Aristophanes · Ecclesiazusae Ἐκκλησιάζουσαι

Aristophanes, Ecclesiazusae 130–310: Episode: the women rehearse their speeches and march to the Assembly

Two of the women try to speak. The first wants to drink, as she thinks men do at meetings, and the second swears by the Twain and has to be told that a man would not do so. Praxagora then takes the chaplet herself and delivers a speech proposing that the women be asked to rule the State, since they keep to their old ways and manage their homes well. The women practise answers to insults and to the archers, remember to hold up their hands in the vote and not their feet, and set out for the Assembly while two semichoruses sing of arriving in time.

Lines 130–310 · 1637 words · click a number to copy its link
Πραξάγορα 130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται; Γυνὴ Α ἐγώ. Πραξάγορα περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ. Γυνὴ Α ἰδού. Πραξάγορα λέγοις ἄν. Γυνὴ Α εἶτα πρὶν πιεῖν λέγω; Πραξάγορα ἰδοὺ πιεῖν. Γυνὴ Α τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;

PRAXAGORA Now, Purifier? carry round the—cat. Come in! Ariphrades, don’t chatter so. Come in, sit down. Who will address the meeting

FIRST WOMAN I.

PRAXAGORA Wear this chaplet then, and luck be with you.

FIRST WOMAN There.

PRAXAGORA Speak away.

FIRST WOMAN What, speak before I drink?

PRAXAGORA Just listen. Drink!

FIRST WOMAN Then what’s this chaplet for?

Πραξάγορα 134ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω 135κἀκεῖ. Γυνὴ Α τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ; Πραξάγορα ἰδού γε σοὶ πίνουσι. Γυνὴ Α νὴ τὴν Ἄρτεμιν καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα. 140καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν; καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες, καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται, Πραξάγορα σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ. Γυνὴ Α 145νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν· δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι. Πραξάγορα ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν; Γυνὴ Β ἐγώ. Πραξάγορα ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται. ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς 150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ. Γυνὴ Β ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος· νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν 155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ. Πραξάγορα μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;

PRAXAGORA O get away. Is this what you’d have done Amongst the men?

FIRST WOMAN What, don’t men drink at meetings?

PRAXAGORA Drink, fool?

FIRST WOMAN By Artemis, I know they do, And strong drink too. Look at the acts they pass. Do you mean to tell me that they’d pass such nonsense If they weren’t drunk? Besides, they pour libations. Or what’s the meaning of those tedious prayers? Unless they’d got some wine, I’d like to know. Besides, they quarrel just like drunken men, And when one drinks too much, and gets too noisy, In come the Archer-boys, and run him out.

PRAXAGORA Begone and sit you down, for you’re no good.

FIRST WOMAN Good lack, I wish I’d never worn a beard; I’m parched to death with thirst, I really am.

PRAXAGORA Would any other like to speak?

SECOND WOMAN Yes, I.

PRAXAGORA Put on this chaplet and be quick. Time presses. Now lean your weight upon your walking-stick, And speak your words out manfully and well.

SECOND WOMAN I could have wished some more experienced man Had risen to speak, while I sat still and listened. But now I say I’ll not permit, for one, That in their taverns men should make them tanks Of water. ’Tis not proper, by the Twain.

PRAXAGORA How! by the Twain? Girl, have you lost your wits?

Γυνὴ Β 157τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε. Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα. Γυνὴ Β 160ὢ νὴ τὸν Ἀπόλλω. Πραξάγορα παῦε τοίνυν, ὡς ἐγὼ ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται. Γυνὴ Β φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς. 165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι— Πραξάγορα γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις; Γυνὴ Β διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν. Πραξάγορα ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί· 170αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω 175τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά. 180χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον 185πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους

SECOND WOMAN Why, what’s amiss? I never asked for drink.

PRAXAGORA You are a man, and yet invoked the Twain. All else you said was excellently right.

SECOND WOMAN O yes, by Apollo!

PRAXAGORA Mind then, I won’t move Another step in this Assembly business, Unless you are strict and accurate in this.

SECOND WOMAN Give me the chaplet, and I’ll try again. I’ve thought of something very good to say. In my opinion, O assembled women,

PRAXAGORA O monstrous! women, idiot, when they’re MEN?

SECOND WOMAN ’Twas all Epigonus: he caught my eye And so, methought ’twas women I harangued.

PRAXAGORA You, too, retire and sit you down again, For I myself will wear the chaplet now Your cause to further: and I pray the gods That I may haply prosper our design. I have, my friends, an equal stake with you In this our country, and I grieve to note The sad condition of the State’s affairs. I see the State employing evermore Unworthy ministers; if one do well A single day, he’ll act amiss for ten. You trust another: he’ll be ten times worse. Hard, hard it is to counsel wayward men, Always mistrusting those who love you best, And paying court to those who love you not. There was a time, my friends, we never came To these Assemblies; then we knew full well Agyrrhius was a rogue: we come here now, And he who gets the cash applauds the man, And he who gets it not, protests that they

Πραξάγορα 188τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ. Γυνὴ Α νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις. Πραξάγορα 190τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ. Γυνὴ Α ἀλλʼ οὐκ ἂν εἶπον. Πραξάγορα μηδʼ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα, εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν· 195ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο. ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι· 200νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός· σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος. Γυνὴ Α ὡς ξυνετὸς ἁνήρ. Πραξάγορα νῦν καλῶς ἐπῄνεσας. 205ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,

PRAXAGORA Who come for payment ought to die the death.

FIRST WOMAN By Aphrodite now, but that’s well said!

PRAXAGORA Heavens! Aphrodite! ’Twere a pleasant jest, If in the Assembly you should praise me so!

FIRST WOMAN Ah, but I won’t.

PRAXAGORA Then don’t acquire the habit. This League again, when first we talked it over, It seemed the only thing to save the State. Yet when they’d got it, they disliked it. He Who pushed it through was forced to cut and run. Ships must be launched; the poor men all approve, The wealthy men and farmers disapprove. You used to hate Corinthians, and they you; They are friendly now: do you be friendly too. Argeius was a fool: now Jerome’s wise. Safety just showed her face: but Thrasybulus, No more called in, is quite excluded now.

FIRST WOMAN Here’s a shrewd man!

PRAXAGORA Ah, now you praise me rightly Ye are to blame for this, Athenian people, Ye draw your wages from the public purse, Yet each man seeks his private gain alone.

Πραξάγορα 208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται. ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι. 210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα. Γυνὴ Α εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε. Γυνὴ Β λέγε λέγʼ ὦγαθέ. Πραξάγορα ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες 215ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, 220εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ· ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ· τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ· πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ· 225τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ· μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ· αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ· οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ· βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν 230μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία 235τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·

PRAXAGORA So the State reels, like any Aesimus. Still, if ye trust me, ye shall yet be saved. I move that now the womankind be asked To rule the State. In our own homes, ye know, They are the managers and rule the house.

FIRST WOMAN O good, good, good! speak on, speak on, dear man

PRAXAGORA That they are better in their ways than we I’ll soon convince you. First, they dye their wools With boiling tinctures, in the ancient style. You won’t find them, I warrant, in a hurry Trying new plans. And would it not have saved The Athenian city had she let alone Things that worked well, nor idly sought things new? They roast their barley, sitting, as of old: They on their heads bear burdens, as of old: They keep their Thesmophoria, as of old: They bake their honied cheesecakes, as of old They victimize their husbands, as of old: They still secrete their lovers, as of old: They buy themselves sly dainties, as of old: They love their wine unwatered, as of old: They like a woman’s pleasures, as of old: Then let us, gentlemen, give up to them The helm of State, and not concern ourselves, Nor pry, nor question what they mean to do; But let them really govern, knowing this, The statesman-mothers never will neglect Their soldier-sons. And then a soldier’s rations, Who will supply as well as she who bare him? For ways and means none can excel a woman. And there’s no fear at all that they’ll be cheated

Πραξάγορα 238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι, 240εὐδαιμονοῦντες τὸν βίον διάξετε. Γυνὴ Α εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς. πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς; Πραξάγορα ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί· ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων. Γυνὴ Α 245οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή· καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ; Πραξάγορα 250φήσω παραφρονεῖν αὐτόν. Γυνὴ Α ἀλλὰ τοῦτό γε ἴσασι πάντες. Πραξάγορα ἀλλὰ καὶ μελαγχολᾶν. Γυνὴ Α καὶ τοῦτʼ ἴσασιν. Πραξάγορα ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς. Γυνὴ Α τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ; Πραξάγορα 255τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν. Γυνὴ Α τί δʼ ἢν ὑποκρούωσίν σε; Πραξάγορα προσκινήσομαι ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων. Γυνὴ Α ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται ἕλκωσιν, ὅ τι δράσεις ποτʼ. Πραξάγορα ἐξαγκωνιῶ

PRAXAGORA When they’re in power, for they’re the cheats themselves. Much I omit. But if you pass my motion, You’ll lead the happiest lives that e’er you dreamed of.

FIRST WOMAN O, good! Praxagora. Well done, sweet wench. However did you learn to speak so finely?

PRAXAGORA I and my husband in the general flight? Lodged in the Pnyx, and there I heard the speakers.

FIRST WOMAN Ah, you were clever to some purpose, dear. And if you now succeed in your designs We’ll then and there proclaim you chieftainess. But what if Cephalus, ill fare, insult you, How will you answer him in full Assembly?

PRAXAGORA I’ll say he’s frenzied.

FIRST WOMAN True enough; but all The world know that.

PRAXAGORA I’ll say he’s moody-mad.

FIRST WOMAN They know that too.

PRAXAGORA That he’s more fit to tinker The constitution than his pots and pans.

FIRST WOMAN If Neocleides, blear-eyed oaf, insult you?

PRAXAGORA Peep at a puppy’s tail, my lad, quoth I.

FIRST WOMAN What if they interrupt?

PRAXAGORA I’ll meet them there, I’m quite accustomed to that sort of thing.

FIRST WOMAN O but suppose the archers hale you off, What will you do?

PRAXAGORA Stick out my elbows, so.

Πραξάγορα 260bὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι. Γυνὴ Β ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν. Γυνὴ Α ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε. 265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει. Πραξάγορα χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς, 270ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε. ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, 275καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων. Γυνὴ Β εὖ λέγεις· ἡμεῖς δέ γε 280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς γυναῖκας. Πραξάγορα ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. Χορός 285ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν

PRAXAGORA They shan’t seize me, the varlets, round my waist.

SEMICHORUS Aye, and we’ll help: we’ll bid the men let go.

FIRST WOMAN Then that we’ve settled, wonderfully well. But this we’ve not considered, how to mind We lift our hands, and not our feet, in voting. We’re more for lifting feet than lifting hands.

PRAXAGORA A knotty point. However, we must each Hold up one arm, bare from the shoulder, so. Now then, my dears, tuck up your tunics neatly, And slip your feet in those Laconian shoes, Just as ye’ve seen your husbands do, whene’er They’re going out, mayhap to attend the Assembly. And next, so soon as everything is right With shoes and tunics, fasten on your beards, And when ye’ve got them neatly fitted on, Then throw your husbands’ mantles over all, Those which ye stole; and leaning on your sticks Off to the Meeting, piping as ye go Some old man’s song, and mimicking the ways Of country fellows.

FIRST WOMAN Good! but let ourselves Get on before them: other women soon Will come I know from all the countryside Straight for the Pnyx.

PRAXAGORA Be quick, for ’tis the rule That whoso comes not with the early dawn Must slink abashed, with never a doit, away.

SEMICHORUS Time to be moving, gentlemen! ’tis best we keep repeating This name of ours, lest we forget to use it at the Meeting For terrible the risk would be, if any man detected

CHORUS

288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον. χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ 290ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος, στέργων σκοροδάλμῃ βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον. ἀλλʼ ὦ Χαριτιμίδη καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων, σαυτῷ προσέχων ὅπως 295μηδὲν παραχορδιεῖς ὧν δεῖ σʼ ἀποδεῖξαι· ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι καθεδούμεθʼ, ὡς ἂν χειροτονῶμεν ἅπανθʼ ὁπόσʼ ἂν δέῃ τὰς ἡμετέρας φίλας. καίτοι τί λέγω; φίλους γὰρ χρῆν μʼ ὀνομάζειν. 300ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκʼ ἔδει λαβεῖν ἐλθόντʼ ὀβολὸν μόνον, καθῆντο λαλοῦντες

The great and daring scheme which we in darkness have projected. Song of the (town) Semichorus. On to the Meeting, worthy sirs: for now the magistrate avers That whoever shall fail to Arrive while the dusk of the Morning is grey, All dusty and smacking of Pickle and acid, that Man shall assuredly Forfeit his pay. Now Charitimides, Draces, and Smicythus, Hasten along: See that there fall from you Never a word or a Note that is wrong. Get we our tickets, and Sit we together, and Choose the front rows. Vote we whatever our Sisters propose. Our sisters! My wits are gone gleaning! Our “brothers,” of course, was my meaning. Song of the country Semichorus. We’ll thrust aside this bothering throng which from the city crowds along, These men, who aforetime When only an obol they

CHORUS

302aἐν τοῖς στεφανώμασιν, νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν. ἀλλʼ οὐχί, Μυρωνίδης ὅτʼ ἦρχεν ὁ γεννάδας, οὐδεὶς ἂν ἐτόλμα 305τὰ τῆς πόλεως διοικεῖν ἀργύριον φέρων· ἀλλʼ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ καὶ δύο κρομμύω καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον ζητοῦσι λαβεῖν, ὅταν πράττωσί τι κοινὸν ὥσ- 310περ πηλοφοροῦντες.

Got for their pay? Would sit in the wreath-market, Chatting away. Ah well, in the days of our Noble Myronides? None would have stooped Money to take for Attending the meetings, but Hither they trooped, Each with his own little Goatskin of wine, Each with three olives, two Onions, one loaf, in his Wallet, to dine. But now they are set The three-obol to get, And whene’er the State business engages, They clamour, like hodmen, for wages.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.