Aristophanes · Ecclesiazusae Ἐκκλησιάζουσαι

Aristophanes, Ecclesiazusae 976–1111: Episode: the law of the old women

An old woman accuses the youth of knocking at her door and says that the law now bids him follow her. She reads out the decree, by which a young man must first satisfy an old woman before he may have a girl, and the youth tries in vain to find a way out. Two more old women arrive and each claims him, and they pull him this way and that until he is dragged into the house.

Lines 976–1111 · 1238 words · click a number to copy its link
Γραῦς Α 976οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; Νεανίας πόθεν; Γραῦς Α καὶ τὴν θύραν γʼ ἤραττες. Νεανίας ἀποθάνοιμʼ ἄρα. Γραῦς Α τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας; Νεανίας Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον. Γραῦς Α τίνα; Νεανίας 980οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως. Γραῦς Α νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή. Νεανίας ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν. Γραῦς Α 985ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων· νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ. Νεανίας τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

HAG Hi! knocking? seeking ME?

YOUTH A likely joke.

HAG You banged against my door.

YOUTH Hanged if I did.

HAG Then why that lighted torch? What seek you here?

YOUTH Some Anaphlystian burgher.

HAG What’s his name?

YOUTH No, not Sebinus; whom you want belike.

HAG By Aphrodite, will you, nill you, sir.

YOUTH Ah, but we’re not now taking cases over Sixty years old: they’ve been adjourned till later; Were taking now those under twenty years.

HAG Aha, but that was under, darling boy, The old régime: now you must take us first.

YOUTH Aye, if I will: so runs the Paetian law.

Γραῦς Α 988ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον. Νεανίας οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον. Γραῦς Α 990ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν. Νεανίας ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα. Γραῦς Α οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα. Νεανίας ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου. Γραῦς Α τίνα; Νεανίας 995τὸν τῶν γραφέων ἄριστον. Γραῦς Α οὗτος δʼ ἔστι τίς; Νεανίας ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους. ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται. Γραῦς Α οἶδʼ οἶδʼ ὅ τι βούλει. Νεανίας καὶ γὰρ ἐγώ σε νὴ Δία. Γραῦς Α μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη, 1000μὴ ʼγώ σʼ ἀφήσω. Νεανίας παραφρονεῖς ὦ γρᾴδιον. Γραῦς Α ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα. Νεανίας τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν; Γραῦς Α 1005μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ. Νεανίας ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει. Γραῦς Α νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι. Νεανίας 1010ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι, κοὐκ ἂν πιθοίμην οὐδέποτʼ. Γραῦς Α ἀλλὰ νὴ Δία ἀναγκάσει τουτί σε.

HAG You didn’t, did you, dine by Paetian law.

YOUTH Don’t understand you: there’s the girl I want.

HAG Aye, but me first: you must, you rogue, you must.

YOUTH O we don’t want a musty pack-cloth now.

HAG I know I’m loved: but O you wonder, don’t you, To see me out of doors: come, buss me, do.

YOUTH No, no, I dread your lover.

HAG Whom do you mean?

YOUTH That prince of painters.

HAG Who is he, I wonder.

YOUTH Who paints from life the bottles for the dead. Away! begone! he’ll see you at the door.

HAG I know, I know your wishes.

YOUTH And I yours.

HAG I vow by Aphrodite, whose I am, I’ll never let you go.

YOUTH You’re mad, old lady.

HAG Nonsense! I’ll drag you recreant to my couch.

YOUTH Why buy we hooks to raise our buckets then, When an old hag like this, let deftly down, Could claw up all the buckets from our wells?

HAG No scoffing, honey: come along with me.

YOUTH You’ve got no rights, unless you’ve paid the tax, One-fifth per cent on all your wealth—of years.

HAG O yes, you must; O yes, by Aphrodite, Because I love to cuddle lads like you.

YOUTH But I don’t love to cuddle hags like you, Nor will I: never! never!

HAG O yes, you will, This will compel you.

Νεανίας 1012bτοῦτο δʼ ἔστι τί; Γραῦς Α ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ. Νεανίας λέγʼ αὐτὸ τί ποτε κἄστι. Γραῦς Α καὶ δή σοι λέγω. 1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας, ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον 1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου. Νεανίας οἴμοι Προκρούστης τήμερον γενήσομαι. Γραῦς Α τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον. Νεανίας τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν ἢ τῶν φίλων ἐλθών τις; Γραῦς Α ἀλλʼ οὐ κύριος 1025ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι. Νεανίας ἐξωμοσία δʼ οὐκ ἔστιν; Γραῦς Α οὐ γὰρ δεῖ στροφῆς. Νεανίας ἀλλʼ ἔμπορος εἶναι σκήψομαι. Γραῦς Α κλάων γε σύ. Νεανίας τί δῆτα χρὴ δρᾶν; Γραῦς Α δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ. Νεανίας καὶ ταῦτʼ ἀνάγκη μοὐστί; Γραῦς Α Διομήδειά γε. Νεανίας 1030ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα, καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,

YOUTH What in the world is THIS?

HAG THIS is a law which bids you follow me.

YOUTH Read what it says.

HAG O yes, my dear, I will. Be it enacted, please to listen, you, By us the ladies: if a youth would woo A maiden, he must first his duty do By some old beldame; if the youth refuse, Then may the beldames lawful violence use And drag him in, in any way they choose.

YOUTH A crusty law! a Procrustéan law!

HAG Well, never mind; you must obey the law.

YOUTH What if some Man, a friend or fellow-burgher, Should come and bail me out?

HAG A Man, forsooth? No Man avails beyond a bushel now.

YOUTH Essoign I’ll challenge.

HAG Nay, no quillets now.

YOUTH I’ll sham a merchant.

HAG You’ll repent it then.

YOUTH And must I come?

HAG You must.

YOUTH Is it a stern Necessity?

HAG Yes, quite Diomedéan.

YOUTH Then strew the couch with dittany, and set Four well-crushed branches of the vine beneath; Bind on the fillets; set the oil beside;

Νεανίας 1033ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας. Γραῦς Α ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί. Νεανίας 1035νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων· οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα. Νεᾶνις ποῖ τοῦτον ἕλκεις; Γραῦς Α τὸν ἐμὸν αὐτῆς εἰσάγω. Νεᾶνις οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ 1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή. ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε. Γραῦς Α ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι. Νεανίας 1045νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου· ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν. Γραῦς Β αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον 1050ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων πρότερον καθεύδειν αὐτόν; Νεανίας οἴμοι δείλαιος. πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη; τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον. Γραῦς Β βάδιζε δεῦρο. Νεανίας μηδαμῶς με περιίδῃς 1055ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ. Γραῦς Β ἀλλʼ οὐκ ἐγώ, ἀλλʼ ὁ νόμος ἕλκει σʼ. Νεανίας οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

YOUTH And at the entrance set the water-crock.

HAG Now, by my troth, you’ll buy me a garland yet.

YOUTH A waxen garland. So, by Zeus, will. You’ll fall to pieces, I expect, in there.

GIRL Where drag you him?

HAG I’m taking home my husband.

GIRL Not wisely then: the lad is far too young To serve your turn. You’re of an age, methinks To be his mother rather than his wife. If thus ye carry out the law, erelong Ye’ll have an Oedipus in every house.

HAG You nasty spiteful girl, you made that speech Out of sheer envy, but I’ll pay you out.

YOUTH Now by the Saviour Zeus, my sweetest sweet, A rare good turn you have done me, scaring off That vulturous Hag; for which, at eventide, I’ll make you, darling, what return I can.

SECOND HAG Hallo, Miss Break-the-law, where are you dragging That gay young stripling, when the writing says I’m first to wed him?

YOUTH Miserable me! Whence did you spring, you evil-destined Hag? She’s worse than the other: I protest she is.

SECOND HAG Come hither. YOUTH (to the Girl). O my darling, don’t stand by, And see this creature drag me!

SECOND HAG ’Tis not I, ’Tis the Law drags you.

YOUTH ’Tis a hellish vampire, Clothed all about with blood, and boils, and blisters.

Γραῦς Β 1058ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει. Νεανίας ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με 1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή, αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα ὑπὸ τοῦ δέους. Γραῦς Β θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ. Νεανίας δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι. ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο 1065ἀξιόχρεως. Γραῦς Β μή μοι καθίστη. Γραῦς Γ ποῖ σὺ ποῖ χωρεῖς μετὰ ταύτης; Νεανίας οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι. ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι, ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω, 1070τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε; πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων; Γραῦς Γ μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου. Γραῦς Β δευρὶ μὲν οὖν. Γραῦς Γ 1075ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ. Γραῦς Β οὐδὲ μὴν ἐγώ. Νεανίας διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι. Γραῦς Β ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον. Γραῦς Γ οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ. Νεανίας ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς, 1080φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι; Γραῦς Γ αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.

SECOND HAG Come, chickling, follow me: and don’t keep chattering.

YOUTH O let me first, for pity’s sake, retire Into some draught-house. I’m in such a fright That I shall yellow all about me else.

SECOND HAG Come, never mind; you can do that within.

YOUTH More than I wish, I fear me. Come, pray do, I’ll give you bail with two sufficient sureties.

SECOND HAG No bail for me!

THIRD HAG (to Youth). Hallo, where are you gadding Away with her?

YOUTH Not “gadding”: being dragged. But blessings on you, whosoe’er you are, Sweet sympathizer. Ah! Oh! Heracles! Ye Pans! ye Corybants! Twin sons of Zeus She’s worse than the other! Miserable me! What shall I term this monstrous apparition? A monkey smothered up in paint, or else A witch ascending from the Greater Number?

SECOND HAG No scoffing: come this way.

THIRD HAG This way, I tell you.

THIRD HAG I’ll never let you go.

SECOND HAG No more will I.

YOUTH Detested kites, ye’ll rend me limb from limb.

SECOND HAG Obey the law, which bids you follow me.

THIRD HAG Not if a fouler, filthier, hag appears.

YOUTH Now if betwixt you two I am done to death, How shall I ever reach the girl I love?

THIRD HAG That’s your look-out; but this you needs must do.

Νεανίας 1082ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ; Γραῦς Β οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ. Νεανίας ἀφέτω νύν μʼ αὑτηί. Γραῦς Γ δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ. Νεανίας ἢν ἡδί μʼ ἀφῇ. Γραῦς Β 1085ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ. Γραῦς Γ οὐδὲ μὴν ἐγώ. Νεανίας χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς. Γραῦς Β τιή; Νεανίας ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε. Γραῦς Β σιγῇ βάδιζε δεῦρο. Γραῦς Γ μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ. Νεανίας τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς 1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον. πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι; Γραῦς Β καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν. Νεανίας οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας ἑλκόμενός εἰμʼ. Γραῦς Β ἀλλʼ οὐδὲν ἔσται σοι πλέον. 1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. Νεανίας μὴ πρὸς θεῶν· ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν. Γραῦς Γ νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή. Νεανίας ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, 1100κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν

YOUTH Which shall I tackle first, and so get free?

SECOND HAG You know; come hither.

YOUTH Make her let me go.

THIRD HAG No, no, come hither.

YOUTH If she’ll let me go.

SECOND HAG Zeus! I’ll not let you go.

THIRD HAG No more will I.

YOUTH Rough hands ye’d prove as ferrymen.

SECOND HAG Why so?

YOUTH Ye’d tear your passengers to bits by pulling.

SECOND HAG Don’t talk, come hither.

THIRD HAG No, this way, I tell you.

YOUTH O this is like Cannonus’s decree, To play the lover, fettered right and left. How can one oarsman navigate a pair?

SECOND HAG Tush, eat a pot of truffles, foolish boy.

YOUTH O me, I’m dragged along till now I’ve reached The very door.

THIRD HAG That won’t avail you aught; I’ll tumble in beside you.

YOUTH Heaven forbid! Better to struggle with one ill than two.

THIRD HAG O yes, by Hecate, will you, nill you, sir.

YOUTH Thrice hapless me, who first must play the man With this old rotten carcase, and when freed From her, shall find another Phryne there, A bottle of oil beside her grinning chaps. Ain’t I ill-fated? Yea, most heavy-fated!

YOUTH

1103νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. 1105ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων, θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε 1110μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.

O Zeus the Saviour, what a wretch am I Yoked with this pair of savage-hearted beasts And O should aught befall me, sailing in To harbour, towed by these detested drabs, Bury my body by the harbour’s mouth; And take the upper hag, who still survives, And tar her well, and round her ankles twain Pour molten lead, and plant her on my grave, The staring likeness of a bottle of oil.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.