τοιαύτης δὲ τῆς πρὸς τοὺς Τρῶας οἰκειότητος ὑπαρχούσης τοῖς τε Λέλεξι καὶ τοῖς Κίλιξι, ζητοῦσιν αἰτίαν διʼ ἣν οὐ συγκαταλέγονται καὶ οὗτοι ἐν τῷ καταλόγῳ. εἰκὸς δὲ διὰ τὴν τῶν ἡγεμόνων διαφθορὰν καὶ τὴν τῶν πόλεων ἐκπόρθησιν ὀλίγους ὑπολειφθέντας τοὺς Κίλικας ὑπὸ τῷ Ἕκτορι τάττεσθαι· ὅ τε γὰρ Ἠετίων καὶ οἱ παῖδες αὐτοῦ λέγονται πρὸ τοῦ καταλόγου διαφθαρῆναι ἤτοι μὲν πατέρʼ ἀμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, / ἐκ δὲ πόλιν πέρσεν Κιλίκων, / Θήβην ὑψίπυλον. / οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν, / οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄιδος εἴσω· / πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς. / ὡς δʼ αὕτως καὶ οἱ ὑπὸ Μύνητι τούς τε ἡγεμόνας ἀποβεβλήκασι καὶ τὴν πόλιν κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον, / πέρσεν δὲ πόλιν θείοιο Μύνητος., τοὺς δὲ Λέλεγας τοῖς μὲν ἀγῶσι παρόντας ποιεῖ, ὅταν οὕτω λέγῃ πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι / καὶ Λέλεγες καὶ Καύκωνες, / καὶ πάλιν Σάτνιον οὔτασε δουρὶ / Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων / Οἴνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος. / οὐ γὰρ οὕτως ἐξελελοίπεσαν τελέως ὥστε μὴ καὶ καθʼ αὑτοὺς ἔχειν τι σύστημα, ἅτε τοῦ βασιλέως αὐτῶν ἔτι περιόντος Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, / καὶ τῆς πόλεως οὐ τελέως ἠφανισμένης· ἐπιφέρει γὰρ Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. / ἐν μέντοι τῷ καταλόγῳ παραλέλοιπεν αὐτούς, οὐχ ἱκανὸν ἡγούμενος τὸ σύστημα ὥστʼ ἐν καταλόγῳ τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι καὶ τούτους συγκαταλέγων οὕτως ὄντας οἰκείους. ὁ γὰρ Λυκάων φησὶν ἀδελφὸς ὢν Ἕκτορος μινυνθάδιον δέ με μήτηρ / γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος, / Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. / ταῦτα μὲν οὖν τοιαύτην τινὰ ἔχει τὴν εἰκοτολογίαν.
SINCE there subsisted so great an affinity among the Leleges and Cilicians with the Trojans, the reason is asked, why these people are not included in Homer’s Catalogue. Perhaps it is that, on account of the loss of their leaders and the devastation of the cities, the few Cilicians that were left placed themselves under the command of Hector. For Eetion and his sons are said to have been killed before the Catalogue is mentioned; The hero Achilles, / says Andromache, killed my father, and destroyed Thebe, with its lofty gates, the city of the Cilicians.— I had seven brothers in the palace; all of them went in one day to Hades, for they were all slain by the swift-footed divine Achilles.
Those also under the command of Mynes had lost their leaders, and their city; He slew Mynes, and Epistrophus, / And destroyed the city of the divine Mynes. / He describes the Leleges as present at the battles; when he says, on the sea-coast are Carians, and Paeonians with curved bows, Leleges, and Caucones. And in another place, he killed Satnius with a spear—the son of Enops, whom a beautiful nymph Neis bore to Enops, when he was tending herds near the banks of Satnioeis, for they had not been so completely annihilated as to prevent their forming a body of people of themselves, since their king still survived, Altes, king of the war-loving Leleges, / nor was the city entirely razed, for he adds, who commanded the lofty city Pedasus on the Satnioeis. / He has passed them over in the Catalogue, not considering the body of people large enough to have a place in it; or he comprised them among the people under the command of Hector, as being allied to one another. For Lycaon, the brother of Hector, says, my mother Laothoë, daughter of the old Altes, brought me into the world to live but a short time; of Altes, king of the war-loving Leleges.
Such is the reasoning, from probability, which this subject admits.
εἰκοτολογεῖν δʼ ἔστι κἂν εἴ τις τὸν ἀκριβῆ ζητεῖ κατὰ τὸν ποιητὴν ὅρον μέχρι τίνος οἱ Κίλικες διέτεινον καὶ οἱ Πελασγοὶ καὶ ἔτι οἱ μεταξὺ τούτων Κήτειοι λεγόμενοι οἱ ὑπὸ τῷ Εὐρυπύλῳ. περὶ μὲν οὖν τῶν Κιλίκων καὶ τῶν ὑπʼ Εὐρυπύλῳ τὰ ἐνόντα εἴρηται, καὶ διότι τὰ περὶ τὸν Κάικον μάλιστα περατοῦνται. τοὺς δὲ Πελασγοὺς εὔλογον τούτοις ἐφεξῆς τιθέναι ἔκ τε τῶν ὑφʼ Ὁμήρου λεγομένων καὶ ἐκ τῆς ἄλλης ἱστορίας. ὁ μὲν γὰρ οὕτω φησίν Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, / τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· / τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, / υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. / ἐξ ὧν πλῆθός τε ἐμφαίνει ἀξιόλογον τὸ τῶν Πελασγῶν (οὐ γὰρ φῦλον, ἀλλὰ φῦλα ἔφη) καὶ τὴν οἴκησιν ἐν Λαρίσῃ φράζει. πολλαὶ μὲν οὖν αἱ Λάρισαι, δεῖ δὲ τῶν ἐγγύς τινα δέξασθαι, μάλιστα δʼ ἂν τὴν περὶ Κύμην ὑπολάβοι τις ὀρθῶς· τριῶν γὰρ οὐσῶν ἡ μὲν καθʼ Ἁμαξιτὸν ἐν ὄψει τελέως ἐστὶ τῷ Ἰλίῳ, καὶ ἐγγὺς σφόδρα ἐν διακοσίοις που σταδίοις, ὥστʼ οὐκ ἂν λέγοιτο πιθανῶς ὁ Ἱππόθοος πεσεῖν ἐν τῷ ὑπὲρ Πατρόκλου ἀγῶνι τῆλʼ ἀπὸ Λαρίσης, ταύτης γε, ἀλλὰ μᾶλλον τῆς περὶ Κύμην· χίλιοι γάρ που στάδιοι μεταξύ· τρίτη δʼ ἐστὶ Λάρισα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ πεδίῳ, ἥν φασι πόλιν ὑπάρξαι πρότερον, ἔχουσαν καὶ ἱερὸν Ἀπόλλωνος Λαρισηνοῦ, πλησιάζουσαν τῷ Τμώλῳ μᾶλλον ἢ τῇ Ἐφέσῳ· ταύτης γὰρ ἑκατὸν καὶ ὀγδοήκοντα διέχει σταδίους, ὥστε ὑπὸ τοῖς Μῄοσιν ἄν τις τάττοι ταύτην. Ἐφέσιοι δʼ αὐξηθέντες ὕστερον πολλὴν τῆς τῶν Μῃόνων, οὓς νῦν Λυδοὺς φαμέν, ἀπετέμοντο, ὥστʼ οὐδʼ αὕτη ἂν ἡ τῶν Πελασγῶν Λάρισα εἴη, ἀλλʼ ἐκείνη μᾶλλον. καὶ γὰρ τῆς μὲν ἐν τῇ Καϋστριανῇ Λαρίσης οὐδὲν ἔχομεν τεκμήριον ἰσχυρὸν ὡς ἦν ἤδη τότε· οὐδὲ γὰρ τῆς Ἐφέσου. τῆς δὲ περὶ τὴν Κύμην μαρτύριόν ἐστι πᾶσα ἡ Αἰολικὴ ἱστορία μικρὸν ὕστερον τῶν Τρωικῶν γενομένη.
We reason from probability when we endeavour to determine by the words of the poet the exact bounds of the territory of the Cilicians, Pelasgi, and of the people situated between them, namely, the Ceteii, who were under the command of Eurypylus.
We have said of the Cilicians and of the people under the command of Eurypylus what can be said about them, and that they are bounded by the country near the Caïcus.
It is agreeable to probability to place the Pelasgi next to these people, according to the words of Homer and other histories. Homer says, Hippothous led the tribes of the Pelasgi, who throw the spear, who inhabited the fertile Larisa; their leaders were Hippothous and Pylaeus, a son of Mars, both sons of Lethus the Pelasgian, son of Teutamis.
He here represents the numbers of Pelasgi as considerable, for he does not speak of them as a tribe, but tribes, and specifies the place of their settlement, Larisa. There are many places of the name of Larisa, but we must understand some one of those near the Troad, and perhaps we might not be wrong in supposing it to be that near Cyme; for of three places of the name of Larisa, that near Hamaxitus is quite in sight of Ilium and very near it, at the distance of about 200 stadia, so that Hippothous could not be said consistently with probability to fall, in the contest about Patroclus, far from Larisa / at least from this Larisa, but rather from the Larisa near Cyme, for there are about 1000 stadia between them. The third Larisa is a village in the Ephesian district in the plain of the Caÿster; which, it is said, was formerly a city containing a temple of Apollo Larisaeus, and situated nearer to Mount Tmolus than to Ephesus. It is distant from Ephesus 180 stadia, so that it might be placed rather under the government of the Maeonians. The Ephesians, having afterwards acquired more power, deprived the Maeonians, whom we now call Lydians, of a large part of their territory; but not even this, but the other rather, would be the Larisa of the Pelasgi. F o w e have no strong evidence that the Larisa in the plain of Caÿster was in existence at that time, nor even of the existence of Ephesus. But all the Aeolian history, relating to a period a little subsequent to the Trojan times, proves the existence of the Larisa near Cyme.