Aristophanes · Ecclesiazusae Ἐκκλησιάζουσαι

Aristophanes, Ecclesiazusae 571–727: Agon: Praxagora's new order of common property and common life

The chorus urge Praxagora to bring forward something new, and she announces that all property shall be shared and that the State will feed everyone from one fund. Blepyrus raises objections about money kept back, about love and marriage, about children and their fathers, and about lawsuits, and she answers each in turn. She plans to turn the courts into dining-halls, to give each citizen a ticket marked with a letter, and goes off to the market-place to begin the public feasts.

Lines 571–727 · 2032 words · click a number to copy its link

CHORUS

571νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδʼ ἐπισταμένην

“Now waken your intellect bright,

Χορός 572ταῖσι φίλαισιν ἀμύνειν. καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην 575δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον· 580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται. ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις, ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς. Πραξάγορα καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν 585τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα. Βλέπυρος περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι. Πραξάγορα μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,

CHORUS Your soul philosophic, that knows So well for your comrades to fight. For all to our happiness goes The project your tongue will disclose, As with thousands of joys you propose The citizen life to endow. Now show us what things you can do! It is time; for the populace now Requires an original new Experiment; only do you Some novelty bring from your store Never spoken or done heretofore. The audience don’t like to be cheated With humours too often repeated. So come to the point, and at once; for delay Is a thing the spectators detest in a play.

PRAXAGORA I’ve an excellent scheme, if you will but believe it; But I cannot be sure how our friends will receive it; Or what they will do, if the old I eschew, And propound them a system erratic and new. This makes me a trifle alarmed and faint-hearted.

BLEPYRUS As to that, you may safely be fearless and bold: We adore what is new, and abhor what is old. This rule we retain when all else has departed.

PRAXAGORA Then all to the speaker in silence attend, And don’t interrupt till I come to the end,

Πραξάγορα 589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι. 590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι, μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι, μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ· ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον. Βλέπυρος 595πῶς οὖν ἔσται κοινὸς ἅπασιν; Πραξάγορα κατέδει πέλεθον πρότερός μου. Βλέπυρος καὶ τῶν πελέθων κοινωνοῦμεν; Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας. τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ. εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς 600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι. Βλέπυρος πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον; Πραξάγορα τοῦτʼ ἐς τὸ μέσον καταθήσει. καὶ μὴ καταθεὶς ψευδορκήσει. Βλέπυρος κἀκτήσατο γὰρ διὰ τοῦτο.

PRAXAGORA And weigh and perpend, till you quite comprehend, The drift and intent of the scheme I present. The rule which I dare to enact and declare, Is that all shall be equal, and equally share All wealth and enjoyments, nor longer endure That one should be rich, and another be poor, That one should have acres, far-stretching and wide, And another not even enough to provide Himself with a grave: that this at his call Should have hundreds of servants, and that none at all. All this I intend to correct and amend: Now all of all blessings shall freely partake, One life and one system for all men I make.

BLEPYRUS And how will you manage it?

PRAXAGORA First, I’ll provide That the silver, and land, and whatever beside Each man shall possess, shall be common and free, One fund for the public; then out of it we Will feed and maintain you, like housekeepers true, Dispensing, and sparing, and caring for you.

BLEPYRUS With regard to the land, I can quite understand, But how, if a man have his money in hand, Not farms, which you see, and he cannot withhold, But talents of silver and Darics of gold?

PRAXAGORA All this to the stores he must bring.

BLEPYRUS But suppose He choose to retain it, and nobody knows; Rank perjury doubtless; but what if it be? ’Twas by that he acquired it at first.

Πραξάγορα 604ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. Βλέπυρος κατὰ δὴ τί; Πραξάγορα 605οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες, ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους. ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον. Βλέπυρος οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν; Πραξάγορα πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν· 610νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι; Βλέπυρος ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει ξυγκαταδαρθών. Πραξάγορα ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν. καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι 615καὶ παιδοποιεῖν τῷ βουλομένῳ. Βλέπυρος πῶς οὖν οὐ πάντες ἴασιν ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν; Πραξάγορα αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται· κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει. Βλέπυρος καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν, 620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;

PRAXAGORA I agree. But now ’twill be useless; he’ll need it no more.

BLEPYRUS How mean you?

PRAXAGORA All pressure from want will be o’er. Now each will have all that a man can desire, Cakes, barley-loaves, chestnuts, abundant attire, Wine, garlands and fish: then why should he wish The wealth he has gotten by fraud to retain? If you know any reason, I hope you’ll explain.

BLEPYRUS ’Tis those that have most of these goods, I believe, That are always the worst and the Keenest to thieve.

PRAXAGORA I grant you, my friend, in the days that are past, In your old-fashioned system, abolished at last; But what he’s to gain, though his wealth he retain, When all things are common, I’d have you explain.

BLEPYRUS If a youth to a girl his devotion would show, He surely must woo her with presents.

PRAXAGORA O no. All women and men will be common and free, No marriage or other restraint there will be.

BLEPYRUS But if all should aspire to the favours of one, To the girl that is fairest, what then will be done?

PRAXAGORA By the side of the beauty, so stately and grand, The dwarf, the deformed, and the ugly will stand; And before you’re entitled the beauty to woo, Your court you must pay to the hag and the shrew.

Πραξάγορα 621οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται. Βλέπυρος περὶ τοῦ; Πραξάγορα τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει. Βλέπυρος τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει; 625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται. Πραξάγορα ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν· κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται. Βλέπυρος 630ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει. Πραξάγορα νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων, ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει, ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν. Βλέπυρος 635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος ἔσται δυνατὸς διαγιγνώσκειν; Πραξάγορα τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας

BLEPYRUS For the ladies you’ve nicely provided no doubt; No woman will now be a lover without. But what of the men? For the girls, I suspect, The handsome will choose, and the ugly reject.

PRAXAGORA No girl will of course be permitted to mate Except in accord with the rules of the State. By the side of her lover, so handsome and tall, Will be stationed the squat, the ungainly and small. And before she’s entitled the beau to obtain, Her love she must grant to the awkward and plain

BLEPYRUS O then such a nose as Lysicrates shows Will vie with the fairest and best, I suppose.

PRAXAGORA O yes, ’tis a nice democratic device, A popular system as ever was tried, A jape on the swells with their rings and their pride. Now, fopling, away, Gaffer Hobnail will say, Stand aside: it is I have precedence to-day.

BLEPYRUS But how, may I ask, will the children be known? And how can a father distinguish his own?

PRAXAGORA They will never be known: it can never be told;

Πραξάγορα 637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν. Βλέπυρος οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα 640ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται; Πραξάγορα ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ, μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται. Βλέπυρος τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος 645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι. Πραξάγορα πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι, Βλέπυρος τὸ ποῖον; Πραξάγορα εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι. Βλέπυρος οἰμώζοι γʼ ἂν καὶ κωκύοι. Πραξάγορα σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης, ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,

PRAXAGORA All youths will in common be sons of the old.

BLEPYRUS If in vain to distinguish our children we seek, Pray what will become of the agéd and weak? At present I own, though a father be known, Sons throttle and choke him with hearty goodwill; But will they not do it more cheerily still, When the sonship is doubtful?

PRAXAGORA No, certainly not. For now if a boy should a parent annoy, The lads who are near will of course interfere; For they may themselves be his children, I wot.

BLEPYRUS In much that you say there is much to admire; But what if Leucolophus claim me for sire, Or vile Epicurus? I think you’ll agree That a great and unbearable nuisance ’twould be.

CHREMES A nuisance much greater than this might befall you.

BLEPYRUS Howso?

CHREMES If the skunk Aristyllus should call you His father, and, seize you, a kiss to imprint.

BLEPYRUS O hang him! Confound him! O how I would pound him!

CHREMES I fancy you soon would be smelling of mint.

PRAXAGORA But this, sir, is nonsense: it never could be.

Πραξάγορα 650ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ. Βλέπυρος δεινὸν μέντἂν ἐπεπόνθη. τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων; Πραξάγορα οἱ δοῦλοι. σοὶ δὲ μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον. Βλέπυρος περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι. Πραξάγορα τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν. Βλέπυρος 655ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ, πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον. Πραξάγορα ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται. Βλέπυρος τουτὶ τοὔπος σʼ ἐπιτρίψει. Πραξάγορα κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται; Βλέπυρος πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου, 660ἤν τις ὀφείλων ἐξαρνῆται. Πραξάγορα πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας

PRAXAGORA His kiss, it is plain, you can never obtain.

BLEPYRUS The prospect I view with disgust and alarm. But who will attend to the work of the farm?

PRAXAGORA All labour and toil to your slaves you will leave; Your business ’twill be, when the shadows of eve Ten feet on the face of the dial are cast, To scurry away to your evening repast.

BLEPYRUS Our clothes, what of them?

PRAXAGORA You have plenty in store, When these are worn out, we will weave you some more.

BLEPYRUS Just one other thing. If an action they bring, What funds will be mine for discharging the fine? You won’t pay it out of the stores, I opine.

PRAXAGORA A fine to be paid when an action they bring! Why bless you, our people won’t know such a thing As an action.

BLEPYRUS No actions! I feel a misgiving. Pray what are “our people” to do for a living?

CHREMES You are right: there are many will rue it.

PRAXAGORA No doubt. But what can one then bring an action about?

BLEPYRUS There are reasons in plenty; I’ll just mention one. If a debtor won’t pay you, pray what’s to be done?

PRAXAGORA If a debtor won’t pay! Nay, but tell me, my friend, How the creditor came by the money to lend?

Πραξάγορα 661ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος. Βλέπυρος νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι, τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν. Πραξάγορα 665ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ, οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς. Βλέπυρος οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται; Πραξάγορα πῶς γὰρ κλέψει μετὸν αὐτῷ; Βλέπυρος οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν; Πραξάγορα οὐκ ἢν οἴκοι γε καθεύδῃς, οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει. 670ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι; ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται. Βλέπυρος οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι; Πραξάγορα περὶ τοῦ γὰρ τοῦτο ποιήσει; Βλέπυρος τὴν δὲ δίαιταν τίνα ποιήσεις; Πραξάγορα κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα, 675ὥστε βαδίζειν ὡς ἀλλήλους. Βλέπυρος τὸ δὲ δεῖπνον ποῦ παραθήσεις; Πραξάγορα τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

PRAXAGORA All money, I thought, to the stores had been brought. I’ve got a suspicion, I say it with grief, Your creditor’s surely a bit of a thief.

CHREMES Now that is an answer acute and befitting.

BLEPYRUS But what if a man should be fined for committing Some common assault, when elated with wine; Pray what are his means for discharging that fine? I have posed you, I think.

PRAXAGORA Why, his victuals and drink Will be stopped by command for awhile; and I guess That he will not again in a hurry transgress, When he pays with his stomach.

BLEPYRUS Will thieves be unknown?

PRAXAGORA Why, how should they steal what is partly their own?

BLEPYRUS No chance then to meet at night in the street Some highwayman coming our cloaks to abstract?

PRAXAGORA No, not if you’re sleeping at home; nor, in fact, Though you choose to go out. That trade, why pursue it? There’s plenty for all: but suppose him to do it, Don’t fight and resist him; what need of a pother? You can go to the stores, and they’ll give you another.

BLEPYRUS Shall we gambling forsake?

PRAXAGORA Why, what could you stake?

BLEPYRUS But what is the style of our living to be?

PRAXAGORA One common to all, independent and free, All bars and partitions for ever undone, All private establishments fused into one.

BLEPYRUS Then where, may I ask, will our dinners be laid?

PRAXAGORA Each court and arcade of the law shall be made A banqueting-hall for the citizens.

Βλέπυρος 677τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; Πραξάγορα τοὺς κρατῆρας καταθήσω καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν 680τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι. Βλέπυρος νὴ τὸν Ἀπόλλω χάριέν γε. τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; Πραξάγορα εἰς τὴν ἀγορὰν καταθήσω· κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ· και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν 685τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην, τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. Βλέπυρος ἵνα κάπτωσιν; Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν. Βλέπυρος ὅτῳ δὲ τὸ γράμμα μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες. Πραξάγορα ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν· 690πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ

BLEPYRUS Right. But what will you do with the desk for the speakers?

PRAXAGORA I’ll make it a stand for the cups and the beakers; And there shall the striplings be ranged to recite The deeds of the brave, and the joys of the fight, And the cowards’ disgrace; till out of the place Each coward shall slink with a very red face, Not stopping to dine.

BLEPYRUS O but that will be fine. And what of the balloting-booths?

PRAXAGORA They shall go To the head of the market-place, all in a row, And there by Harmodius taking my station, I’ll tickets dispense to the whole of the nation, Till each one has got his particular lot, And manfully bustles along to the sign Of the letter whereat he’s empanelled to dine. The man who has A shall be ushered away To the Royal Arcade; to the next will go B; And C to the Cornmarket.

BLEPYRUS Merely to see?

PRAXAGORA No, fool, but to dine.

BLEPYRUS ’Tis an excellent plan. Then he who gets never a letter, poor man, Gets never a dinner.

PRAXAGORA But ’twill not be so. There’ll be plenty for all, and to spare. No stint and no grudging our system will know, But each will away from the revelry go,

Πραξάγορα 692πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ δείπνου 695τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς· ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία. παρʼ ἐμοὶ δʼ ἑτέρα φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου, καὶ καλλίστη καὶ λευκοτάτη· 700πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρʼ ἐμοί. τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες καὶ μειρακίοις οἱ φαυλότεροι τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος; πάντως οὐδὲν δράσεις ἐλθών· 705τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι. 710φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν; Βλέπυρος πάνυ. Πραξάγορα βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί, ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα, λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα. ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην 715ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια, ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον. Βλέπυρος ἤδη γὰρ εὐωχησόμεσθα; Πραξάγορα φήμʼ ἐγώ. ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι ἁπαξαπάσας. Βλέπυρος ἵνα τί;

PRAXAGORA Elated and grand, with a torch in his hand And a garland of flowers in his hair. And then through the streets as they wander, a lot Of women will round them be creeping, “O come to my lodging,” says one, “I have got Such a beautiful girl in my keeping.” “But here is the sweetest and fairest, my boy,” From a window another will say, “But ere you’re entitled her love to enjoy Your toll to myself you must pay.” Then a sorry companion, flat-visaged and old, Will shout to the youngster “Avast! And where are you going, so gallant and bold, And where are you hieing so fast? ’Tis in vain; you must yield to the laws of the State, And I shall be courting the fair, Whilst you must without in the vestibule wait, And strive to amuse yourself there, dear boy, And strive to amuse yourself there.” There now, what think ye of my scheme?

BLEPYRUS First-rate.

PRAXAGORA Then now I’ll go to the market-place, and there, Taking some clear-voiced girl as crieress, Receive the goods as people bring them in. This must I do, elected chieftainess To rule the State and start the public feasts; That so your banquets may commence to-day.

BLEPYRUS What, shall we banquet now at once?

PRAXAGORA You shall. And next I’ll make a thorough sweep of all The flaunting harlots.

BLEPYRUS Why?

Πραξάγορα 719cδῆλον τουτογί· 720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς. καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας. Βλέπυρος 725φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον, ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί, τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;

PRAXAGORA That these free ladies May have the firstling manhood of our youths. Those servile hussies shall no longer poach Upon the true-love manors of the free. No, let them herd with slaves, and lie with slaves, In servile fashion, snipped and trimmed to match.

BLEPYRUS Lead on, my lass. I’ll follow close behind; That men may point and whisper as I pass, There goes the husband of our chieftainess.

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

Ecclesiazusae 571–727: Praxagora's new order of common…