μετὰ δὲ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν ᾤκουν Κίλικες καθʼ Ὅμηρον, ἣν νῦν ἔχουσιν Ἀδραμυττηνοί τε καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῆς ἐκβολῆς τοῦ Καΐκου. διῄρηντο δʼ εἰς δύο δυναστείας οἱ Κίλικες, καθάπερ εἴπομεν, τήν τε ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ Μύνητι.
The tract of sea-coast following next after the Leleges was occupied, according to Homer, by Cilicians, but at present it is occupied by Adramytteni, Atarneitae, and Pitanaei as far as the mouth of the Caïcus. The Cilicians were divided into two dynasties, as we have before said, the head of one was Eetion, the other Mynes.
τοῦ μὲν οὖν Ἠετίωνος λέγει πόλιν Θήβην ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος / τούτου δὲ καὶ τὴν Χρῦσαν τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ ἡ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω· ᾠχόμεθα γάρ, φησίν, ἐς Θήβην· / τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. / καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν , / ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηίδα. / τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν· ἐπειδὴ Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης / τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ ἡ Βρισηίς οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς / ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, / οὐ τὴν Θήβην λέγοι ἄν (αὕτη γὰρ Ἠετίωνος) ἀλλὰ τὴν Λυρνησσόν· ἀμφότεραι δʼ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, ὃ διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δʼ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον· ἐνταῦθα γὰρ καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον· ἔρημοι δʼ ἀμφότεραι· διέχουσι δὲ Ἀδραμυττίου σταδίους ἡ μὲν ἑξήκοντα ἡ δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.
Homer says that Thebe was the city of Eetion; We went to Thebe, the sacred city of Eetion. / To him also belonged Chrysa, which contained the temple of Apollo Smintheus, for Chryseis was taken from Thebe; We went, / he says, to Thebe, ravaged it, and carried everything away; the sons of the Achtaeans divided the booty among themselves, but selected for Atrides the beautiful Chryseis.
Lyrnessus he calls the city of Mynes, for having plundered Lyrnessus, and destroyed the walls of Thebe, / Achilles slew Mynes and Epistrophus, so that when Bryseis says, you suffered me not to weep when the swift Achilles slew my husband, and laid waste the city of the divine Mynes, the poet cannot mean Thebe, for that belonged to Eetion, but Lyrnessus, for both cities lay in what was afterwards called the plain of Thebe, which, on account of its fertility, was a subject of contest among the Mysians and Lydians formerly, and latterly among the Greeks who had migrated from Aeolis and Lesbos. At present Adramytteni possess the greater part of it; there are Thebe and Lyrnessus, a strong place, but both are deserted. One is situated at the distance of 60 stadia from Adramyttium on one side, and the other 88 stadia on the other side.
ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἔστι καὶ ἡ Χρῦσα καὶ ἡ Κίλλα· πλησίον οὖν τῆς Θήβης ἔτι νῦν Κίλλα τις τόπος λέγεται, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἔστιν ἱερόν· παραρρεῖ δʼ αὐτῷ ἐξ Ἴδης φερόμενος ὁ Κίλλαιος ποταμός· ταῦτα δʼ ἐστὶ κατὰ τὴν Ἀντανδρίαν· καὶ τὸ ἐν Λέσβῳ δὲ Κίλλαιον ἀπὸ ταύτης τῆς Κίλλης ὠνόμασται· ἔστι δὲ καὶ Κίλλαιον ὄρος μεταξὺ Γαργάρων καὶ Ἀντάνδρου. φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν· καὶ ἐν Χρύσῃ δὲ λέγουσι Κίλλαιον Ἀπόλλωνα ἱδρῦσθαι, ἄδηλον εἴτε τὸν αὐτὸν τῷ Σμινθεῖ εἴθʼ ἕτερον.
In the Adramyttene district are Chrysa and Cilla. There is at present near Thebe a place called Cilla, in which is a temple of Apollo Cillaeus. Beside it runs a river, which comes from Mount Ida. These places are near Antandria. The Cillaeum in Lesbos has its name from this Cilla. There is also amountain Cillaeum between Gargara and Antandrus. Daes of Colonae says that the temple of Apollo Cillaeus was founded at Colonae by the Aeolians, who came by sea from Greece. At Chrysa also it is said that there is a Cillaean Apollo, but it is uncertain whether it is the same as Apollo Smintheus, or a different statue.
ἡ δὲ Χρῦσα ἐπὶ θαλάττῃ πολίχνιον ἦν ἔχον λιμένα, πλησίον δὲ ὑπέρκειται ἡ Θήβη· ἐνταῦθα δʼ ἦν καὶ τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ ἡ Χρυσηίς· ἠρήμωται δὲ νῦν τὸ χωρίον τελέως· εἰς δὲ τὴν νῦν Χρῦσαν τὴν κατὰ Ἁμαξιτὸν μεθίδρυται τὸ ἱερόν, τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν. οἱ δʼ ἀπειρότεροι τῶν παλαιῶν ἱστοριῶν ἐνταῦθα τὸν Χρύσην καὶ τὴν Χρυσηίδα γεγονέναι φασὶ καὶ τὸν Ὅμηρον τούτου τοῦ τόπου μεμνῆσθαι. ἀλλʼ οὔτε λιμήν ἐστιν ἐνταῦθα, ἐκεῖνος δέ φησιν οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, / οὔτʼ ἐπὶ θαλάττῃ τὸ ἱερόν ἐστιν, ἐκεῖνος δʼ ἐπὶ θαλάττῃ ποιεῖ τὸ ἱερόν ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο· / τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς / πατρὶ φίλῳ ἐν χερσὶ τίθει / οὔτε Θήβης πλησίον, ἐκεῖνος δὲ πλησίον· ἐκεῖθεν γοῦν ἁλοῦσαν λέγει τὴν Χρυσηίδα. ἀλλʼ οὐδὲ Κίλλα τόπος οὐδεὶς ἐν τῇ Ἀλεξανδρέων χώρᾳ δείκνυται, οὐδὲ Κιλλαίου Ἀπόλλωνος ἱερόν· ὁ ποιητὴς δὲ συζεύγνυσιν ὃς Χρύσην ἀμφιβέβηκας / Κίλλαν τε ζαθέην / ἐν δὲ τῷ Θήβης πεδίῳ δείκνυται πλησίον· ὅ τε πλοῦς ἀπὸ μὲν τῆς Κιλικίου Χρύσης ἐπὶ τὸ ναύσταθμον ἑπτακοσίων που σταδίων ἐστὶν ἡμερήσιός πως, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. ἐκβὰς γὰρ εὐθὺς παρίστησι τὴν θυσίαν τῷ θεῷ καὶ τῆς ἑσπέρας ἐπιλαβούσης μένει αὐτόθι, πρωὶ δὲ ἀποπλεῖ· ἀπὸ δὲ Ἁμαξιτοῦ τὸ τρίτον μόλις τοῦ λεχθέντος διαστήματός ἐστιν, ὥστε παρῆν τῷ Ὀδυσσεῖ αὐθημερὸν ἀναπλεῖν ἐπὶ τὸ ναύσταθμον τελέσαντι τὴν θυσίαν. ἔστι δὲ καὶ Κίλλου μνῆμα περὶ τὸ ἱερὸν τοῦ Κιλλαίου Ἀπόλλωνος, χῶμα μέγα· ἡνίοχον δὲ τοῦτον Πέλοπός φασιν ἡγησάμενον τῶν τόπων, ἀφʼ οὗ ἴσως ἡ Κιλικία ἢ ἔμπαλιν.
Chrysa is a small town on the sea-coast with a harbour. Near and above it is Thebe. Here was the temple of Apollo Smintheus, and here Chryseis lived. The place at present is entirely abandoned. To the present Chrysa, near Hamaxitus, was transferred the temple of the Cilicians, one party of whom went to Pamphylia, the other to Hamaxitus. Those who are not well acquainted with ancient histories say that Chryses and Chryseis lived there, and that Homer mentions the place. But there is no harbour at this place, yet Homer says, but when they entered the deep harbour,— / nor is the temple on the sea-coast, but Homer places it there; Chryseïs left the ship; then the sage Ulysses, leading her to the altar, placed her in the hands of her beloved father. Nor is it near Thebe, but it is near it, according to Homer, for he says, that Chryseis was taken away from thence.
Nor is there any place of the name of Cilla in the district of the Alexandreia, (Troas,) nor a temple of Apollo Cillaeus, whereas the poet joins them together: who art the guardian of Chrysa, and the divine Cilla. / But it is in the plain of Thebe that they are seen near together. The voyage from the Cilician Chrysa to the Naustathmus (or naval station) is about 700 stadia, and occupies a day, which is as much as Ulysses seems to have completed; for immediately upon leaving the vessel he offers sacrifice to the god, and being overtaken by the evening, remains there. In the morning he sets sail. It is scarcely a third of the above-mentioned distance from Hamaxitus, so that Ulysses could have performed his sacrifice and have returned to the Naustathmus the same day. There is also a monument of Cillus, a large mound, near the temple of Apollo Cillaeus. He is said to have been the charioteer of Pelops, and to have had the chief command in these parts. Perhaps the country Cilicia had its name from him, or he had his from the country.
τὰ οὖν περὶ τοὺς Τεύκρους καὶ τοὺς μύας, ἀφʼ ὧν ὁ Σμινθεύς, ἐπειδὴ σμίνθοι οἱ μύες, δεῦρο μετενεκτέον. παραμυθοῦνται δὲ τὴν ἀπὸ μικρῶν ἐπίκλησιν τοιούτοις τισί· καὶ γὰρ ἀπὸ τῶν παρνόπων, οὓς οἱ Οἰταῖοι κόρνοπας λέγουσι, Κορνοπίωνα τιμᾶσθαι παρʼ ἐκείνοις Ἡρακλέα ἀπαλλαγῆς ἀκρίδων χάριν· ἰποκτόνον δὲ παρʼ Ἐρυθραίοις τοῖς τὸν Μίμαντα οἰκοῦσιν, ὅτι φθαρτικὸς τῶν ἀμπελοφάγων ἰπῶν· καὶ δὴ παρʼ ἐκείνοις μόνοις τῶν Ἐρυθραίων τὸ θηρίον τοῦτο μὴ γίνεσθαι. Ῥόδιοι δὲ ἐρυθιβίου Ἀπόλλωνος ἔχουσιν ἐν τῇ χώρᾳ ἱερόν, τὴν ἐρυσίβην καλοῦντες ἐρυθίβην· παρʼ Αἰολεῦσι δὲ τοῖς ἐν Ἀσίᾳ μείς τις καλεῖται Πορνοπίων, οὕτω τοὺς πάρνοπας καλούντων Βοιωτῶν, καὶ θυσία συντελεῖται Πορνοπίωνι Ἀπόλλωνι.
The story about the Teucri, and the mice from whom the name of Smintheus is derived, (for mice are called Sminthii,) must be transferred to this place. Writers defend the derivation of titles from insignificant objects by examples of this kind; as from the parnopes, which the Oetaesans call cornopes, Hercules had a surname, and was worshipped under the title of Hercules Cornopion, because he had delivered them from locusts. So the Erythraeans, who live near the river Melius, worship Hercules Ipoctonus, because he destroyed the ipes, or worms, which are destructive to vines; for this pest is found everywhere except in the country of the Erythraeans. The Rhodians have in the island a temple of Apollo Erythibius, so called from erysibe, (mildew,) and which they call erythibe. Among the Aeolians in Asia one of their months is called Pornopion, for this name the Boeotians give to parnopes, (locusts,) and a sacrifice is performed to Apollo Pornopion.
Μυσία μὲν οὖν ἔστιν ἡ περὶ τὸ Ἀδραμύττιον· ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶν (ὥς φασι) τὴν πόλιν ἐκτικότων. Μυσίας δὲ Ἄστυρα τὴν πλησίον κώμην φασίν. ἦν δὲ πολίχνη ποτέ, ἐν ᾗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπʼ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ· διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης. αὐτοῦ δὲ καὶ ὁ Ἀχίλλειος χάραξ· ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν ἡ Θήβη ἔρημος, ἥν φησιν ὁ ποιητής ὑπὸ Πλάκῳ ὑληέσσῃ. οὔτε δὲ Πλάκος ἢ Πλὰξ ἐκεῖ τι λέγεται, οὔθʼ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ. Ἀστύρων δʼ ἡ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα. πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων ἢ φαύλως οἰκουμένων ἢ ποταμῶν χειμάρρων· τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.
The country about Adramyttium is Mysia. It was once subject to Lydians, and there are now Pylae Lydiae (or the Lydian Gates) at Adramyttium, the city having been founded, it is said, by Lydians.
Astyra also, the village near Adramyttium, is said to belong to Mysia. It was once a small city, in which was the temple of Artemis Astyrene, situated in a grove. The Antandrians, in whose neighbourhood it is more immediately situated, preside over it with great solemnity. It is distant 20 stadia from the ancient Chrysa, which also has a temple in a grove. There too is the Rampart of Achilles. At the distance of 50 stadia in the interior is Thebe, uninhabited, which the poet says was situated below the woody Placus; but there is neither a place called Placus nor Plax there, nor a wood above it, although it is near Ida.
Thebe is distant from Astyra 70, and from Andeira 60 stadia. All these are names of uninhabited places, or thinly inhabited, or of rivers which are torrents. But they owe their fame to ancient history.