κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην, / υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη, / οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας, / προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ. / οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι. / προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς / ἐπεισφέρουσι χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ. / ἄλλοι δʼ ἐν Κιλικίᾳ, τινὲς δʼ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας. Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ· καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα τόν ποτε / Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν / ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι / Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα. / καὶ πάλιν κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος / ἀμφίκειται. / καὶ πάλιν ἀλλʼ οἶος ἄπλατον κεράιζε θεῶν / Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ / ἐν Ἀρίμοις ποτέ. / οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν. Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.
The verses in Homer are to this effect, Mesthles and Antiphus, sons of Talaemenes, born of the lake Gygaea, were the leaders of the Meones, who live below Tmolus. Some persons add a fourth verse to these, below snowy Tmolus, in the rich district of Hyde. / But no Hyde is to be found among the Lydians. Others make this the birth-place of Tychius, mentioned by the poet, he was the best leather-cutter in Hyde. / They add that the place is woody, and frequently struck with lightning, and that here also were the dwellings of the Arimi; for to this verse, Among the Arimi, where they say is the bed of Typhoëus, they add the following, in a woody country, in the rich district of Hyde. / Some lay the scene of the last fable in Cilicia, others in Syria, others among the Pithecussae (islands), who say that the Pitheci (or monkeys) are called by the Tyrrhenians Arimi. Some call Sardes Hyde; others give this name to its Acropolis.
The Scepsian (Demetrius) says that the opinion of those authors is most to be depended upon who place the Arimi in the Catacecaumene in Mysia. But Pindar associates the Pithecussae which lie in front of the Cymaean territory and Sicily with Cilicia, for the poet says that Typhon lay beneath Aetna; Once he dwelt in far-famed Cilician caverns, but now Sicily, and the sea-girt isle, o’ershadowing Cyme, press upon his shaggy breast. And again, O’er him lies Aetna, and in her vast prison holds him. / And again, ’Twas the great Jove alone of gods that overpowered, with resistless force, the fifty-headed monster Typhon, of yore among the Arimi. Others understand Syrians by the Arimi, who are now called Aramaei, and maintain that the Cilicians in the Troad migrated and settled in Syria, and deprived the Syrians of the country which is now called Cilicia. Callisthenes says, that the Arimi from whom the mountains in the neighbourhood have the name of Arima, are situated near the Calycadnus, and the promontory Sarpedon close to the Corycian cave.
περίκειται δὲ τῇ λίμνῃ τῇ Κολόῃ τὰ μνήματα τῶν βασιλέων· πρὸς δὲ ταῖς Σάρδεσιν ἔστι τὸ τοῦ Ἀλυάττου ἐπὶ κρηπῖδος ὑψηλῆς χῶμα μέγα, ἐργασθέν, ὥς φησιν Ἡρόδοτος, ὑπὸ τοῦ πλήθους τῆς πόλεως, οὗ τὸ πλεῖστον ἔργον αἱ παιδίσκαι συνετέλεσαν· λέγει δʼ ἐκεῖνος καὶ πορνεύεσθαι πάσας· τινὲς δὲ καὶ πόρνης μνῆμα λέγουσι τὸν τάφον. χειροποίητον δὲ τὴν λίμνην ἔνιοι ἱστοροῦσι τὴν Κολόην πρὸς τὰς ἐκδοχὰς τῶν πλημμυρίδων, αἳ συμβαίνουσι τῶν ποταμῶν πληρουμένων. Ὕπαιπα δὲ πόλις ἐστὶ καταβαίνουσιν ἀπὸ τοῦ Τμώλου πρὸς τὸ τοῦ Καΰστρου πεδίον.
The monuments of the kings lie around the lake Coloë. At Sardes is the great mound of Alyattes upon a lofty base, the work, according to Herodotus, of the people of the city, the greatest part of it being executed by young women. He says that they all prostituted themselves; according to some writers the sepulchre is the monument of a courtesan.
Some historians say, that Coloë is an artificial lake, designed to receive the superabundant waters of the rivers when they are full and overflow.
Hyptaepa is a city situated on the descent from Tmolus to the plain of the Caÿster.