοῦτο παρὰ Ῥωμαίων Εὐμένης ἐν τῷ Ἀντιοχικῷ πολέμῳ, καταλυθείσης δὲ τῆς βασιλείας ἀπέλαβον πάλιν οἱ Λύκιοι.
After Daedala is a Lycian mountain, and near it is Telmessus, a small town of the Lycians, and Telmessis, a promontory with a harbour. Eumenes took this place from the Romans in the war with Antiochus, but after the dissolution of the kingdom of Pergamus, the Lycians recovered it again.
εἶθʼ ἑξῆς ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, ἐφʼ ᾧ Καρμυλησσὸς χωρίον ἐν φάραγγι ᾠκημένον, καὶ μετὰ τοῦτον ὁ Κράγος, ἔχων ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον. περὶ ταῦτα μυθεύεται τὰ ὄρη τὰ περὶ τῆς Χιμαίρας· ἔστι δʼ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. ὑπόκειται δὲ τῷ Κράγῳ Πίναρα ἐν μεσογαίᾳ, τῶν μεγίστων οὖσα πόλεων ἐν τῇ Λυκίᾳ. ἐνταῦθα δὲ Πάνδαρος τιμᾶται, τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ· καὶ γὰρ τοῦτον ἐκ Λυκίας φασίν.
Then follows Anticragus, a precipitous mountain, on which is Carmylessus, a fortress situated in a gorge; next is Mount Cragus, with eight peaks, and a city of the same name. The neighbourhood of these mountains is the scene of the fable of the Chimaera; and at no great distance is Chimera, a sort of ravine, extending upwards from the shore. Below the Cragus in the interior is Pinara, which is one of the largest cities of Lycia. Here Pandarus is worshipped, of the same name perhaps as the Trojan Pandarus; thus the pale nightingale, daughter of Pandarus; for this Pandarus, it is said, came from Lycia.
εἶθʼ ὁ Ξάνθος ποταμός, ὃν Σίρβιν ἐκάλουν τὸ πρότερον· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους τὸ Λητῷον ἔστιν· ὑπὲρ δὲ τοῦ ἱεροῦ προελθόντι ἑξήκοντα ἡ πόλις ἡ τῶν Ξανθίων ἐστὶ μεγίστη τῶν ἐν Λυκίᾳ. μετὰ δὲ τὴν Ξάνθον Πάταρα, καὶ αὕτη μεγάλη πόλις λιμένα ἔχουσα καὶ ἱερὰ Ἀπόλλωνος, κτίσμα Πατάρου. Πτολεμαῖος δʼ ὁ φιλάδελφος ἐπισκευάσας Ἀρσινόην ἐκάλεσε τὴν ἐν Λυκίᾳ, ἐπεκράτησε δὲ τὸ ἐξ ἀρχῆς ὄνομα.
Next is the river Xanthus, formerly called Sirbis. In sailing up it in vessels which ply as tenders, to the distance of 10 stadia, we come to the Letoum, and proceeding 60 stadia beyond the temple, we find the city of the Xanthians, the largest in Lycia. After the Xanthus follows Patara, which is also a large city with a harbour, and containing a temple of Apollo. Its founder was Patarus. When Ptolemy Philadelphus repaired it, he called it the Lycian Arsinoe, but the old name prevailed.
εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου. εἶθʼ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῇ σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη. μεταξὺ δʼ ἐν τῷ λεχθέντι παράπλῳ νησία πολλὰ καὶ λιμένες, ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος, καὶ ἡ Κισθήνη. ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
Next is Myra, at the distance of 20 stadia from the sea, situated upon a lofty hill; then the mouth of the river Limyrus, and on ascending from it by land 20 stadia, we come to the small town Limyra. In the intervening distance along the coast above mentioned are many small islands and harbours. The most considerable of the islands is Cisthene, on which is a city of the same name. In the interior are the strongholds Phellus, Antiphellus, and Chimaera, which I mentioned above.
εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην. τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.
Then follow the Sacred Promontory and the Chelidoniae, three rocky islands, equal in size, and distant from each other about 5, and from the land 6 stadia. One of them has an anchorage for vessels. According to the opinion of many writers, the Taurus begins here, because the summit is lofty, and extends from the Pisidian mountains situated above Pamphylia, and because the islands lying in front exhibit a remarkable figure in the sea, like a skirt of a mountain. But in tact the mountainous chain is continued from the country opposite Rhodes to the parts near Pisidia, and this range of mountains is called Taurus.
The Chelidoniae islands seem to be situated in a manner opposite to Canopus, and the passage across is said to be 4000 stadia.
From the Sacred Promontory to Olbia there remain 367 stadia. In this distance are Crambusa, and Olympus a large city, and a mountain of the same name, which is called also Phoenicus; then follows Corycus, a tract of sea-coast.
εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ὑπέρκειται δʼ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς διʼ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα. καὶ ὁ Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά. περὶ Φασήλιδα δʼ ἐστὶ τὰ κατὰ θάλατταν στενά, διʼ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν. ἔστι δʼ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ· ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δʼ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας. ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθʼ αὑτὴν δὲ συνέστηκεν.
Then follows Phaselis, a considerable city, with three harbours and a lake. Above it is the mountain Solyma and Termessus, a Pisidic city, situated on the defiles, through which there is a pass over the mountain to Milyas. Alexander demolished it, with the intention of opening the defiles.
About Phaselis, near the sea, are narrow passes through which Alexander conducted his army. There is a mountain called Climax. It overhangs the sea of Pamphylia, leaving a narrow road along the coast, which in calm weather is not covered with water, and travellers can pass along it, but when the sea is rough, it is in a great measure hidden by the waves. The pass over the mountains is circuitous and steep, but in fair weather persons travel on the road along the shore. Alexander came there when there was a storm, and trusting generally to fortune, set out before the sea had receded, and the soldiers marched during the whole day up to the middle of the body in water.
Phaselis also is a Lycian city, situated on the confines of Pamphylia. It is not a part of the Lycian body, but is an independent city.
ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους· ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον Σολύμοισι μαχέσσατο κυδαλίμοισιν. / οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες, ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῷ Σαρπηδόνι, μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς, οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ· βελτίους δʼ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους, περὶ ὧν εἰρήκαμεν.
The poet distinguishes the Solymi from the Lycians, When he despatches Bellerophon by the king of the Lycians to this second adventure; he encountered the brave Solymi; other writers say that the Lycians were formerly called Solymi, and afterwards Termilae, from the colonists that accompanied Sarpedon from Crete; and afterwards Lycians, from Lycus the son of Pandion, who, after having been banished from his own country, was admitted by Sarpedon to a share in the government; but their story does not agree with Homer. We prefer the opinion of those who say that the poet called the people Solymi who have now the name of Milyae, and whom we have mentioned before.