πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφʼ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθʼ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτʼ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς. ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος.
POLYBIUS, in his Chorography of Europe, tells us that it is not his intention to examine the writings of the ancient geographers, but the statements of those who have criticised them, such as Dicaearchus, Eratosthenes, (who was the last of those who [in his time] had laboured on geography,) and Pytheas, by whom many have been deceived. It is this last writer who states that he travelled all over Britain on foot, and that the island is above 40,000 stadia in circumference. It is likewise he who describes Thule and other neighbouring places, where, according to him, neither earth, water, nor air exist, separately, but a sort of concretion of all these, resembling marine sponge, in which the earth, the sea, and all things were suspended, thus forming, as it were, a link to unite the whole together. It can neither be travelled over nor sailed through. As for the substance, he affirms that he has beheld it with his own eyes; the rest, he reports on the authority of others. So much for the statements of Pytheas, who tells us, besides, that after he had returned thence, he traversed the whole coasts of Europe from Gades to the Don.
φησὶ δʼ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο; τὸν δʼ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν· πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ. ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαΐαν λέγει πλεῦσαι, ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται. Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δʼ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν· τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτʼ εὖ λαμβάνονται εἴτε μή, τοὺς δʼ ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελάγους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστʼ ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν, κορυφὴν δʼ ἐχούσῃ Νάρβωνα, ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν, ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ ἐλαττόνων ἢ ὀκτακισχιλίων· καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλʼ ἔστω, φησί, καὶ ἐκεῖνο τρισχιλίων, προειλήφθω δʼ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου· δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως, ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντακοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπʼ εὐθείας, πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε· πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει, φησί, τιθέναι κατʼ ἐκεῖνον.
Polybius asks, How is it possible that a private individual, and one too in narrow circumstances, could ever have performed such vast expeditions by sea and land? And how could Eratosthenes, who hesitates whether he may rely on his statements in general, place such entire confidence in what that writer narrates concerning Britain, Gades, and Iberia? says he, it would have been better had Eratosthenes trusted to the Messenian rather than to this writer. The former merely pretends to have sailed into one [unknown] country, viz. Panchaea, but the latter, that he has visited the whole of the north of Europe as far as the ends of the earth; which statement, even had it been made by Mercury, we should not have believed. Nevertheless Eratosthenes, who terms Euhemerus a Bergaean, gives credit to Pytheas, although even Dicaearchus would not believe him.
This argument, although even Dicaearchus would not believe him, is ridiculous, just as if Eratosthenes ought to take for his standard a writer whom Polybius is himself for ever complaining of.
The ignorance of Eratosthenes respecting the western and northern portions of Europe, we have before remarked. But both he and Dicaearchus must be pardoned for this, as neither of them were personally familiar with those localities. But how can one excuse Polybius and Posidonius? especially Polybius, who treats as mere hearsay what Eratosthenes and Dicaearchus report concerning the distances of various places; and many other matters, about which, though he blames them, he is not himself free from error. Dicaearchus states that there are 10,000 stadia from the Peloponnesus to the Pillars, and something above this number from the Peloponnesus to the recess of the Adriatic. He supposes 3000 stadia between the Peloponnesus and the Strait of Sicily; thus there would remain 7000 between the Strait of Sicily and the Pillars.
I will not inquire, says Polybius, whether the statement concerning the 3000 stadia is correct or not, but 7000 stadia is not the correct measure [from the Strait of Messina to the Pillars of Hercules], whether taken along the sea-shore, or right across the sea. The coast closely resembles an obtuse angle, one side reaching to the Strait of Sicily, the other to the Pillars, the vertex being Narbonne. Now let a triangle be constructed, having for its base a right line drawn through the sea, and its sides forming the aforementioned angle. The side reaching from the Strait of Sicily to Narbonne is above 11,200 stadia, while the other is below 8000. Now the greatest distance from Europe to Libya, across the Tyrrhenian Sea, is not above 3000 stadia, and across the Sea of Sardinia it is less still. But supposing that it too is 3000 stadia add to this 2000 stadia, the depth of the bay at Narbonne as a perpendicular from the vertex to the base of the obtuse-angled triangle. It will, then, be clear even to the geometrical powers of a child, that the entire coast from the Strait of Sicily to the Pillars, does not exceed by more than 500 stadia the right line drawn across the sea; adding to these the 3000 stadia from the Peloponnesus to the Strait of Sicily, the whole taken together will give a straight line above double the length assigned by Dicaearchus; and, according to his system, you must add in addition to these the stadia at the recess of the Adriatic.
Ἀλλʼ ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα· οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὃ σὺ δοκεῖς ἀποδεῖξαι· ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων, συμφωνεῖ δὲ τοῦτο καὶ τῇ ἀποφάσει τῇ περὶ τοῦ μήκους τῆς οἰκουμένης. μάλιστα γὰρ εἶναί φασι μυριάδων ἑπτά· τούτου δὲ τὸ ἑσπέριον τμῆμα τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῶν ἄκρων τῆς Ἰβηρίας, ἅπερ δυσμικώτατά ἐστι, μικρὸν ἀπολείπειν τῶν τρισμυρίων. συντιθέασι δʼ οὕτως· ἀπὸ μὲν τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας πεντακισχιλίους, ἐνθένδʼ ἐπὶ Σαλμώνιον τῆς Κρήτης, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον, χιλίους, αὐτῆς δὲ τῆς Κρήτης μῆκος πλείους ἢ δισχιλίους ἐπὶ Κριοῦ μέτωπον, ἐντεῦθεν δʼ ἐπὶ Πάχυνον τῆς Σικελίας τετρακισχιλίους καὶ πεντακοσίους, καὶ ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείους ἢ χιλίους, εἶτα τὸ δίαρμα τὸ ἐπὶ στήλας ἀπὸ πορθμοῦ μυρίους δισχιλίους, ἀπὸ στηλῶν δὲ ἐπὶ τὰ τελευταῖα τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἰβηρίας περὶ τρισχιλίους. καὶ ἡ κάθετος δὲ οὐ καλῶς εἴληπται, εἴπερ ἡ μὲν Νάρβων ἐπὶ τοῦ αὐτοῦ παραλλήλου σχεδόν τι ἵδρυται τῷ διὰ Μασσαλίας, αὕτη τε τῷ διὰ Βυζαντίου, καθάπερ καὶ Ἵππαρχος πείθεται, ἡ δὲ διὰ τοῦ πελάγους ἐπὶ τοῦ αὐτοῦ ἐστι τῷ διὰ πορθμοῦ καὶ τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς Ῥοδίας εἰς Βυζάντιον ὡς ἂν ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων ἀμφοῖν περὶ πεντακισχιλίους, ὡς εἰρήκασι, σταδίους· τοσοῦτοι γὰρ ἂν εἶεν καὶ οἱ τῆς εἰρημένης καθέτου. ἐπεὶ δὲ καὶ τὸ μέγιστον δίαρμα τοῦ πελάγους τούτου τὸ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην πεντακισχιλίων που σταδίων λέγουσιν ἀπὸ τοῦ μυχοῦ τοῦ Γαλατικοῦ κόλπου, δοκεῖ μοι πεπλανημένως λέγεσθαι τοῦτο, ἢ πολὺ τὴν Λιβύην κατὰ τοῦτο τὸ μέρος προσνεύειν ἐπὶ τὴν ἄρκτον καὶ συνάπτειν τῷ διὰ τῶν στηλῶν παραλλήλῳ. καὶ τοῦτο οὐκ εὖ λέγεται τὸ πλησίον τῆς Σαρδόνος τὴν λεχθεῖσαν κάθετον τελευτᾶν· οὐ γὰρ παραπλήσιον, ἀλλὰ πολὺ δυσμικώτερον εἶναι τὸ δίαρμα τοῦτο τῆς Σαρδόνος, ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῷ μεταξὺ πρὸς τῷ Σαρδονίῳ τὸ Λιγυστικὸν πέλαγος· καὶ τῆς παραλίας δὲ τὰ μήκη πεπλεόνασται, πλὴν οὐκ ἐπὶ τοσοῦτόν γε.
True, dear Polybius, (one might say,) this error [of Dicaearchus] is manifested by the proof which you yourself have given when you inform us that from the Peloponnesus to Leucas there are 700 stadia; from thence to Corcyra the same number; and the same number again from Corcyra to the Ceraunian Mountains; and from the Ceraunian Mountains to Iapygia, following the coast of Illyria on the right, 6150 stadia. But the statement of Dicaearchus, that the distance from the Strait of Sicily to the Pillars is 7000 stadia, and also your view of the matter, are both of them equally incorrect. For almost every one is agreed that the distance measured straight across the sea is 12,000 stadia, and this coincides with the received calculation of the length of the inhabited earth, which is estimated at above 70,000 stadia; the western portion of this from the Gulf of Issus to the extreme western point of Iberia is little less than 30,000 stadia, and is thus calculated: from the Gulf of Issus to Rhodes 5000 stadia; from thence to Cape Salmonium, which forms the eastern extremity of Crete, 1000; the length of Crete to Criu-metopon above 2000; thence to Cape Pachynus in Sicily 4500, and from Pachynus to the Strait of Sicily above 1000 stadia; the run from the Strait to the Pillars 12,000 and lastly, from the Pillars to the extremity of the said promontory of Iberia, about 3000 stadia.
In addition to this, the perpendicular is not correct, supposing it true that Narbonne lies under almost the same parallel as Marseilles, and that this latter place is under the same parallel as Byzantium; which is the opinion of Hipparchus. Now the line drawn across the sea lies under the same parallel as the Strait [of the Pillars] and Rhodes; and the distance from Rhodes to Byzantium, which both lie under the same meridian, is estimated at about 5000 stadia; to which the above-mentioned perpendicular ought to be equal. But since they say that from the recess of the Galatic Gulf, the greatest distance across the sea from Europe to Libya is 5000 stadia, it seems to me that either there is some error in this statement, or that at this point Libya must incline very much to the north, and so come under the same parallel as the Pillars. Polybius is likewise mistaken in telling us that this said perpendicular terminates close to Sardinia; for instead of being lose to Sardinia, it is far west thereof, having almost the whole of the sea of Liguria between it and that island. Besides this he makes the length of the sea-coast too great; but this [error] is not so considerable [as the two preceding].