Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 5.382–493: Odysseus reaches Scheria

Athena checks all the winds but the North, and Odysseus, tossed for two days and nights, sights land on the third. He finds no harbour among the rocks until he reaches the mouth of a river, to which he prays, and the river stills its current. He crawls ashore, throws the veil back into the sea, covers himself with leaves in a thicket, and Athena pours sleep on his eyes.

Lines 5.382–493 · 1262 words · click a number to copy its link
382αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας· 385ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν, ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον. 390ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ 395πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων, ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν, ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη, νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.

But Athena, daughter of Zeus, took other counsel. She stayed the paths of the other winds, and bade them all cease and be lulled to rest; but she roused the swift North Wind, and broke the waves before him, to the end that Zeus-born Odysseus might come among the Phaeacians, lovers of the oar, escaping from death and the fates. Then for two nights and two days he was driven about over the swollen waves, and full often his heart forboded destruction. But when fair-tressed Dawn brought to its birth the third day, then the wind ceased and there was a windless calm, and he caught sight of the shore close at hand, casting a quick glance forward, as he was raised up by a great wave. And even as when most welcome to his children appears the life of a father who lies in sickness, bearing grievous pains, long while wasting away, and some cruel god assails him, but then to their joy the gods free him from his woe, so to Odysseus did the land and the wood seem welcome; and he swam on, eager to set foot on the land.

400ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης· ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ· οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί. 405ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε· καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα, 410ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε· ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη, ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα· 415μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.

But when he was as far away as a man's voice carries when he shouts, and heard the boom of the sea upon the reefs—for the great wave thundered against the dry land, belching upon it in terrible fashion, and all things were wrapped in the foam of the sea; for there were neither harbors where ships might ride, nor road-steads, but projecting headlands, and reefs, and cliffs—then the knees of Odysseus were loosened and his heart melted, and deeply moved he spoke to his own mighty spirit: “Ah me, when Zeus has at length granted me to see the land beyond my hopes, and lo, I have prevailed to cleave my way and to cross this gulf, nowhere doth there appear a way to come forth from the grey sea. For without are sharp crags, and around them the wave roars foaming, and the rock runs up sheer, and the water is deep close in shore, so that in no wise is it possible to plant both feet firmly and escape ruin. Haply were I to seek to land, a great wave may seize me and dash me against the jagged rock, and so shall my striving be in vain.

417εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα 420πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 425τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη, εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη· ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε. 430καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν 435ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.

But if I swim on yet further in hope to find shelving beaches and harbors of the sea, I fear me lest the storm-wind may catch me up again, and bear me, groaning heavily, over the teeming deep; or lest some god may even send forth upon me some great monster from out the sea—and many such does glorious Amphitrite breed. For I know that the glorious Earth-shaker is filled with wrath against me.” While he pondered thus in mind and heart, a great wave bore him against the rugged shore. There would his skin have been stripped off and his bones broken, had not the goddess, flashing-eyed Athena, put a thought in his mind. On he rushed and seized the rock with both hands, and clung to it, groaning, until the great wave went by. Thus then did he escape this wave, but in its backward flow it once more rushed upon him and smote him, and flung him far out in the sea. And just as, when a cuttlefish is dragged from its hole, many pebbles cling to its suckers, even so from his strong hands were bits of skin stripped off against the rocks; and the great wave covered him.

436ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς, εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι 440ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· 445κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω, φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας. 450ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.

Then verily would hapless Odysseus have perished beyond his fate, had not flashing-eyed Athena given him prudence. Making his way forth from the surge where it belched upon the shore, he swam outside, looking ever toward the land in hope to find shelving beaches and harbors of the sea. But when, as he swam, he came to the mouth of a fair-flowing river, where seemed to him the best place, since it was smooth of stones, and besides there was shelter from the wind, he knew the river as he flowed forth, and prayed to him in his heart: “Hear me, O king, whosoever thou art. As to one greatly longed-for do I come to thee, seeking to escape from out the sea from the threats of Poseidon. Reverend even in the eyes of the immortal gods is that man who comes as a wanderer, even as I have now come to thy stream and to thy knees, after many toils. Nay, pity me, O king, for I declare that I am thy suppliant.” So he spoke, and the god straightway stayed his stream, and checked the waves, and made a calm before him, and brought him safely to the mouth of the river. And he let his two knees bend and his strong hands fall, for his spirit was crushed by the sea.

455ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο. 460καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 465ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν· αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. 470εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.

And all his flesh was swollen, and sea water flowed in streams up through his mouth and nostrils. So he lay breathless and speechless, with scarce strength to move; for terrible weariness had come upon him. But when he revived, and his spirit returned again into his breast, then he loosed from him the veil of the goddess and let it fall into the river that murmured seaward; and the great wave bore it back down the stream, and straightway Ino received it in her hands. But Odysseus, going back from the river, sank down in the reeds and kissed the earth, the giver of grain; and deeply moved he spoke to his own mighty spirit: “Ah, woe is me! what is to befall me? What will happen to me at the last? If here in the river bed I keep watch throughout the weary night, I fear that together the bitter frost and the fresh dew may overcome me, when from feebleness I have breathed forth my spirit; and the breeze from the river blows cold in the early morning. But if I climb up the slope to the shady wood and lie down to rest in the thick brushwood, in the hope that the cold and weariness might leave me, and if sweet sleep comes over me, I fear me lest I become a prey and spoil to wild beasts.”

474ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· 475βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, 480οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι 485ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, 490σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.

Then, as he pondered, this thing seemed to him the better: he went his way to the wood and found it near the water in a clear space; and he crept beneath two bushes that grew from the same spot, one of thorn and one of olive. Through these the strength of the wet winds could never blow, nor the rays of the bright sun beat, nor could the rain pierce through them, so closely did they grow, intertwining one with the other. Beneath these Odysseus crept and straightway gathered with his hands a broad bed, for fallen leaves were there in plenty, enough to shelter two men or three in winter-time, however bitter the weather. And the much-enduring goodly Odysseus saw it, and was glad, and he lay down in the midst, and heaped over him the fallen leaves. And as a man hides a brand beneath the dark embers in an outlying farm, a man who has no neighbors, and so saves a seed of fire, that he may not have to kindle it from some other source, so Odysseus covered himself with leaves. And Athena shed sleep upon his eyes, that it might enfold his lids and speedily free him from toilsome weariness.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.