Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 8.131–255: Euryalus' taunt; Odysseus throws the discus

Laodamas invites Odysseus to take part in the games. Odysseus declines, being heavy with troubles, but Euryalus taunts him, saying that he looks like a merchant counting his cargo and not an athlete. Odysseus answers him sharply, picks up a larger discus than any yet thrown and hurls it far beyond the marks. He challenges the Phaeacians in everything but running, and Alcinous smooths things over and says that the Phaeacians are better at the dance and the feast.

Lines 8.131–255 · 1390 words · click a number to copy its link
131αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο· δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι, 135μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν· οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. 140τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο, στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε· 145δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους· οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν, ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.

But when the hearts of all had taken pleasure in the contests, Laodamas, the son of Alcinous, spoke among them: “Come, friends, let us ask yon stranger whether he knows and has learned any contests. In build, surely, he is no mean man, in thighs and calves, and in his two arms above, his stout neck, and his great might. In no wise does he lack aught of the strength of youth, but he has been broken by many troubles. For to my mind there is naught worse than the sea to confound a man, be he never so strong.” And Euryalus in turn answered him, and said:“Laodamas, this word of thine is right fitly spoken. Go now thyself and challenge him, and make known thy word.” Now when the good son of Alcinous heard this he came and took his stand in the midst and spoke to Odysseus: “Come, Sir stranger, do thou, too, make trial of the contests, if thou knowest any; and it must be that thou knowest contests, for there is no greater glory for a man so long as he lives than that which he achieves by his own hands and his feet. Nay, come, make trial, and cast away care from thy heart.

150σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες; κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, 155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην· οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω 160ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας. 165τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.

Thy journey shall no more be long delayed, nay, even now thy ship is launched and the crew is ready.” Then Odysseus of many wiles answered him, and said: “Laodamas, why do ye mock me with this challenge? Sorrow is in my mind far more than contests, seeing that in time past I have suffered much and toiled much, and now I sit in the midst of your assembly, longing for my return home, and making my prayer to the king and to all the people.” Then again Euryalus made answer and taunted him to his face: “Nay verily, stranger, for I do not liken thee to a man that is skilled in contests, such as abound among men, but to one who, faring to and fro with his benched ship, is a captain of sailors who are merchantmen, one who is mindful of his freight, and has charge of a home-borne cargo, and the gains of his greed. Thou dost not look like an athlete.” Then with an angry glance from beneath his brows Odysseus of many wiles answered him: “Stranger, thou hast not spoken well; thou art as one blind with folly. So true is it that the gods do not give gracious gifts to all alike, not form nor mind nor eloquence.

169ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, 170ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, 175ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων, 180ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων· 185θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.

For one man is inferior in comeliness, but the god sets a crown of beauty upon his words, and men look upon him with delight, and he speaks on unfalteringly with sweet modesty, and is conspicuous among the gathered people, and as he goes through the city men gaze upon him as upon a god. Another again is in comeliness like the immortals, but no crown of grace is set about his words. So, in thy case, thy comeliness is preeminent, nor could a god himself mend it, but in mind thou art stunted. Thou hast stirred the spirit in my breast by speaking thus unmannerly. I am not unskilled in sports as thou pratest, nay, methinks I was among the first so long as I trusted in my youth and in my hands. But now I am bound by suffering and pains; for much have I endured in passing through wars of men and the grievous waves. But even so, though I have suffered much, I will make trial of the contests, for thy word has stung me to the heart, and thou hast provoked me with thy speech.” He spoke, and, leaping up with his cloak about him as it was, seized a discus larger than the rest and thick, no little heavier than those with which the Phaeacians were wont to contend one with another.

189τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, 190βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες, λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· 195καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον· οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, 200χαίρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν· τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, 205δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;

This with a whirl he sent from his stout hand, and the stone hummed as it flew; and down they crouched to the earth, the Phaeacians of the long oars, men famed for their ships, beneath the rush of the stone. Past the marks of all it flew, speeding lightly from his hand, and Athena, in the likeness of a man, set the mark, and she spoke and addressed him: “Even a blind man, stranger, could distinguish this mark, groping for it with his hands, for it is in nowise confused with the throng of the others, but is far the first. Be thou of good cheer for this bout at least: no one of the Phaeacians will reach this, or cast beyond it.” So she spoke, and the much-enduring goodly Odysseus was glad, rejoicing that he saw a true friend in the lists. Then with a lighter heart he spoke among the Phaeacians: “Reach this now, young men; and presently, methinks, I will send another after it, as far or even further. Of the rest, if any man's heart and spirit bid him, let him come hither and make trial—for ye have greatly angered me—be it in boxing or in wrestling, aye, or in running, I care not; let any one come of all the Phaeacians, save Laodamas alone. For he is my host, and who would quarrel with one that entertains him?

209ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, 210ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· 215εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ 220δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οἰχαλιῆι, 225οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.

Foolish is that man and worthless, who challenges to a contest the host who receives him in a strange land; he does but mar his own fortunes. But of all the rest I refuse none, and make light of none, but am fain to know them, and make trial of them man to man. For in all things I am no weakling, even in all the contests that are practised among men. Well do I know how to handle the polished bow, and ever would I be the first to shoot and smite my man in the throng of the foe, even though many comrades stood by me and were shooting at the men. Only Philoctetes excelled me with the bow in the land of the Trojans, when we Achaeans shot. But of all others I declare that I am best by far, of all mortals that are now upon the earth and eat bread. Yet with men of former days I will not seek to vie, with Heracles or with Eurytus of Oechalia, who strove even with the immortals in archery. Wherefore great Eurytus died soon, nor did old age come upon him in his halls, for Apollo waxed wroth and slew him, because he had challenged him to a contest with the bow.

229δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. 230οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 235Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ, χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο, 240ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν, ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν 245Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. 250ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν 255οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.

And with the spear I throw farther than any other man can shoot with an arrow. In the foot race alone I fear that someone of the Phaeacians may out strip me, for cruelly have I been broken amid the many waves, since there was in my ship no lasting store of provisions; therefore my limbs are loosened.” So he spoke and they were all hushed in silence; but Alcinous alone answered him and said: “Stranger, since not ungraciously dost thou speak thus in our midst, but art minded to shew forth the prowess which waits upon thee, in anger that yonder man came up to thee in the lists and taunted thee in a way in which no mortal would make light of thy prowess, who knew in his heart how to speak fitly; come, now, hearken to my words, that thou mayest tell to another hero, when in thy halls thou art feasting with thy wife and children, and rememberest our skill, what feats Zeus has vouchsafed to us from our fathers' days even until now. For we are not faultless boxers or wrestlers, but in the foot race we run swiftly, and we are the best seamen; and ever to us is the banquet dear, and the lyre, and the dance, and changes of raiment, and warm baths, and the couch. But come now, all ye that are the best dancers of the Phaeacians, make sport, that the stranger may tell his friends on reaching home how far we surpass others in seamanship and in fleetness of foot, and in the dance and in song. And let one go straightway and fetch for Demodocus the clear-toned lyre which lies somewhere in our halls.”

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.