λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας, ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες· οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις, ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.
THERE remain to be described Ionia, Caria, and the sea-coast beyond the Taurus, which is occupied by Lycians, Pamphylians, and Cilicians. We shall thus finish the description of the whole circuit of the peninsula, the isthmus of which, we have said, consists of the tract between the Euxine and the Sea of Issus.
ἔστι δὲ τῆς Ἰωνίας ὁ μὲν περίπλους ὁ παρὰ γῆν σταδίων που τρισχιλίων τετρακοσίων τριάκοντα διὰ τοὺς κόλπους καὶ διὰ τὸ χερρονησίζειν ἐπὶ πλεῖον τὴν χώραν, τὸ δʼ ἐπʼ εὐθείας μῆκος οὐ πολύ. αὐτὸ οὖν τὸ ἐξ Ἐφέσου μέχρι Σμύρνης ὁδὸς μέν ἐστιν ἐπʼ εὐθείας τριακόσιοι εἴκοσι στάδιοι· εἰς γὰρ Μητρόπολιν ἑκατὸν καὶ εἴκοσι στάδιοι, οἱ λοιποὶ δὲ εἰς Σμύρναν· περίπλους δὲ μικρὸν ἀπολείπων τῶν δισχιλίων καὶ διακοσίων. ἔστι δʼ οὖν ἀπὸ τοῦ Ποσειδίου τοῦ Μιλησίων καὶ τῶν Καρικῶν ὅρων μέχρι Φωκαίας καὶ τοῦ Ἕρμου τὸ πέρας τῆς Ἰωνικῆς παραλίας.
The navigation around Ionia along the coast is about 3430 stadia. It is a considerable distance, on account of the gulfs, and of the peninsular form for the most, part of the country, but the length in a straight line is not great. The distance, for example, from Ephesus to Smyrna is a journey in a straight line of 320 stadia; to Metropolis is 120 stadia, and the remainder to Smyrna; but this distance by sea is little less than 2200 stadia. The extent of the Ionian coast is reckoned from Poseidium, belonging to the Milesians, and the boundaries of Caria, as far as Phocaea, and the river Hermus.
ταύτης δέ φησι Φερεκύδης Μίλητον μὲν καὶ Μυοῦντα καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον Κᾶρας ἔχειν πρότερον, τὴν δʼ ἑξῆς παραλίαν μέχρι Φωκαίας καὶ Χίον καὶ Σάμον, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας· ἐκβληθῆναι δʼ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν. ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ Ἀθηνῶν βασιλέως, γενέσθαι δὲ τοῦτον Ἐφέσου κτίστην. διόπερ τὸ βασίλειον τῶν Ἰώνων ἐκεῖ συστῆναί φασι, καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς, προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους, σκίπωνα ἀντὶ σκήπτρου, καὶ τὰ ἱερὰ τῆς Ἐλευσινίας Δήμητρος. καὶ Μίλητον δʼ ἔκτισεν Νηλεὺς ἐκ Πύλου τὸ γένος ὤν· οἵ τε Μεσσήνιοι καὶ οἱ Πύλιοι συγγένειάν τινα προσποιοῦνται, καθʼ ἣν καὶ Μεσσήνιον τὸν Νέστορα οἱ νεώτεροί φασι ποιηταί, καὶ τοῖς περὶ Μέλανθον τὸν Κόδρου πατέρα πολλοὺς καὶ τῶν Πυλίων συνεξᾶραί φασιν εἰς τὰς Ἀθήνας· τοῦτον δὴ πάντα τὸν λαὸν μετὰ τῶν Ἰώνων κοινῇ στεῖλαι τὴν ἀποικίαν· τοῦ δὲ Νηλέως ἐπὶ τῷ Ποσειδίῳ βωμὸς ἵδρυμα δείκνυται. Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει· Ἀνδρόπομπος δὲ Λέβεδον καταλαβόμενος τόπον τινὰ Ἄρτιν· Κολοφῶνα δʼ Ἀνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ· Πριήνην δʼ Αἴπυτος ὁ Νηλέως, εἶθʼ ὕστερον Φιλωτᾶς ἐκ Θηβῶν λαὸν ἀγαγών· Τέω δὲ Ἀθάμας μὲν πρότερον, διόπερ Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων, κατὰ δὲ τὴν Ἰωνικὴν ἀποικίαν Ναῦκλος υἱὸς Κόδρου νόθος, καὶ μετὰ τοῦτον Ἄποικος καὶ Δάμασος Ἀθηναῖοι καὶ Γέρης ἐκ Βοιωτῶν· Ἐρυθρὰς δὲ Κνῶπος, καὶ οὗτος υἱὸς Κόδρου νόθος· Φώκαιαν δʼ οἱ μετὰ Φιλογένους Ἀθηναῖοι· Κλαζομενὰς δὲ Πάραλος· Χίον δὲ Ἐγέρτιος, σύμμικτον ἐπαγαγόμενος πλῆθος· Σάμον δὲ Τεμβρίων, εἶθʼ ὕστερον Προκλῆς.
According to Pherecydes, Miletus, Myus, Mycale, and Ephesus, on this coast, were formerly occupied by Carians; the part of the coast next in order, as far as Phocaea, and Chios, and Samos, of which Ancaeus was king, were occupied by Leleges, but both nations were expelled by the Ionians, and took refuge in the remaining parts of Caria.
Pherecydes says that the leader of the Ionian, which was posterior to the Aeolian migration, was Androclus, a legitimate son of Codrus king of the Athenians, and that he was the founder of Ephesus, hence it was that it became the seat of the royal palace of the Ionian princes. Even at present the descendants of that race are called kings, and receive certain honours, as the chief seat at the public games, a purple robe as a symbol of royal descent, a staff instead of a sceptre, and the superintendence of the sacrifices in honour of the Eleusinian Ceres.
Neleus, of a Pylian family, founded Miletus. The Messenians and Pylians pretend that there is some affinity between them; in reference to which later poets say that even Nestor was a Messenian, and that many Pylians accompanied Melanthus, the father of Codrus, to Athens, and that all this people sent out the colony in common with the Ionians. There is also to be seen on the promontory Poseidium an altar erected by Neleus.
Myus was founded by Cydrelus, a spurious son of Codrus; Lebedos by Andropompus, who took possession of a place called Artis; Colophon by Andraemon, a Pylian, as Mimnermus mentions in his poem of Nanno; Priene by Aepytus, son of Neleus; and afterwards by Philotas, who brought a colony from Thebes; Teos by Athamas, its first founder, whence Anacreon calls the city Athamantis, but at the time of the Ionian migration of the colony it received settlers from Nauclus, a spurious son of Codrus, and after this from Apoecus and Damasus, who were Athenians, and from Geres, a Boeotian; Erythrae was founded by Cnopus, who also was a spurious son of Codrus; Phocaea by Athenians, who accompanied Philogenes; Clazomenae by Paralus; Chios by Egertius, who brought with him a mixed body of colonists; Samos by Tembrion, and afterwards by Procles.
αὗται μὲν δώδεκα Ἰωνικαὶ πόλεις, προσελήφθη δὲ χρόνοις ὕστερον καὶ Σμύρνα εἰς τὸ Ἰωνικὸν ἐναγαγόντων Ἐφεσίων· ἦσαν γὰρ αὐτοῖς σύνοικοι τὸ παλαιόν, ἡνίκα καὶ Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος· καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς τὸν Δία λόγῳ Σμυρναίους δʼ ἐλέησον / καὶ πάλιν μνῆσαι δʼ εἴκοτέ τοι μηρία καλὰ βοῶν. / Σμύρνα δʼ ἦν Ἀμαζὼν ἡ κατασχοῦσα τὴν Ἔφεσον, ἀφʼ ἧς τοὔνομα καὶ τοῖς ἀνθρώποις καὶ τῇ πόλει, ὡς καὶ ἀπὸ Σισύρβης Σισυρβῖται τινὲς τῶν Ἐφεσίων ἐλέγοντο· καὶ τόπος δέ τις τῆς Ἐφέσου Σμύρνα ἐκαλεῖτο, ὡς δηλοῖ Ἱππῶναξ ᾤκει δʼ ὄπισθε τῆς πόλιος ἐνὶ Σμύρνῃ / μεταξὺ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. / ἐκαλεῖτο γὰρ Λεπρὴ μὲν ἀκτὴ ὁ πρηὼν ὁ ὑπερκείμενος τῆς νῦν πόλεως, ἔχων μέρος τοῦ τείχους αὐτῆς· τὰ γοῦν ὄπισθεν τοῦ πρηῶνος κτήματα ἔτι νυνὶ λέγεται ἐν τῇ Ὀπισθολεπρίᾳ· τραχεῖα δʼ ἐκαλεῖτο ἡ περὶ τὸν Κορησσὸν Παρώρειος. ἡ δὲ πόλις ἦν τὸ παλαιὸν περὶ τὸ Ἀθήναιον τὸ νῦν ἔξω τῆς πόλεως ὂν κατὰ τὴν καλουμένην Ὑπέλαιον, ὥστε ἡ Σμύρνα ἦν κατὰ τὸ νῦν γυμνάσιον ὄπισθεν μὲν τῆς τότε πόλεως, μεταξὺ δὲ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον, ἐν ᾧ νῦν ἔστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων· ἐκβαλόντες δʼ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον· καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί ἡμεῖς δηὖτε Πύλον Νηλήιον ἄστυ λιπόντες / ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα· / ἐς δʼ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες / ἑζόμεθʼ ἀργαλέης ὕβριος ἡγεμόνες. / κεῖθεν δʼ ἀστήεντος ἀπορνύμενοι ποταμοῖο / θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα. / ταῦτα μὲν περὶ τούτων· ἐφοδευτέον δὲ πάλιν τὰ καθʼ ἕκαστα, τὴν ἀρχὴν ἀπὸ τῶν ἡγεμονικωτέρων τόπων ποιησαμένους, ἐφʼ ὧνπερ καὶ πρῶτον αἱ κτίσεις ἐγένοντο, λέγω δὲ τῶν περὶ Μίλητον καὶ Ἔφεσον· αὗται γὰρ ἄρισται πόλεις καὶ ἐνδοξόταται.
These are the twelve Ionian cities. At a subsequent period Smyrna also was added to the Ionian association at the instance of the Ephesians, for anciently they inhabited the same city, at which time Ephesus was called Smyrna. Callinus somewhere gives it this name, and calls the Ephesians Smyrnaeans in the address to Jupiter: And pity the Smyrnaeans; and in another passage, remember now, if ever, the beautiful thighs of the oxen [which the Smyrnaeans burnt in sacrifice]. Smyrna was an Amazon, who got possession of Ephesus; from her the inhabitants and the city had their name, in the same manner as some Ephesians were called Sisyrbitae from Sisyrba; and a certain spot in Ephesus was called Smyrna, as Hipponax testifies: He lived in Smyrna, at the back of the city between Tracheia and Lepre Acta. The mountain Prion was called Lepre Acta; it overhangs the present city, and has on it a portion of the wall. Even now the farms at the back of the Prion retain the name in the term Opistholepria. The country along the foot of the mountain about Coressus was called Tracheia. The city was anciently built about the Athenaeum, which is now beyond the city, at the (fountain) Hypelaeus. Smyrna therefore was situated near the present gymnasium, at the back of the present city, but between Tracheia and Lepre Acta. The Smyrnaeans, upon quitting the Ephesians, marched to the place where Smyrna now stood, and which was in the possession of Leleges. They expelled these people and founded the ancient Smyrna, which is distant from the present city about 20 stadia. They were themselves afterwards expelled by Aeolians, and took refuge at Colophon; they then returned with a body of men from the latter place, and recovered their own city, Smyrna. Mimnermus relates this in his poem of Nanno, and says of Smyrna, that it was always a subject of contention; after leaving Pylus, the lofty city of Neleus, we came in our voyage to the long wished-for Asia, and settled at Colophon, and hastening thence from the river Astëeis, by the will of the gods we took Aeolian Smyrna.
So much then on this subject.
We must, however, again describe each place in particular, beginning with the principal cities, from which the first settlements originated, I mean Miletus and Ephesus, for these are superior to all others, and the most celebrated.