Aristophanes · Ecclesiazusae Ἐκκλησιάζουσαι

Aristophanes, Ecclesiazusae 311–477b: Episode: Blepyrus and Chremes; the decree of the Assembly

Blepyrus comes out of his house in his wife's dress and slippers, looking for her and for his cloak, and meets a neighbour who has lost his wife and his cloak too. Chremes arrives from the Assembly, where he was too late to receive the three obols, and tells how a pale young speaker proposed that the State be handed to the women. Blepyrus learns that the proposal was carried, and the two men consider what it will mean for the men to have to make love at their wives' command.

Lines 311–477b · 1428 words · click a number to copy its link

BLEPYRUS

311τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι; ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ 315καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,

What’s up? Where’s my wife gone? Why, bless the woman, It’s almost daybreak and she can’t be found. Here am I, taken with the gripes abed, Groping about to find my overcloak And shoes i’ the dark; but hang it, they’re gone too: I could not find them anywhere. Meanwhile Easums kept knocking hard at my back-door; So on I put this kirtle of my wife’s,

Βλέπυρος 319καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. 320ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι; ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν. 325οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον. Ἀνήρ τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν; Βλέπυρος νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος. Ἀνήρ εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που 330Κινησίας σου κατατετίληκέν ποθεν; Βλέπυρος οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται. Ἀνήρ τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν; Βλέπυρος οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν. Ἀνήρ 335εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι; Βλέπυρος μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν· ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον. Ἀνήρ νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς 340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν. κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας. οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ. Βλέπυρος μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς 345Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν, ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι, ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν. Ἀνήρ τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ

BLEPYRUS And shove my feet into her Persian slippers. Where’s a convenient place? or shall I say All are alike convenient in the dark? No man can see me here, I am sure of that. Fool that I was, worse luck, to take a wife In my old age. Ought to be thrashed, I ought! ’Tis for no good, I warrant, that she’s out This time of night. However, I can’t wait.

CITIZEN Hey-day! who’s this? Not neighbour Blepyrus? Sure and it’s he himself. Why, tell me, man, What’s all that yellow? Do you mean to say You’ve had Cinesias at his tricks again?

BLEPYRUS No, no; I wanted to come out, and took This little yellow kirtle of my wife’s.

CITIZEN But where’s your cloak?

BLEPYRUS I’ve not the least idea. I searched amongst the clothes, and ’twasn’t there.

CITIZEN Did you not ask your wife to find the thing?

BLEPYRUS I didn’t. No. For why? SHE wasn’t there. She’s wormed herself away out of the house; Some revolution in the wind, I fear.

CITIZEN O by Poseidon, but your case is just The same as mine. My wife has stolen away, And carried off my cloak. And that’s not all, Hang her, she’s carried off my shoes as well: At least I could not find them anywhere.

BLEPYRUS No more can I: I could not anywhere Find my Laconians: so, my case being urgent, I shove her slippers on, and out I bolt For fear I soil my blanket; ’twas a clean one.

CITIZEN What can it be? can any of her gossips

Ἀνήρ 349κέκληκεν αὐτὴν τῶν φίλων; Βλέπυρος γνώμην γʼ ἐμήν. Ἀνήρ 350οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι. ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον. Βλέπυρος κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου 355ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία. Ἀνήρ μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς; Βλέπυρος νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω, 360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα; τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην; 365ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ. οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς 370διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική. Χρέμης οὗτος τί ποιεῖς; οὔτι που χέζεις; Βλέπυρος ἐγώ; οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.

CITIZEN Have asked her out to breakfast?

BLEPYRUS I expect so She’s not a bad one: I don’t think she is.

CITIZEN Why, man, you are paying out a cable: I Must to the Assembly, when I’ve found my cloak, My missing cloak: the only one I’ve got.

BLEPYRUS I too, when eased; but now an acrid pear Is blocking up the passage of my food.

CITIZEN As Thrasybulus told the Spartans, eh?

BLEPYRUS By Dionysus, but it grips me tight, And that’s not all: whatever shall I do? For how the food I am going to eat hereafter Will find a passage out, I can’t imagine; So firm and close this Acridusian chap Has fastened up its pathway to the door. Who’ll fetch a doctor, and what doctor, here? Which of the pathicks knows this business best? Amynon knows: but perhaps he won’t admit it. Fetch, fetch Antisthenes, by all means fetch him. He’s just the man (to judge from his complaints) To know the pangs from which I’m suffering now, Great Eileithyia, let me not remain Thus plugged and barricaded, nor become A public nightstool for the comic stage

CHREMES Taking your ease, good neighbour?

BLEPYRUS No, I’m not. ’Tis true I have been, but I’ve finished now.

Χρέμης 374τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον; Βλέπυρος 375ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών. ἀτὰρ πόθεν ἥκεις ἐτεόν; Χρέμης ἐξ ἐκκλησίας. Βλέπυρος ἤδη λέλυται γάρ; Χρέμης νὴ Δίʼ ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. Βλέπυρος 380τὸ τριώβολον δῆτʼ ἔλαβες; Χρέμης εἰ γὰρ ὤφελον. ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον. Βλέπυρος τὸ δʼ αἴτιον τί; Χρέμης πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα. 385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία· ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί. Βλέπυρος οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; Χρέμης πόθεν; 390οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον ἁλεκτρυὼν ἐφθέγγετʼ. Βλέπυρος οἴμοι δείλαιος. Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.

CHREMES O, and you’ve got your lady’s kirtle on!

BLEPYRUS ’Twas dark indoors: I caught it up by chance But whence come you?

CHREMES I’m coming from the Assembly.

BLEPYRUS What, is it over?

CHREMES Aye, betimes to-day. And O, dear Zeus, the fun it was to see The way they spattered the vermilion round.

BLEPYRUS Got your three-obol?

CHREMES No, not I, worse luck. I was too late: I’m carrying home, ashamed, This empty wallet: nothing else at all.

BLEPYRUS Why, how was that?

CHREMES There gathered such a crowd About the Pnyx, you never saw the like; Such pale-faced fellows; just like shoemakers We all declared; and strange it was to see How pallid-packed the whole Assembly looked. So I and lots of us could get no pay.

BLEPYRUS Shall I get any if I run?

CHREMES Not you! Not had you been there when the cock was giving Its second crow.

BLEPYRUS O weep, Antilochus, Rather for me, the living, than for him, The loved and lost—three-obol. All is gone!

Βλέπυρος 394ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου 395οὕτως ἐν ὥρᾳ ξυνελέγη; Χρέμης τί δʼ ἄλλο γʼ ἢ ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς, 400οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο; ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη, τί δαί με χρῆν δρᾶν; Βλέπυρος σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ 405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας, ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον. Χρέμης μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν· 410αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν· κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε. 415ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ. ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους 420ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ

BLEPYRUS Whatever was it though that brought together So vast a crowd so early?

CHREMES ’Twas determined To put this question to the assembled people, “How best to save the State.” So first and foremost Came Neocleides, groping up to speak. And all the people shouted out aloud, What scandal that this blear-eyed oaf, who cannot Save his own eyesight for himself, should dare To come and teach us how to save the State. But he cried out, and leered around, and said, What’s to be done?

BLEPYRUS Pound garlic up with verjuice, Throw in some spurge of the Laconian sort, And rub it on your eyelids every night. That’s what, had I been present, I’d have said.

CHREMES Next came Evaeon, smart accomplished chap, With nothing on, as most of us supposed, But he himself insisted he was clothed. He made a popular democratic speech. Behold, says he, I am myself in want Of cash to save me; yet I know the way To save the citizens, and save the State. Let every clothier give to all that ask Warm woollen robes, when first the sun turns back. No more will pleurisy attack us then. Let such as own no bedclothes and no bed, After they’ve dined, seek out the furriers, there To sleep; and whoso shuts the door against them

Χρέμης 421χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω. Βλέπυρος νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας 425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν. Χρέμης μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ δημηγορήσων, κἀπεχείρησεν λέγειν 430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν ἀνεβορβόρυξαν. Βλέπυρος νοῦν γὰρ εἶχον νὴ Δία. Χρέμης ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ, 435τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ πολλὰ κακά. Βλέπυρος καὶ τί εἶπε; Χρέμης πρῶτον μέν σʼ ἔφη εἶναι πανοῦργον. Βλέπυρος καὶ σέ; Χρέμης μή πω τοῦτʼ ἔρῃ. κἄπειτα κλέπτην. Βλέπυρος ἐμὲ μόνον; Χρέμης καὶ νὴ Δία καὶ συκοφάντην. Βλέπυρος ἐμὲ μόνον; Χρέμης καὶ νὴ Δία 440τωνδὶ τὸ πλῆθος. Βλέπυρος τίς δὲ τοῦτʼ ἄλλως λέγει; Χρέμης γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη

CHREMES In wintry weather, shall be fined three blankets.

BLEPYRUS Well said indeed; and never a man would dare To vote against him, had he added this: That all who deal in grain shall freely give Three quarts to every pauper, or be hanged. That good, at least, they’d gain from Nausicydes.

CHREMES Then, after him, there bounded up to speak A spruce and pale-faced youth, like Nicias. And he declared we ought to place the State Into the hands of (whom do you think?) the women! Then the whole mob of shoemakers began To cheer like mad; whilst all the country folk Hooted and hissed.

BLEPYRUS They showed their sense, by Zeus.

CHREMES But less their numbers; so the lad went on, Speaking all good of women, but of you Everything bad.

BLEPYRUS What?

CHREMES First of all he called you An arrant rogue.

BLEPYRUS And you?

CHREMES Let be, awhile. Also a thief.

BLEPYRUS Me only?

CHREMES And by Zeus, A sycophant.

BLEPYRUS Me only?

CHREMES And by Zeus, All our friends here.

BLEPYRUS Well, who says nay to that?

CHREMES And then the woman is, he said, a thing

Χρέμης 443ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν, σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί. Βλέπυρος 445καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο. Χρέμης ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν, 450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν. Βλέπυρος νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον. Χρέμης οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά, ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει. Βλέπυρος 455τί δῆτʼ ἔδοξεν; Χρέμης ἐπιτρέπειν γε τὴν πόλιν ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει οὔπω γεγενῆσθαι. Βλέπυρος καὶ δέδοκται; Χρέμης φήμʼ ἐγώ. Βλέπυρος ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα ἃ τοῖσιν ἀστοῖς ἔμελεν; Χρέμης οὕτω ταῦτʼ ἔχει. Βλέπυρος 460οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή; Χρέμης οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή. Βλέπυρος οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι; Χρέμης μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·

CHREMES They don’t betray their Thesmophorian secrets, But you and I blab all State secrets out.

BLEPYRUS By Hermes, there at least he told no lie.

CHREMES And women lend each other, said the lad, Their dresses, trinkets, money, drinking-cups, Though quite alone, with never a witness there. And all restore the loan, and none withhold it. But men, he said, are always doing this.

BLEPYRUS Aye to be sure: though witnesses were there.

CHREMES They don’t inform, or prosecute, or put The people down: but everything that’s right. And much, besides, he praised the womankind.

BLEPYRUS What was determined?

CHREMES You’re to put the State Into their hands. This was the one reform Not yet attempted.

BLEPYRUS ’Twas decreed?

CHREMES It was.

BLEPYRUS So then the women now must undertake All manly duties?

CHREMES So I understand.

BLEPYRUS Then I shan’t be a dicast, but my wife?

CHREMES Nor you support your household, but your wife.

BLEPYRUS Nor I get grumbling up in early morn?

CHREMES No: for the future that’s your wife’s affair. You’ll lie abed: no grumbling any more.

BLEPYRUS But hark ye, ’twould be rough on us old men If, when the women hold the reins of State, They should perforce compel us to—

CHREMES Do what?

BLEPYRUS Make love to them.

CHREMES But if we’re not prepared?

Χρέμης 464σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς. Βλέπυρος 465ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν— Χρέμης τί δρᾶν; Βλέπυρος κινεῖν ἑαυτάς. Χρέμης ἢν δὲ μὴ δυνώμεθα; Βλέπυρος ἄριστον οὐ δώσουσι. Χρέμης σὺ δέ γε νὴ Δία 470δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα. Βλέπυρος τὸ πρὸς βίαν δεινότατον. Χρέμης ἀλλʼ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν. Βλέπυρος λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα, 475ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. Χρέμης καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί. ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε. Βλέπυρος καὶ σύ γʼ ὦ Χρέμης.

BLEPYRUS They’ll dock our breakfasts.

CHREMES Therefore learn the way How to make love, and eat your breakfast too.

BLEPYRUS Upon compulsion! Faugh!

CHREMES If that is for The public good, we needs must all obey. There is a legend of the olden time, That all our foolish plans and vain conceits Are overruled to work the public good. So be it now, high Pallas and ye gods! But I must go. Farewell.

BLEPYRUS And farewell, Chremes.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.