πόλεις δʼ εἰσὶν ἀξιόλογοι Ἄσσος τε καὶ Ἀδραμύττιον. ἠτύχησε δὲ τὸ Ἀδραμύττιον ἐν τῷ Μιθριδατικῷ πολέμῳ· τὴν γὰρ βουλὴν ἀπέσφαξε τῶν πολιτῶν Διόδωρος στρατηγὸς χαριζόμενος τῷ βασιλεῖ, προσποιούμενος δʼ ἅμα τῶν τε ἐξ Ἀκαδημίας φιλοσόφων εἶναι καὶ δίκας λέγειν καὶ σοφιστεύειν τὰ ῥητορικά· καὶ δὴ καὶ συναπῆρεν εἰς τὸν Πόντον τῷ βασιλεῖ· καταλυθέντος δὲ τοῦ βασιλέως ἔτισε δίκας τοῖς ἀδικηθεῖσιν· ἐγκλημάτων γὰρ ἐπενεχθέντων ἅμα πολλῶν, ἀπεκαρτέρησεν αἰσχρῶς οὐ φέρων τὴν δυσφημίαν ἐν τῇ ἡμετέρᾳ πόλει. ἀνὴρ δὲ Ἀδραμυττηνὸς ῥήτωρ ἐπιφανὴς γεγένηται Ξενοκλῆς, τοῦ μὲν Ἀσιανοῦ χαρακτῆρος, ἀγωνιστὴς δὲ εἴ τις ἄλλος καὶ εἰρηκὼς ὑπὲρ τῆς Ἀσίας ἐπὶ τῆς συγκλήτου καθʼ ὃν καιρὸν αἰτίαν εἶχε Μιθριδατισμοῦ.
Assus and Adramyttium are considerable cities. Adramyttium was unfortunate in the Mithridatic war, for Diodorus the general, in order to gratify the king, put to death the council of the citizens, although at the same time he pretended to be a philosopher of the Academy, pleaded causes, and professed to teach rhetoric. He accompanied the king on his voyage to Pontus, but upon his overthrow Diodorus was punished for his crimes. Many accusations were simultaneously preferred against him: but, unable to endure disgrace, he basely destroyed himself in my native city by abstaining from food.
Adramyttium produced Xenocles, a distinguished orator, who adopted the Asiatic style of eloquence and was remarkable for the vehemence of his manner; he defended Asia before the senate, at the time when that province was accused of favouring the party of Mithridates.
πρὸς δὲ τοῖς Ἀστύροις λίμνη καλεῖται Σάπρα βαραθρώδης εἰς ῥαχιώδη τῆς θαλάττης αἰγιαλὸν τὸ ἔκρηγμα ἔχουσα. ὑπὸ δὲ τοῖς Ἀνδείροις ἱερόν ἐστι μητρὸς θεῶν Ἀνδειρηνῆς ἅγιον καὶ ἄντρον ὑπόνομον μέχρι Παλαιᾶς. ἔστι δʼ ἡ Παλαιὰ κατοικία τις οὕτω καλουμένη, διέχουσα τῶν Ἀνδείρων ἑκατὸν καὶ τριάκοντα σταδίους· ἔδειξε δὲ τὴν ὑπονομὴν χίμαρος ἐμπεσὼν εἰς τὸ στόμα καὶ ἀνευρεθεὶς τῇ ὑστεραίᾳ κατὰ Ἄνδειρα ὑπὸ τοῦ ποιμένος κατὰ τύχην ἐπὶ θυσίαν ἥκοντος. Ἀταρνεὺς δʼ ἐστὶ τὸ τοῦ Ἑρμείου τυραννεῖον, εἶτα Πιτάνη πόλις Αἰολική, δύο ἔχουσα λιμένας, καὶ ὁ παραρρέων αὐτὴν ποταμὸς Εὔηνος, ἐξ οὗ τὸ ὑδραγωγεῖον πεποίηται τοῖς Ἀδραμυττηνοῖς. ἐκ δὲ τῆς Πιτάνης ἐστὶν Ἀρκεσίλαος ὁ ἐκ τῆς Ἀκαδημίας, Ζήνωνος τοῦ Κιτιέως συσχολαστὴς παρὰ Πολέμωνι. καλεῖται δὲ καὶ ἐν τῇ Πιτάνῃ τις τόπος ἐπὶ θαλάττῃ Ἀταρνεὺς ὑπὸ τῇ Πιτάνῃ κατὰ τὴν καλουμένην νῆσον Ἐλαιοῦσσαν. φασὶ δʼ ἐν τῇ Πιτάνῃ τὰς πλίνθους ἐπιπολάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ νησὶς πέπονθε· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν ὥστʼ ἐποχεῖσθαι. ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἐκ τινος γῆς ἀργιλώδους, ᾗ τὰ ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας. μετὰ δὲ τὴν Πιτάνην ὁ Κάικος εἰς τὸν Ἐλαΐτην καλούμενον κόλπον ἐν τριάκοντα σταδίοις ἐκδίδωσιν. ἐν δὲ τῷ πέραν τοῦ Καΐκου δώδεκα διέχουσα τοῦ ποταμοῦ σταδίους Ἐλαία πόλις Αἰολικὴ καὶ αὕτη, Περγαμηνῶν ἐπίνειον, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχουσα τοῦ Περγάμου.
Near Astyra is a lake called Sapra, full of deep holes, that empties itself by a ravine among ridges of rocks on the coast. Below Andeira is a temple dedicated to the Andeirenian Mother of the gods, and a cave with a subterraneous passage extending to Palaea. Palaea is a settlement distant 130 stadia from Andeira. A goat, which fell into the opening, discovered the subterraneous passage. It was found at Andeira the next day, accidentally, by the shepherd, who had gone there to a sacrifice.
Atarneus is the royal seat of Hermeas the tyrant. Next is Pitane, an Aeolian city, with two harbours, and the river Euenus flowing beside it, which supplies the aqueduct of the Adramyttium with water.
Arcesilaus of the Academy was a native of Pitane, and a fellow-disciple of Zeno of Citium in the school of Polemo.
There is a place in Pitane called Atarneus under Pitane, opposite to the island called Elaeussa.
It is said that at Pitane bricks float upon the water, as was the case with a small island in Tyrrhenia, for the earth, being lighter than an equal bulk of water, swims upon it. Poseidonius says, that he saw in Spain bricks made of an argillaceous earth (with which silver vessels are cleansed) floating upon water.
After Pitane the Caïcus empties itself, at the distance of 30 stadia from it, into the Elaitic bay. Beyond the Caïcus, at the distance of 12 stadia from the river, is Elsaea, an Aeolian city; it is a naval arsenal of Pergamum, and distant from it 120 stadia.
εἶτʼ ἐν ἑκατὸν σταδίοις ἡ Κάνη, τὸ ἀνταῖρον ἀκρωτήριον τῷ Λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστι. Κάναι δὲ πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου τὰ νοτιώτατα κείμενον ἐν τῇ Καναίᾳ· αὕτη δὲ μέχρι τῶν Ἀργινουσσῶν διήκει καὶ τῆς ὑπερκειμένης ἄκρας, ἣν Αἶγά τινες ὀνομάζουσιν ὁμωνύμως τῷ ζῴῳ. δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν· οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι. κύκλῳ δὲ περὶ τὸ ὄρος πρὸς νότον μὲν καὶ δύσιν ἡ θάλαττα, πρὸς ἕω δὲ τὸ Καΐκου πεδίον ὑπόκειται, πρὸς ἄρκτον δὲ ἡ Ἐλαῗτις· αὐτὸ δὲ καθʼ αὑτὸ ἱκανῶς συνέσταλται, προσνεύει δὲ ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν αὐτῷ καὶ τοὔνομα· ὕστερον δὲ αὐτὸ τὸ ἀκρωτήριον Αἰγὰ κεκλῆσθαι, τὸ δὲ λοιπὸν Κάνη καὶ Κάναι.
At 100 stadia farther is Cane, the promontory opposite to Lectum, and forming the gulf of Adramyttium, of which the Elaitic Gulf is a part. Canoe is a small city of the Locrians who came from Cynus; it is situated in the Canaean territory, opposite the most southerly extremities of Lesbos. This territory extends to the Arginusae, and the promontory above, which some call Aega, or the goat. The second syllable however must be pronounced long, Aigan, like Actan and Archan, for this was the name of the whole mountain, which at present is called Cane, or Canae. The sea surrounds the mountain on the south and west; towards the east the plain of Caecus lies below, and on the north the Elaïtic district. The mountain itself is very much contracted. It inclines indeed towards the Aegnaean Sea, from which it has the name (Ega), but afterwards the promontory itself was called Aega, the name which Sappho gives it, and then Cane and Canae.