Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 8.454–586: Demodocus sings of the wooden horse

Nausicaa meets Odysseus as he comes from the bath and says that she hopes he will remember her in his own country, for to her he owes his life. At the meal he gives Demodocus a piece of meat from his own portion and asks him to sing of the wooden horse. The bard sings of the sack of Troy, and Odysseus weeps again, and Alcinous asks him to say who he is and why he grieves.

Lines 8.454–586 · 1472 words · click a number to copy its link
454τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, 455ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, 460καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, 465οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι· τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα· 470οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.

Now when the handmaids had bathed him and anointed him with oil, and had cast about him a fair cloak and a tunic, he came forth from the bath, and went to join the men at their wine. And Nausicaa, gifted with beauty by the gods, stood by the door-post of the well-built hall, and she marvelled at Odysseus, as her eyes beheld him, and she spoke, and addressed him with winged words: “Farewell, stranger, and hereafter even in thy own native land mayest thou remember me, for to me first thou owest the price of thy life.” Then Odysseus of many wiles answered her:“Nausicaa, daughter of great-hearted Alcinous, so may Zeus grant, the loud-thundering lord of Here, that I may reach my home and see the day of my returning. Then will I even there pray to thee as to a god all my days, for thou, maiden, hast given me life.” He spoke, and sat down on a chair beside king Alcinous. And now they were serving out portions and mixing the wine. Then the herald came near, leading the good minstrel, Demodocus, held in honor by the people, and seated him in the midst of the banqueters, leaning his chair against a high pillar.

474δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, 475νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ· πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ 480τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 485αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, 490ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.

Then to the herald said Odysseus of many wiles, cutting off a portion of the chine of a white-tusked boar, whereof yet more was left, and there was rich fat on either side: “Herald, take and give this portion to Demodocus, that he may eat, and I will greet him, despite my grief. For among all men that are upon the earth minstrels win honor and reverence, for that the Muse has taught them the paths of song, and loves the tribe of minstrels.” So he spoke, and the herald bore the portion and placed it in the hands of the lord Demodocus, and he took it and was glad at heart. So they put forth their hands to the good cheer lying ready before them. But when they had put from them the desire of food and drink, then to Demodocus said Odysseus of many wiles: “Demodocus, verily above all mortal men do I praise thee, whether it was the Muse, the daughter of Zeus, that taught thee, or Apollo; for well and truly dost thou sing of the fate of the Achaeans, all that they wrought and suffered, and all the toils they endured, as though haply thou hadst thyself been present, or hadst heard the tale from another.

492ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς 495ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, 500ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες, Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ· αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο. 505ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, 510τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

But come now, change thy theme, and sing of the building of the horse of wood, which Epeius made with Athena's help, the horse which once Odysseus led up into the citadel as a thing of guile, when he had filled it with the men who sacked Ilios. If thou dost indeed tell me this tale aright, I will declare to all mankind that the god has of a ready heart granted thee the gift of divine song.” So he spoke, and the minstrel, moved by the god, began, and let his song be heard, taking up the tale where the Argives had embarked on their benched ships and were sailing away, after casting fire on their huts, while those others led by glorious Odysseus were now sitting in the place of assembly of the Trojans, hidden in the horse; for the Trojans had themselves dragged it to the citadel. So there it stood, while the people talked long as they sat about it, and could form no resolve. Nay, in three ways did counsel find favour in their minds: either to cleave the hollow timber with the pitiless bronze, or to drag it to the height and cast it down the rocks, or to let it stand as a great offering to propitiate the gods, even as in the end it was to be brought to pass; for it was their fate to perish when their city should enclose the great horse of wood, wherein were sitting all the best of the Argives, bearing to the Trojans death and fate.

514ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν 515ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα 520νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, 525ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ· ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν· 530τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί· ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν, ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.

And he sang how the sons of the Achaeans poured forth from the horse and, leaving their hollow ambush, sacked the city. Of the others he sang how in divers ways they wasted the lofty city, but of Odysseus, how he went like Ares to the house of Deiphobus together with godlike Menelaus. There it was, he said, that Odysseus braved the most terrible fight and in the end conquered by the aid of great-hearted Athena. This song the famous minstrel sang. But the heart of Odysseus was melted and tears wet his cheeks beneath his eyelids. And as a woman wails and flings herself about her dear husband, who has fallen in front of his city and his people, seeking toward off from his city and his children the pitiless day; and as she beholds him dying and gasping for breath, she clings to him and shrieks aloud, while the foe behind her smite her back and shoulders with their spears, and lead her away to captivity to bear toil and woe, while with most pitiful grief her cheeks are wasted: even so did Odysseus let fall pitiful tears from beneath his brows. Now from all the rest he concealed the tears that he shed, but Alcinous alone marked him and took heed, for he sat by him and heard him groaning heavily.

535αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν· οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, 540ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες, ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως· εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, 545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν. 550εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.

And straightway he spoke among the Phaeacians, lovers of the oar: “Hear me, leaders and counsellors of the Phaeacians, and let Demodocus now check his clear-toned lyre, for in no wise to all alike does he give pleasure with this song. Ever since we began to sup and the divine minstrel was moved to sing, from that time yon stranger has never ceased from sorrowful lamentation; surely, methinks, grief has encompassed his heart. Nay, let the minstrel cease, that we may all make merry, hosts and guest alike, since it is better thus. Lo, for the sake of the honored stranger all these things have been made ready, his sending and the gifts of friendship which we give him of our love. Dear as a brother is the stranger and the suppliant to a man whose wits have never so short a range. Therefore do not thou longer hide with crafty thought whatever I shall ask thee; to speak out plainly is the better course. Tell me the name by which they were wont to call thee in thy home, even thy mother and thy father and other folk besides, thy townsmen and the dwellers round about. For there is no one of all mankind who is nameless, be he base man or noble, when once he has been born, but parents bestow names on all when they give them birth.

555εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες· οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν· ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, 560καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα 565Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. 570ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ· ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, 575ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον 580ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν; ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, 585ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.

And tell me thy country, thy people, and thy city, that our ships may convey thee thither, discerning the course by their wits. For the Phaeacians have no pilots, nor steering-oars such as other ships have, but their ships of themselves understand the thoughts and minds of men, and they know the cities and rich fields of all peoples, and most swiftly do they cross over the gulf of the sea, hidden in mist and cloud, nor ever have they fear of harm or ruin. Yet this story I once heard thus told by my father Nausithous, who was wont to say that Poseidon was wroth with us because we give safe convoy to all men. He said that someday, as a well-built ship of the Phaeacians was returning from a convoy over the misty deep, Poseidon would smite her and would fling a great mountain about our city. So that old man spoke, and these things the god will haply bring to pass, or will leave unfulfilled, as may be his good pleasure. But come, now, tell me this and declare it truly: whither thou hast wandered and to what countries of men thou hast come; tell me of the people and of their well-built cities, both of those who are cruel and wild and unjust, and of those who love strangers and fear the gods in their thoughts. And tell me why thou dost weep and wail in spirit as thou hearest the doom of the Argive Danaans and of Ilios. This the gods wrought, and spun the skein of ruin for men, that there might be a song for those yet to be born. Did some kinsman of thine fall before Ilios, some good, true man, thy daughter's husband or thy wife's father, such as are nearest to one after one's own kin and blood? Or was it haply some comrade dear to thy heart, some good, true man? For no whit worse than a brother is a comrade who has an understanding heart.”

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.