Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 4.306–424: Menelaus in Egypt: Eidothea and Proteus

In the morning Menelaus asks Telemachus why he has come, and Telemachus tells him of the suitors. Menelaus tells how he was becalmed for twenty days on the island of Pharos off Egypt, where the sea-nymph Eidothea took pity on him and told him how to catch her father Proteus, the Old Man of the Sea. She tells him to hide with three companions under seal-skins on the shore.

Lines 4.306–424 · 1344 words · click a number to copy its link
306ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 310βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης; δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες. 315τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ 320μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας 325πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.

So soon as early Dawn appeared, the rosy-fingered, up from his bed arose Menelaus, good at the war-cry, and put on his clothing. About his shoulders he slung his sharp sword, and beneath his shining feet bound his fair sandals, and went forth from his chamber like unto a god to look upon. Then he sat down beside Telemachus, and spoke, and addressed him: “What need has brought thee hither, prince Telemachus, to goodly Lacedaemon over the broad back of the sea? Is it a public matter, or thine own? Tell me the truth of this.” Then wise Telemachus answered him: “Menelaus, son of Atreus, fostered of Zeus, leader of hosts, I came if haply thou mightest tell me some tidings of my father. My home is being devoured and my rich lands are ruined; with men that are foes my house is filled, who are ever slaying my thronging sheep and my sleek kine of shambling gait, even the wooers of my mother, overweening in their insolence. Therefore am I now come to thy knees, if perchance thou wilt be willing to tell me of his woeful death, whether thou sawest it haply with thine own eyes, or didst hear from some other the story of his wanderings; for beyond all men did his mother bear him to sorrow.

326μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε 330δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. 335ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, 340ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, 345τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

And do thou no wise out of ruth or pity for me speak soothing words, but tell me truly how thou didst come to behold him. I beseech thee, if ever my father, noble Odysseus, promised aught to thee of word or deed and fulfilled it in the land of the Trojans, where you Achaeans suffered woes, be mindful of it now, I pray thee, and tell me the truth.” Then, stirred to sore displeasure, fair-haired Menelaus spoke to him: “Out upon them, for verily in the bed of a man of valiant heart were they fain to lie, who are themselves cravens. Even as when in the thicket-lair of a mighty lion a hind has laid to sleep her new-born suckling fawns, and roams over the mountain slopes and grassy vales seeking pasture, and then the lion comes to his lair and upon the two lets loose a cruel doom, so will Odysseus let loose a cruel doom upon these men. I would, O father Zeus and Athena and Apollo, that in such strength as when once in fair-stablished Lesbos he rose up and wrestled a match with Philomeleides and threw him mightily, and all the Achaeans rejoiced, even in such strength Odysseus might come among the wooers; then should they all find swift destruction and bitterness in their wooing.

347ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, 350τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ 355Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν· ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. 360ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, 365Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.

But in this matter of which thou dost ask and beseech me, verily I will not swerve aside to speak of other things, nor will I deceive thee; but of all that the unerring old man of the sea told me not one thing will I hide from thee or conceal. “In Egypt, eager though I was to journey hither, the gods still held me back, because I offered not to them hecatombs that bring fulfillment, and the gods ever wished that men should be mindful of their commands. Now there is an island in the surging sea in front of Egypt, and men call it Pharos, distant as far as a hollow ship runs in a whole day when the shrill wind blows fair behind her. Therein is a harbor with good anchorage, whence men launch the shapely ships into the sea, when they have drawn supplies of black water. There for twenty days the gods kept me, nor ever did the winds that blow over the deep spring up, which speed men's ships over the broad back of the sea. And now would all my stores have been spent and the strength of my men, had not one of the gods taken pity on me and saved me, even Eidothea, daughter of mighty Proteus, the old man of the sea; for her heart above all others had I moved.

367ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. 370ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε· νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων, ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων; ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. 375ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, 380ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς 385ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.

She met me as I wandered alone apart from my comrades, who were ever roaming about the island, fishing with bent hooks, for hunger pinched their bellies; and she came close to me, and spoke, and said: “‘Art thou so very foolish, stranger, and slack of wit, or art thou of thine own will remiss, and hast pleasure in suffering woes? So long art thou pent in the isle and canst find no sign of deliverance and the heart of thy comrades grows faint.’ “So she spoke, and I made answer and said: ‘I will speak out and tell thee, whosoever among goddesses thou art, that in no wise am I pent here of mine own will, but it must be that I have sinned against the immortals, who hold broad heaven. But do thou tell me—for the gods know all things— who of the immortals fetters me here, and has hindered me from my path, and tell me of my return, how I may go over the teeming deep.’ “So I spoke, and the beautiful goddess straightway made answer: ‘Then verily, stranger, will I frankly tell thee all. There is wont to come hither the unerring old man of the sea, immortal Proteus of Egypt, who knows the depths of every sea, and is the servant of Poseidon. He, they say, is my father that begat me.

388τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου 390νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· 395αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. 400ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν· ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης 405ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.

If thou couldst in any wise lie in wait and catch him, he will tell thee thy way and the measure of thy path, and of thy return, how thou mayest go over the teeming deep. Aye, and he will tell thee, thou fostered of Zeus, if so thou wilt, what evil and what good has been wrought in thy halls, while thou hast been gone on thy long and grievous way.’ “So she spoke, and I made answer and said: ‘Do thou thyself now devise a means of lying in wait for the divine old man, lest haply he see me beforehand and being ware of my purpose avoid me. For hard is a god for a mortal man to master.’ “So I spoke, and the beautiful goddess straightway made answer: ‘Then verily, stranger, will I frankly tell thee all. When the sun hath reached mid-heaven, the unerring old man of the sea is wont to come forth from the brine at the breath of the West Wind, hidden by the dark ripple. And when he is come forth, he lies down to sleep in the hollow caves; and around him the seals, the brood of the fair daughter of the sea, sleep in a herd, coming forth from the gray water, and bitter is the smell they breathe of the depths of the sea.

407ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. 410πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, 415καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. 420ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.

Thither will I lead thee at break of day and lay you all in a row; for do thou choose carefully three of thy companions, who are the best thou hast in thy well-benched ships. And I will tell thee all the wizard wiles of that old man. First he will count the seals, and go over them; but when he has told them all off by fives, and beheld them, he will lay himself down in their midst, as a shepherd among his flocks of sheep. Now so soon as you see him laid to rest, thereafter let your hearts be filled with strength and courage, and do you hold him there despite his striving and struggling to escape. For try he will, and will assume all manner of shapes of all things that move upon the earth, and of water, and of wondrous blazing fire. Yet do ye hold him unflinchingly and grip him yet the more. But when at length of his own will he speaks and questions thee in that shape in which you saw him laid to rest, then, hero, stay thy might, and set the old man free, and ask him who of the gods is wroth with thee, and of thy return, how thou mayest go over the teeming deep.’

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Odyssey 4.306–424: Menelaus in Egypt: Eidothea and Proteus