Plutarch · On the Obsolescence of Oracles Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων

Plutarch, On the Obsolescence of Oracles 27–30: Worlds, the Stoics and the gods' care for each world

Lamprias argues that whatever cause moves bodies within a world is contained in that world, and that a stone placed outside the world proves neither rest nor motion. To the Stoic objection that many worlds would need many Zeuses he replies that the Stoics themselves imagine innumerable suns, moons and Apollos, and that one sovereign god can rule all the worlds. He compares the gods' care of the worlds to the way Castor and Pollux appear to sailors in a storm without sharing their danger.

Sections 27–30 · 1316 words · click a number to copy its link

περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη συνέξει τῶν κόσμων ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ μὲν γὰρ ἐκτός, εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν ἡγούμενος, εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν ἄτοπον, εἴ τις ἔλεγε κόσμον εἶναι τὸν ἐν αὐτῷ σελήνην ἔχοντα καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις τὸν ἐγκέφαλον φοροῦντα καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος.

On these points it is not necessary to discourse any longer in this place. For whatever cause a man supposes shall produce such passions and changes, that very cause will contain each of these worlds in itself; because each of them has its sea and land, each its proper middle, and each its passions and change of bodies, and the nature and power which contain and preserve each in its place and being. For that which is without, whether it be nothing at all or an infinite vacuum, cannot allow any middle, as we have already said. But there being several worlds, each has its proper middle apart; so that in each of them there will be motions proper to bodies, some tending down to the midst, others mounting aloft from the midst, others moving round about it, according as they themselves do distinguish motions. And he who asserts there are many middles, and that heavy bodies from all sides do tend unto one alone, is like to him who shall affirm that the blood of several men runs from all parts into one vein, or that all their brains should be contained within one and the same membrane; supposing it absurd, that all natural bodies which are solid should not be in one place, and the rare in another. He that thus thinketh is certainly a mean philosopher; and no better is he who will not allow the whole to have all parts in their order, rank, and natural situation. What could be more foolish, than for a man to call that a world which had a moon within it so situated, as if a man should have his brains in his heels, and his heart in his forehead? Whereas there is no absurdity or inconveniency, if, in supposing several distinct worlds separated from one another, a man should distinguish and separate their parts. For in each of them the earth, sea, and sky will be placed and situated in their proper places, and each of these worlds may have its superior, inferior, circular, and middle part, not in respect of another world, nor in reference to what is without, but to what is within itself.

ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ γενησόμεθα κινοῦντι τὰς ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ κάτω τε καὶ ἄνω νοῆσαι διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ συνείργεσθαι πρὸς διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.

And as to the argument which some do draw from a stone supposed to be placed without the world, it neither proves rest nor motion; for how could it remain suspended, seeing it is by nature heavy, or move towards the midst of the world, as other ponderous bodies, seeing it is neither part of it nor like it? And as to that earth which is fixed and environed by another world, we must not wonder, considering its weightiness, if it does not drop down, seeing it is upheld by a certain natural force pertaining to it. For if we shall take high and low not within the world but without, we shall find ourselves involved in the same difficulties as Epicurus was when he made his little indivisible atoms to move and tend to those places which are under foot, as if the vacuum had feet, or its infinite space would permit one to talk of high or low. Indeed, a man would marvel what should cause Chrysippus to say, that the world was placed and situated directly in the midst, and that the matter thereof, from all eternity having possessed itself of the midst, yet is so compacted together that it remains for ever. For he writes this in his Fourth Book of Possible Things, vainly imagining there is a middle in that vast emptiness, and still more absurdly attributing unto that middle, which is not, the cause of the world’s stability and continuance; he having often said in other writings of his that the substance is upheld and governed, partly by the motions tending to the midst of it, and partly by others parting from the midst of it.

καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ πεντήκοντʼ ἢ ἑκατὸν ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.

As to the other oppositions which the Stoics make, who should fear them? As when they demand, how it is possible to maintain a fatal destiny and a divide providence, and how it can be otherwise but that we must admit of several Jupiters, when we assert the plurality of worlds. Now if there be an inconveniency in admitting many Jupiters, their opinions will appear far more absurd; for they imagine there are suns, and moons, Apollos, Dianas, and Neptunes innumerable, in innumerable changes and revolutions of worlds. But where is the necessity which lies upon us to grant that there must be many Jupiters if there be many worlds, seeing that each of them may be subject to a sovereign governor of the whole, a God endued with a suitable mind and ability, like to him whom we name the Lord and Father of all things? Or what shall hinder us from asserting that the several worlds must be subject to the providence and destiny of Jupiter, and that he has an eye to all things, directing all, and administering to them the principles, seeds, and causes of all things which are made? For, while we often see here a body composed of several other distinct bodies,—for example, the assembly of a town, an army, or a chorus,— in each of which bodies there is life, prudence, and understanding; so it cannot be impossible that, in the whole universe, ten or fifty or a hundred worlds which may be in it should all use the same reason, and all correspond with the same principle. For this order and disposition is very suitable to the Gods; for we must not make them kings of a swarm of bees who never stir out of their hives, or keep them fast imprisoned in matter, like those who affirm the Gods to be certain dispositions of the air, and powers of waters and fire, infused and mixed within, which arise and spring up together with the world, and in time are to be burnt and end with it,—not affording them the liberty of coachmen and pilots, but nailing them down to their bases like statues and images. For they enclose the Gods within matter, and that in so strict a manner as makes them liable to all the changes, alterations, and decays of it.

ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν ἐπερχόμενοί τε μαλάσσοντες βίᾳ τὸν / πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς / οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ ἐπιπονώτερον.

It is certainly more agreeable to the nature of the Gods to say that they are wholly at liberty, like Castor and Pollux, ready to succor such as are overtaken by bad weather at sea; for when they appear, the winds cease and the waves are calmed. Not that they navigate and are partakers of the same peril; but they only appear in the sky, and the danger is over. Thus do the Gods visit each world, and rule and provide for all things in them. Jupiter in Homer cast not his eyes far from the city of Troy into Thrace, and to the nomad Scythians along the river Ister; but the true Jupiter has several seemly and agreeable passages for his majesty from one world into another, not looking into the infinite vacuum without, nor regarding himself and nothing else, as some have imagined, but weighing the deeds of Gods and men, and the motions and revolutions of the stars. For the Divinity does not hate variety and changes, but takes great pleasure in them, as one may conjecture by the circuits, conversions, and mutations observable in the heavens. And therefore I conclude that the infinite number of worlds is a chimera, which has not the least probability of truth, and which cannot by any means admit of any God, but must be wholly guided by chance and fortune. Whereas the government and providence of a certain definite number of worlds has nothing in it that seems more laborious and unworthy than that which is employed in the direction of one alone, which is transformed, renewed, and reformed an infinite number of times.

People and places in this passage

English translation by Robert Midgley (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 3, Leipzig: Teubner, 1891, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.