Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 2.239–381: Mentor's rebuke; Telemachus prepares to sail

Mentor rebukes the people of Ithaca for sitting by in silence, and Leocritus answers that even Odysseus could not drive so many men from the hall. The assembly breaks up. Telemachus prays by the shore, and Athena in the likeness of Mentor encourages him to make ready, while the suitors mock him in the hall. He has the nurse Eurycleia fill jars with wine and bags with barley, and she swears to tell no one.

Lines 2.239–381 · 1532 words · click a number to copy its link
239νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες 240ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες. τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ 245ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, 250ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. 255ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.

Nay, rather it is with the rest of the folk that I am wroth, that ye all sit thus in silence, and utter no word of rebuke to make the wooers cease, though ye are many and they but few.” Then Leocritus, son of Euenor, answered him:“Mentor, thou mischief-maker, thou wanderer in thy wits, what hast thou said, bidding men make us cease? Nay, it were a hard thing to fight about a feast with men that moreover outnumber you. For if Ithacan Odysseus himself were to come and be eager at heart to drive out from his hall the lordly wooers who are feasting in his house, then should his wife have no joy at his coming, though sorely she longed for him, but right here would he meet a shameful death, if he fought with men that outnumbered him. Thou hast not spoken aright. But come now, ye people, scatter, each one of you to his own lands. As for this fellow, Mentor and Halitherses will speed his journey, for they are friends of his father's house from of old. But methinks he will long abide here and get his tidings in Ithaca, and never accomplish this journey.” So he spoke, and hastily broke up the assembly.

258οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος. 260Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ· κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο 265ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· 270Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, 275οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.

They then scattered, each one to his own house; and the wooers went to the house of divine Odysseus. But Telemachus went apart to the shore of the sea, and having washed his hands in the grey seawater, prayed to Athena: “Hear me, thou who didst come yesterday as a god to our house, and didst bid me go in a ship over the misty deep to seek tidings of the return of my father, that has long been gone. Lo, all this the Achaeans hinder, but the wooers most of all in their evil insolence.” So he spoke in prayer, and Athena drew near to him in the likeness of Mentor, both in form and invoice; and she spoke, and addressed him with winged words: “Telemachus, neither hereafter shalt thou be a base man or a witless, if aught of thy father's goodly spirit has been instilled into thee, such a man was he to fulfil both deed and word. So then shall this journey of thine be neither vain nor unfulfilled. But if thou art not the son of him and of Penelope, then I have no hope that thou wilt accomplish thy desire. Few sons indeed are like their fathers; most are worse, few better than their fathers.

278ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, 280ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι. 285σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει, ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, 290οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, 295ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

But since neither hereafter shalt thou be a base man or a witless, nor has the wisdom of Odysseus wholly failed thee, there is therefore hope that thou wilt accomplish this work. Now then let be the will and counsel of the wooers—fools, for they are in no wise either prudent or just, nor do they know aught of death or black fate, which verily is near at hand for them, that they shall all perish in a day. But for thyself, the journey on which thy heart is set shall not be long delayed, so true a friend of thy father's house am I, who will equip for thee a swift ship, and myself go with thee. But go thou now to the house and join the company of the wooers; make ready stores, and bestow all in vessels— wine in jars, and barley meal, the marrow of men, in stout skins;—but I, going through the town, will quickly gather comrades that go willingly. And ships there are full many in sea-girt Ithaca, both new and old; of these will I choose out for thee the one that is best, and quickly will we make her ready and launch her on the broad deep.” So spoke Athena, daughter of Zeus, nor did Telemachus tarry long after he had heard the voice of the goddess, but went his way to the house, his heart heavy within him.

298βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, 300αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, 305ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 310Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα; νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων 315πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.

He found there the proud wooers in the halls, flaying goats and singeing swine in the court. And Antinous with a laugh came straight to Telemachus, and clasped his hand, and spoke, and addressed him: “Telemachus, thou braggart, unrestrained in daring, let no more any evil deed or word be in thy heart. Nay, I bid thee, eat and drink even as before. All these things the Achaeans will surely provide for thee—the ship and chosen oarsmen—that with speed thou mayest go to sacred Pylos to seek for tidings of thy noble father.” Then wise Telemachus answered him: “Antinous, in no wise is it possible for me in your overweening company to sit at meat quietly and to make merry with an easy mind. Is it not enough, ye wooers, that in time past ye wasted many goodly possessions of mine, while I was still a child? But now that I am grown, and gain knowledge by hearing the words of others, yea and my spirit waxes within me, I will try how I may hurl forth upon your evil fates, either going to Pylos or here in this land.

318εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων 320γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· 325ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, 330ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· 335κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.

For go I will, nor shall the journey be in vain whereof I speak, though I voyage in another's ship, since I may not be master of ship or oarsmen. So, I ween, it seemed to you to be more to your profit.” He spoke, and snatched his hand from the hand of Antinous without more ado, and the wooers were busy with the feast throughout the hall. They mocked and jeered at him in their talk; and thus would one of the proud youths speak: “Aye, verily Telemachus is planning our murder. He will bring men to aid him from sandy Pylos or even from Sparta, so terribly is he set upon it. Or he means to go to Ephyre, that rich land, to bring from thence deadly drugs, that he may cast them in the wine-bowl, and destroy us all.” And again another of the proud youths would say: “Who knows but he himself as he goes on the hollow ship may perish wandering far from his friends, even as Odysseus did? So would he cause us yet more labour; for we should have to divide all his possessions, and his house we should give to his mother to possess, and to him who should wed her.”

337ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· 340ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, 345δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον 350ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· 355εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.

So they spoke, but Telemachus went down to the high-roofed treasure-chamber of his father, a wide room where gold and bronze lay piled, and raiment in chests, and stores of fragrant oil. There, too, stood great jars of wine, old and sweet, holding within them an unmixed divine drink, and ranged in order along the wall, if ever Odysseus should return home even after many grievous toils. Shut were the double doors, close-fitted; and there both night and day a stewardess abode, who guarded all in wisdom of mind, Eurycleia, daughter of Ops, son of Peisenor. To her now Telemachus, when he had called her to the treasure-chamber, spoke, and said: “Nurse, draw me off wine in jars, sweet wine that is the choicest next to that which thou guardest ever thinking upon that ill-fated one, if haply Zeus-born Odysseus may come I know not whence, having escaped from death and the fates. Fill twelve jars and fit them all with covers, and pour me barley meal into well-sewn skins, and let there be twenty measures of ground barley meal.

356αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα 360νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν 365μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ 370πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, 375ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, 380ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.

But keep knowledge hereof to thyself, and have all these things brought together; for at evening I will fetch them, when my mother goes to her upper chamber and bethinks her of her rest. For I am going to Sparta and to sandy Pylos to seek tidings of the return of my dear father, if haply I may hear any.” So he spoke, and the dear nurse, Eurycleia, uttered a shrill cry, and weeping spoke to him winged words:“Ah, dear child, how has this thought come into thy mind? Whither art thou minded to go over the wide earth, thou who art an only son and well-beloved? But he hath perished far from his country, the Zeus-born Odysseus, in a strange land; and these men, so soon as thou art gone, will devise evil for thee hereafter, that thou mayest perish by guile, and themselves divide all these possessions. Nay, abide here in charge of what is thine; thou hast no need to suffer ills and go a wanderer over the unresting sea.” Then wise Telemachus answered her: “Take heart, nurse, for not without a god's warrant is this my plan. But swear to tell naught of this to my dear mother until the eleventh or twelfth day shall come, or until she shall herself miss me and hear that I am gone, that she may not mar her fair flesh with weeping.” So he spoke, and the old woman swore a great oath by the gods to say naught. But when she had sworn and made an end of the oath, straightway she drew for him wine in jars, and poured barley meal into well-sewn skins; and Telemachus went to the hall and joined the company of the wooers.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.