κἀγὼ πρὸς αὐτὸν ἐμὲ δʼ εἶπον οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος ὑποκρητηρίδιον ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος / υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν / ὡς ὁρᾶται γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος σιδήρου κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ Πλάτων ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ τῶν ὀφθαλμῶν συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.
And, as to my part, quoth I, O Philippus! I am not only much moved, but also ashamed, considering my youth, in the presence of so many wise and grave personages, to appear as if I endeavored by sophistry to impose upon them, and to destroy and evacuate what sage and holy men have determined concerning the divine nature and power. But though I am young, yet Plato was old and wise as you are, and he shall be my example and advocate in this case. He reprehended Anaxagoras for applying himself too much to natural causes, always following and pursuing the necessary and material cause of the passions and affections incident to bodies, and omitting the final and efficient, which are much better and more considerable principles than the other. But Plato either first, or most of all the philosophers, hath joined both of these principles together, attributing to God the causality of all things that are according to reason, and yet not depriving matter of a necessary or passive concurrence; but acknowledging that the adorning and disposing of all this sensible world does not depend on one single and simple cause, but took its being from the conjunction and fellowship of matter with reason. This may be illustrated by the works of art; as, for example, without going any further, the foot of the famous cup which is amongst the treasure of this temple, which Herodotus calls a Hypocrateridion, that has for the material causes fire and iron, and pliableness by means of fire, and the tincture in water, without which such a piece of work could not be wrought. But the principal cause, and that which is most properly so called, which wrought by all these, was art and reason. And we see the name of the artist set on all such pieces, according to that, ’Twas Thasian Polygnotus, Aglaophon’s son, / That drew this draught of conquer’d Ilium. / But yet, without colors mixed and confounded with one another, it had been impossible to have done a piece so pleasing to the eye. Should one come then and enquire into the material cause, searching into and discoursing concerning the alterations and mutations which the vermilion receives mixed with ochre, or the ceruse with black, would he thereby lessen the credit of the painter Polygnotus? And so he that shall discourse how iron is both hardened and mollified, and how, being softened in the fire, it becomes obedient to them who by beating it drive it out in length and breadth; and afterwards, being plunged into fresh water, by the coldness of it becomes hardened and condensed after it was softened and rarefied by the fire, and acquires a firmness and temper which Homer calls the strength of the iron,—does he, because of this, e’er the less attribute the cause of the work to the workman? I do not think he does; for those who examine the virtues and properties of medicinal drugs do not thereby condemn the art of physic. Just as when Plato says that we see because the light of the eye is mixed with the clearness of the sun, and that we hear by the percussion of the air, yet this does not hinder but that we have the faculty of seeing and hearing from Divine Providence.
καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.
In a word, generation, as I have said, proceeding from two causes, the chiefest and most ancient poets and divines have stuck only to the first and most excellent of these, having on all occasions these known words in their mouths, Jove, the beginning, middle, source of all; but as to the necessary and natural causes, they concern not themselves with them. Whereas their successors, who were for that reason called natural philosophers, took a different course; for they, forsaking this admirable and divine principle, ascribe all matter and the passions of it to the motions, mutations, and mixtures of its parts. So that both of these are defective in their methods, because they omit, through ignorance or design, the one the efficient, the others the material cause. Whereas he that first pointed at both causes, and manifestly joined with the reason, which freely operateth and moveth, the matter, which necessarily is obedient and passive, does defend both himself and us from all calumny and censure. For we do not deprive divination either of God or of reason; seeing we allow it for its subject the soul of man, and for its instrument an enthusiastic exhalation. For first, the earth, out of which exhalations are generated, and then the sun, which in and upon the earth works all the infinite possibilities of mixture and alteration, are. in the divinity of our forefathers, esteemed Gods. And hereunto if we add the Daemons as superintendents and guardians of this temperature, as of a harmony and consort, who in due time slacken or stretch the virtue of this exhalation, sometimes taking from it the too great activity which it has to torment the soul and transport it beyond itself, and mingling with it a virtue of moving, without causing pain to those that are possessed with it; in all this it seems to me that we do nothing that can look strange or impossible or unagreeable to reason.
οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι θύειν φασὶ τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.
And when we offer victims before we come to the oracle, and crown them with garlands of flowers and pour wine on their heads, I see we do not any thing in all this that is absurd or repugnant to this opinion of ours. For the priests, who offer the sacrifices, and pour out the holy wine thereon, and observe their motions and tremblings, do this for no other reason besides that of learning whether they can receive an answer from the oracle. For the animal which is offered to the Gods must be pure, entire, and sound, both as to soul and body. Now it is not very hard to discover the marks of the body; and as to the soul, they make an experiment of it in setting meal before the bulls and presenting pease to the boars; for if they will not taste them, it is a certain sign they be not sound. As to goats, cold water is a trial for them; for if the beast does not seem to be moved and affected when the water is poured upon her, this is an evident sign that her soul is not right according to Nature. And supposing it should be granted that it is a certain and unquestionable sign that God will give an answer when the sacrifice thus drenched stirs, and that when it is otherwise he vouchsafes none, I do not sec herein any thing that disagrees with the account of oracles which I have given. For every natural virtue produceth the effect to which it is ordained better or worse, according as its season is more or less proper; and it is likely God gives us signs whereby we may know whether the opportunity be gone or not.
οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης πλείονες δʼ ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων ὂψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.
As for my part, I believe the exhalation itself which comes out of the ground is not always of the same kind, being at one time slack, and at another strong and vigorous; and the truth of that experiment which I use to prove it is attested by several strangers, and by all those which serve in the temple. For the room where those do wait who come for answers from the oracle is sometimes —though not often and at certain stated times, but as it were by chance—filled with such a flagrant odor and scent, that no perfumes in the world can exceed it, and this arises, as it were, out of a spring, from the sanctuary of the temple. And this proceeds very likely from its heat or some other power or faculty which is in it; and if peradventure this seems to any body an unlikely thing, such a one will, however, allow that the prophetess Pythia hath that part of the soul unto which this wind and blast of inspiration approacheth moved by variety of passions and affections, sometimes after one sort and sometimes another, and that she is not always in the same mood and temper, like a fixed and immutable harmony which the least alteration or change of such and such proportions destroys. For there are several vexations and passions, which agitate bodies and slide into the soul, that she perceives, but more that she does not, in which case it would be better that she should tarry away and not present herself to this divine inspiration, as not being clean and void of perturbations, like an instrument of music exquisitely made, but at present in disorder and out of tune. For wine does not at all times alike surprise the drunkard, neither does the sound of the flute always affect in the same manner him who dances to it. For the same persons are sometimes more and sometimes less transported beyond themselves, and more or less inebriated, according to the present disposition of their bodies. But especially the imaginative part of the soul is subject to change and sympathize together with the body, as is apparent from dreams; for sometimes we are mightily troubled with many and confused visions in our dreams, and at other times there is a perfect calm, undisturbed by any such images or ideas. We all know Cleon, a native of Daulia, who used to say to himself that in the many years in which he hath lived he never had any dream. And among the ancients, the same is related of Thrasymedes of Heraea. The cause of this lies in the complexion and constitution of bodies, as is seen by melancholy people, who are much subject to dreams in the night, and their dreams sometimes prove true. Inasmuch as such persons’ fancies run sometimes on one thing and at other times on another, they must thereby of necessity now and then light right, as they that shoot often must hit sometimes.
ὅταν οὖν ἁρμοστῶς ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ φαρμάκου κρᾶσιν ἡ φανταστικὴ καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν ἀνάγκη γίγνεσθαι τὸν ἐνθουσιασμὸν ὅταν δὲ μὴ οὕτως, μὴ γίγνεσθαι, ἢ γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον καὶ ταρακτικόν, ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης Πυθίας. θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων, λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον ὑπομεῖναι καὶ ἀπαθὲς τὸ ἱερεῖον· ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν ἱερέων καὶ προσλιπαρούντων, μόλις ὕπομβρον γενόμενον καὶ κατακλυσθὲν ἐνδοῦναι. τί οὖν συνέβη περὶ τὴν Πυθίαν; κατέβη μὲν εἰς τὸ μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος, εὐθὺς δὲ περὶ τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης, ἀλάλου καὶ κακοῦ πνεύματος οὖσα πλήρης· τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ κραυγῆς φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν εἰσελθόντες ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. τούτων ἕνεκα καὶ συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον ἀλλοδαπαῖς ὁμιλίαις καὶ ἄθικτον φυλάττουσι τῆς Πυθίας, καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα κρᾶσιν καὶ διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν, οὔτε γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως ἡ τοῦ πνεύματος δύναμις, ἀλλʼ ὑπέκκαυμα παρέχει καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς; τὸ παθεῖν καὶ μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν ὄντως καὶ δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδʼ ἄφθαρτος οὐδʼ ἀγήρως καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφʼ οὗ πάντα κάμνει τὰ μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δʼ οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλʼ ἀπαυδῶντα πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι χρῆσθαι μεταβολαῖς καὶ παλιγγενεσίαις.
When therefore the imaginative part of the soul and the prophetic blast or exhalation have a sort of harmony and proportion with each other, so as the one, as it were in the nature of a medicament, may operate upon the other, then happens that enthusiasm or divine fury which is discernible in prophets and inspired persons. And, on the contrary, when the proportion is lost, there can be no prophetical inspiration, or only such as is as good as none; for then it is a forced fury, not a natural one, but violent and turbulent, such as we have seen to have happened in the prophetess Pythia who is lately deceased. For certain pilgrims being come for an answer from the oracle, it is said the sacrifice endured the first effusion without stirring or moving a jot, which made the priests, out of an excess of zeal, to continue to pour on more, till the beast was almost drowned with cold water; but what happened hereupon to the prophetess Pythia? She went down into the hole against her will; but at the first words which she uttered, she plainly showed by the hoarseness of her voice that she was not able to bear up against so strong an inspiration (like a ship under sail, oppressed with too much wind), but was possessed with a dumb and evil spirit. Finally, being horribly disordered and running with dreadful screeches towards the door to get out, she threw herself violently on the ground, so that not only the pilgrims fled for fear, but also the high priest Nicander and the other priests and religious which were there present; who entering within a while took her up, being out of her senses; and indeed she lived but few days after. For these reasons it is that Pythia is obliged to keep her body pure and clean from the company of men, there being no stranger permitted to converse with her. And before she goes to the oracle, they are used by certain marks to examine whether she be fit or no, believing that the God certainly knows when her body is disposed and fit to receive, without endangering her person, this enthusiastical inspiration. For the force and virtue of this exhalation does not move all sorts of persons, nor the same persons in like manner, nor as much at one time as at another; but it only gives beginning, and, as it were, kindles those spirits which are prepared and fitted to receive its influence. Now this exhalation is certainly divine and celestial, but yet not incorruptible and immortal, nor proof against the eternity of time, which subdues all things below the moon, as our doctrine teaches,—and, as some say, all things above it, which, weary and in despair as regards eternity and infinity, are apt to be suddenly renewed and changed.
ταῦτʼ ἔφην ἐγώ πολλάκις ἀνασκέπτεσθαι καὶ ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν, ὡς ἔχοντα πολλὰς ἀντιλήψεις καὶ ὑπονοίας πρὸς τοὐναντίον, ἃς ὁ καιρὸς οὐ παρέχει πάσας ἐπεξελθεῖν ὥστε καὶ ταῦθʼ ὑπερκείσθω καὶ ἃ Φίλιππος διαπορεῖ περὶ ἡλίου καὶ Ἀπόλλωνος.
But these things, said I, I must advise you and myself often and seriously to consider of, they being liable to many disputes and objections, which our leisure will not suffer to particularize; and therefore we must remit them, together with the questions which Philippus proposes touching Apollo and the sun, to another opportunity.